Unit 10 rem mid
Rem mid: Unit 10; lemma continues; reading with the letter.
Greek
κυρίου μαρτυρία, η ν μαρτυρεῖ τοῖς καλοῖς ε ργοις καὶ τῇ γνώσει τῆς ἀληθείας, πιστή ἐστιν· οὐκ ἀπὸ τοῦ πιστεύειν ἀλλ' ἀπὸ τοῦ ἀξία ει ναι τοῦ πιστεύεσθαι κέκληται, ω σπερ καὶ τὸ Πιστὸς ὁ λόγος ἀπὸ τοῦ ἀξιοπίστου ει ρηται καὶ περὶ αὐτοῦ δὲ τοῦ θεοῦ ει ρηται ̔Ο θεὸς πιστὸς καὶ οὐκ ε στιν ἀδικία ἐν αὐτῷ καὶ Πιστὸς ὁ θεὸς δι' ου ἐκλήθητε. διὰ γὰρ τὸ ἀξιόχρεως καὶ τοῦ πιστεύεσθαι α ξιος ει ναι ου τως ὠνομάσθη, ἀλλὰ καὶ διὰ τὸ βέβαιον καὶ ἀμετάβλητον. ̔Η ου τως γοῦν πιστὴ τοῦ κυρίου μαρτυρία σοφοὺς ποιεῖ τοὺς στραφέντας καὶ γενομένους ὡς τὰ παιδία κατὰ τὸ βούλημα ̓Ιησοῦ. σοφίζει δὲ καὶ τὰ ἀρτιγέννητα βρέφη, τὰ διὰ τοῦ εὐαγγελίου γεννηθέντα. τάχα δὲ κἀκείνους τοὺς νηπίους σοφίζει, τοὺς μὴ ἐντραφέντας ἀσκήσεσιν καὶ σὺν γυμνασίαις λόγων ἀνθρωπίνων ἀλλὰ τοὺς ἀγραμμάτους καὶ ἰδιώτας. Τὰ δὲ δικαιώματα κυρίου πάσης σκολιότητος ἐκτὸς ο ντα εὐθεῖά ἐστιν, εὐθεῖς ποιοῦντα τοὺς παραδεχομένους αὐτά, ω στε καὶ πᾶσαν λύπην ἀποβαλόντας ἐν εὐφροσύνῃ θείᾳ γενέσθαι τὴν ψυχήν. ̔Αγνὸς δὲ ει ρηται ὁ τοῦ θεοῦ φόβος, οὐκ ω ν παθητικὸς οι ος ὁ ἐκβαλλόμενος ἀπὸ τῆς τελείας ἀγάπης ἀλλ' εὐλαβείᾳ καὶ θείῳ σεβασμῷ ὁ αὐτὸς ω ν. ου τος δὲ τοὺς προσηκαμένους ἁγνοὺς ἀπεργάζεται, ἀλλὰ καὶ παρεκτείνει μέχρι τοῦ μέλλοντος αἰῶνος, οὐκ ω ν πρόσκαιρος καὶ ὀλιγοχρόνιος. Τὰ κρίματα τοῦ κυρίου ἀληθινά. ὁ πάντα ὁ κατὰ τὴν ἰδίαν ἀλήθειαν ἐπιτελῶν καὶ κρίνων ἀληθινῶς κρίνει· ῃ φησιν ὁ ἀπόστολος· Οι δαμεν γὰρ ο τι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. α ου ν κατὰ ἀλήθειαν κρίνει ὁ θεός, κρίματά ἐστιν ἀληθινά– ει ρηται δὲ ἀληθινὰ πρὸς ἀντιδιαστολὴν ψευδῶν καὶ ἀδίκων κριμάτων. ταῦτα δὴ τὰ ἀληθινὰ κρίματα δεδικαιωμένα ἐστὶν ἐπὶ τὸ αὐτό, ο τ' α ν α μα καὶ ἐπὶ τὸ αὐτὸ γένηται. τάχα γὰρ εἰ ε καστον καθ' ἑαυτὸ θελήσοι τις ἰδεῖν, τὴν ἀληθότητα καὶ δικαιοσύνην αὐτοῦ τρανῶς οὐκ ο ψεται· η ρτηνται γὰρ ἀλλήλων ὡς ε καστον τοῦ ἐχομένου μαρτυρεῖσθαι οι όν ἐστιν. 157 Ps 18,11.12 Ταῦτα τὰ προτεθεωρημένα τῷ 42 ἐπιμεληθέντι τῆς ἑαυτοῦ διανοίας ἐπιθυμητὰ ὑπὲρ τὰ παρὰ ἀνθρώποις τίμιά ἐστιν. ὁ γὰρ ἀποστήσας τὴν ἐπιθυμητικὴν ἑαυτοῦ δύναμιν ἀπὸ χρυσοῦ καὶ λίθων τιμίων πόθῳ τῷ πρὸς τὸ ο ντως ἀγαθὸν πᾶσαν αὐτὴν ἀναλώσει εἰς τὰ ἀληθῶς ὀρεκτά, καὶ γλυκύτερα αὐτὰ αἰσθήσεται τῶν ὡς ἐν αἰσθητοῖς γλυκυτάτων κηρίου καὶ μέλιτος. οὐ γεύσει δὲ σωματικῇ ἀλλ' αἰσθήσει θείᾳ ἀντιλήψεται τῆς γλυκύτητος τῶν προειρημένων. Ταῦτα δὴ φυλάξει ὁ τοῦ κυρίου δοῦλος. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· οὐ περὶ ἑαυτοῦ μόνου τοῦτο λέγων ἀλλὰ καὶ περὶ παντὸς δούλου κυρίου. Εἰ μὲν ἐπὶ τῇ φυλακῇ τούτων πρόσκαιρόν τι καὶ αἰσθητὸν ἀπηντᾷ, οὐκ η ν ἀνταπόδοσις πολλή· ἐπειδὴ δὲ ὑπερκόσμιος καὶ ὑπερουράνιος ἡ ἐπὶ τῇ τούτων φυλακῇ ἀνταπόδοσις, ἀκόλουθον πολλὴν αὐτὴν ει ναι. 158 Ps 18,13–14a Τὰς μὲν φανερὰς καὶ ἀποτελεσματικὰς ἁμαρτίας πᾶς τις ει σεται, τὰ δὲ ἐν κρυπτῷ γινόμενα παραπτώματα ἐν ταῖς ἐνθυμήσεσιν καὶ λογισμοῖς ὁ φωράσων σπάνιος· τὸ γὰρ Τίς ἐνταῦθα τὸ σπάνιον δηλοῖ. Παῦλος γοῦν οὐδὲν ἑαυτῷ συνειδὼς, ἐπιστάμενος ο τι σπάνιον τὸ συνιέναι τὰ προειρημένα παραπτώματα Οὐκ ἐν τούτῳ, ε φη, δεδικαίωμαι. ̔Εξῆς γοῦν τῷ Παραπτώματα τίς συνήσει; κεῖται τὸ ̓Απὸ τῶν κρυφίων μου καθάρισόν με· μονονουχὶ τοῦτο τοῦ δικαίου λέγοντος, ἐπεὶ ἐν τοῖς λογισμοῖς τοῖς κρυφίοις τῆς καρδίας συμβαίνει ῥύπον ει ναι ο ν οὐκ α λλοι μόνον ἀλλὰ κἀγὼ αὐτὸς ἀγνοῶ, σὺ περίελε αὐτόν, τῶν κρυπτῶν τυγχάνων γνώστης. συμβαίνει γὰρ τοῦτον τὸν ῥύπον, εἰ μὴ ἀφανισθείη, ἐπιταθέντα ἀφορμὴν καὶ πρόφασιν γενέσθαι τοῦ ἁλῶναί με ὑπὸ ἀλλοτρίοις· φειδόμενος ου ν τοῦ σοῦ δούλου μὴ ἐάσῃς αὐτὸν ὑπὸ ἀλλοτρίοις ἁλῶναι, ἀπὸ τῶν κρυφίων καθαρίσας αὐτόν. τὰ γὰρ ἐν κρυπτῷ ἁμαρτήματα μὴ ἐκκοπτόμενα μεταπέσοι α ν ποτε εἰς πρακτικὴν ἁμαρτίαν, δι' η ν περιτεύξεταί τις ἀλλοτρίοις θεοῦ η τοι πράγμασιν η τοι πονηραῖς δυνάμεσιν. φείσεται δὲ τοῦ ἑαυτοῦ δούλου ὁ θεός, ο τ' α ν μὴ φείσεται τοῦ ἰδίου υἱοῦ ὑπὲρ πάντων παραδοὺς αὐτόν· τὸ γὰρ φείσασθαι τοῦ υἱοῦ πάντων ἀπώλεια, τὸ δὲ μὴ φείσασθαι πρὸς τὸ σωτηρίαν πᾶσιν γενέσθαι. καὶ αὐτὸς ὁ υἱὸς ἐκτὸς ε σται πάσης βλάβης, ταύτην δέχεσθαι οὐδ' ο λως πεφυκώς. 159 Ps 18,14c.15 Μεγάλην δὲ ἁμαρτίαν τὴν ἀποτελεσματικήν φησιν. εἰ γὰρ μὴ ἀπὸ τῶν κρυφίων μου καθαρισθείην, ἐπιμένοντα ταῦτα τὰ παραπτώματα εἰς πρᾶξιν φαύλην μεταφέρει, καὶ γίνομαι ὑπεύθυνος ἁμαρτίᾳ μεγάλῃ. Οτ' α ν ταῦτά
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.