Fragmenta in Psalmos Unit 11 opening
Unit 11.
Lemma-led open — ὑπόθεσιν ει ληφεν τοῦ ψαλμοῦ, ὁ δὲ καὶ εἰς τὴν οἰκονομίαν ἀνθρωπίνως εἰρημένον. Τάχα δὲ κα
Greek
ὑπόθεσιν ει ληφεν τοῦ ψαλμοῦ, ὁ δὲ καὶ εἰς τὴν οἰκονομίαν ἀνθρωπίνως εἰρημένον. Τάχα δὲ καὶ τῶν πιστευόντων ἁπάντων συμπληρούντων τὸ σῶμα Χριστοῦ κατὰ τὸ Ου τω καὶ ὁ Χριστὸς ε ν σῶμα, πολλὰ δὲ μέλη, σῴζεσθαι λέγεται ὁ Χριστός, ο τ' α ν οἱ γενόμενοι αὐτοῦ σῶμα καὶ μέλη σωτηρίαν ε χωσιν. Ευ δὲ καὶ τὸ εἰπεῖν Νῦν ε γνων. νῦν γὰρ τουτέστιν ἐν τῷ παρόντι αἰῶνι γινώσκομεν τὸν Χριστὸν σῳζόμενον τῷ ἀπεντεῦθεν ἀρραβῶνα σωτηρίας δέχεσθαι. ̓Επακούει τοῦ Χριστοῦ κατὰ πᾶσαν ἀπόδοσιν προειρημένην. τὰ δεξιὰ δὲ τοῦ θεοῦ, τουτέστιν ὁ λόγος αὐτοῦ, σωτηρίαν ποιεῖ, οὐχ ὡς ε τυχεν ἀλλ' ἐν δυναστείαις οι α στρατηγὸς η βασιλεὺς α ριστος. 164 Ps 19,8 Ιππους μὲν νοῶν τὰ σκιρτητικὰ τῶν παθῶν οι ς ἐπιβαίνουσιν αἱ ἀντικείμεναι δυνάμεις, α ρματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν παθῶν ἐν οι ς παρασκευάζονται καθ' ἡμῶν· ἀλλ' εἰ καὶ ου τοι ἐν τούτοις, ἀλλ' ἡμῶν ἀμυντήριον ἀκαταμάχητον ἡ τοῦ θεοῦ προσηγορία. 44 165 Ps 20,2–3 ̔Ο κατασταθεὶς βασιλεὺς ἐπὶ Σιὼν ο ρος κυρίως καὶ ἀληθῶς βασιλεύς ἐστιν, εὐφραινόμενος θείαν εὐφροσύνην ἀπὸ τῆς παρούσης αὐτῷ δυνάμεως θεοῦ. πᾶς δὲ ὁ ψαλμὸς ἑρμηνευθείη περὶ Χριστοῦ βασιλέως καὶ τοῦ συμβασιλεύοντος αὐτῷ, ι να μὴ ἐφ' ἑκάστης λέξεως τοῦτο σημαίνειν ἀναγκαζώμεθα. ̔Ο ἐπιθυμίαν σαρκὸς μὴ τελῶν τῷ πνεύματι περιπατεῖ. ου τος ἀνακραθεὶς τῷ πνεύματι ἐπιθυμίαν καρδίας λαμβάνει ἀπὸ θεοῦ. ὁ γὰρ τῶν τῆς σαρκὸς ὀρεκτῶν ἀπεσχημένος, α ὀρέγεται ἡ καρδία τουτέστιν ὁ νοῦς, λαμβάνει παρὰ θεοῦ ἐμπιμπλῶντος ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν αὐτοῦ. ἀλλὰ καὶ τυχών τις ω ν δεῖται οὐκ ἐστερήθη ὑπὸ κυρίου τῆς δεήσεως τῶν χειλέων αὐτοῦ. 166 Ps 20,4–5 ̓Απὸ τοῦ Οτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος αἰτιολογικῷ συνδέσμῳ τῷ Οτι χρησάμενος ε δειξεν ο τι εὐφραίνεται καὶ ἀγαλλιᾷ ἐπὶ τῷ προευφθάσθαι ἐν εὐλογίαις χρηστότητος. τὰ δὲ πρὸς ἀντιδιαστολὴν εὐλογιῶν, μὴ χρηστότητος, πρόσκειται ἐνταῦθα τῆς χρηστότητος· εὐλογῶν γὰρ ̓Ιακὼβ τοὺς υἱοὺς εὐλογίας τρόπῳ ἀπαντήσεσθαι τοῖς υἱοῖς ἐπίπονά τινα ει πεν, ὡς τὸ ̓Επικατάρατος ὁ θυμὸς αὐτῶν. καὶ ει τι τοιοῦτον ε λαττον προκείμενον, βασιλέα καὶ τὸν μιμητὴν αὐτοῦ προφθάνει ὁ θεὸς ἐν εὐλογίαις χρηστότητος, ἀναβιβάζων εἰς τὰς ὑπερκοσμίους ἐπαγγελίας ω ν ἐν ἀρραβῶνι ἀπεντεῦθέν ἐστιν γενέσθαι. ̓Εκ τῶν ε ργων καὶ ἐπιτηδευμάτων ἑαυτοῦ τις στεφανοῦται. ἀμέλει ὁ δικαίως τὸ δίκαιον διώξας ἀπολήψεται τὸν τῆς δικαιοσύνης στέφανον, καὶ ὁ ὀρθῶς περὶ τῆς τριάδος δοξάσας κομιεῖται τὸν ἀμαράντινον στέφανον τῆς δόξης. κατατρυφήσας δέ τις τοῦ κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται, καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων δέχεται εἰς τὴν ἑαυτοῦ κορυφήν. ἀλλὰ καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου τιμίους λίθους, ὑφ' ω ν εἰργάσατο λίθων τιμίων, στεφθήσεται, θεοῦ ἀναδοῦντος αὐτοῦ τὴν τῆς ψυχῆς κεφαλὴν τῷ στεφάνῳ τῷ ἐκ λίθων τιμίων· καὶ πρὸς δύναμιν δὲ θείαν κεκοσμημένην πάσῃ ἀρετῇ λέγεται Πάντα λίθον χρηστὸν ἐνδέδεσαι. ̔Ο ου ν στεφανῶν θεὸς ἐν ἐλέει καὶ οἰκτιρμοῖς στεφανώσει ἐκ λίθων τιμίων πεποιημένον στέφανον, ω σπερ καὶ ἐλπίδι τοὺς ἐπ' αὐτῷ καραδοκοῦντας· Εστι γὰρ κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῇ δόξῃ. ἐπειδὴ δὲ ὁ ἀπόστολος γράφει τοῖς ἑαυτοῦ μαθηταῖς Χαρὰ καὶ στέφανός μου, μήποτε καὶ οἱ Χριστοῦ γνώριμοι, λίθοι τίμιοι διὰ τὴν ευ τονον ἀρετὴν ο ντες, στέφανος πλακέντες ἐπιτεθήσονται τῇ Χριστοῦ κεφαλῇ μᾶλλον, Παύλου λέγοντος τοῖς μαθηταῖς Χαρὰ καὶ στέφανός μου. Ζωὴν ᾐτήσατό σε καὶ ε δωκας αὐτῷ. εἰ μὲν ὁ μιμητὴς Χριστοῦ ει η ὁ περὶ ου ὁ λόγος, ζωὴν αἰτησαμένῳ αὐτὸν τὴν αἰώνιον δέδωκεν ὁ θεός· Τὸ χάρισμα γὰρ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν. εἰ δὲ περὶ Χριστοῦ λέγει τὸ ζωὴν αἰτησαμένῳ αὐτῷ, ε δωκεν ὁ πατήρ, ι να ζωοποιήσῃ τοὺς νεκρούς. Μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος· πρὸς τῷ ζωὴν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.