Unit 11 rem early
Rem early: Unit 11; lemma and argument toward the thesis.
Greek
ᾐτηκέναι καὶ μακρότητα ἡμερῶν ᾐτήσατο, ι ν' ε χῃ αὐτὴν ἀθανάτως καὶ ἀπεράντως. μακρότητα ἡμερῶν δέχεται καὶ ὁ φωτίσας ἑαυτῷ φῶς γνώσεως, ὡς ε καστον δόγμα τῆς ἀληθείας πεφωτισμένον ε χειν· ἑκάστη γὰρ περιγραφὴ νοήσεως ἡμέρα τίς ἐστιν. 167 Ps 20,6–8a Τὸ σωτήριον τοῦ θεοῦ δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ καὶ παντὶ τῷ συναναστάντι αὐτῷ. ∆οξὰν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν, δόξαν ταύτην τὴν κατὰ τὴν ἀνάστασιν. τὸ δ' ̓Επιθήσεις σημαίνει ο τι καὶ πρὸ ταύτης τῆς δόξης ἑτέραν ει χεν κατὰ τὸ ̓Εδόξασα καὶ πάλιν δοξάσω. ε στιν δὲ μεγαλοπρέπεια τὸ ἐν μεγάλοις πρέπον. τὸ πρέπον ου ν περὶ τὸν σωτῆρα ἐν μεγάλοις γεγένηται. τί γὰρ μεῖζον τοῦ νεκροὺς ἐγείρειν καὶ ἐπὶ τῆς θαλάσσης βαδίσαι η τῶν παραπλησίων τεραστίων αὐτοῦ; ἀλλὰ καὶ ἐκ νεκρῶν αὐτοῦ ἀναστάντος, ἐν μεγάλοις τὸ πρέπον αὐτῷ ὑπῆρκται· εἰς οὐρανοὺς γὰρ ἀνελήφθη καὶ ἐν δεξιᾷ τοῦ πατρὸς ἐκάθισεν, Οτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος. ταῦτα πάντα περὶ αὐτὸν ὑπῆρκται, ο τι εὐλογία αὐτῷ εἰς αἰῶνα αἰῶνος δίδοται παρὰ τοῦ 45 πατρὸς καθ' η ν εὐλογεῖ τοὺς προσπελάζοντας αὐτῷ, τότε μάλιστα ο τε κατάρα ὑπὲρ ἡμῶν γεγενημένος ἐξηγόρασεν ἡμᾶς ἀπὸ τῆς τοῦ νόμου κατάρας ἐπὶ τῷ εἰς τὰ ε θνη γενέσθαι τὴν εὐλογίαν τοῦ ̓Αβραάμ. Εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. ω σπερ ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ ἡ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, ου τω τὴν αὐτὴν χαρὰν ἐκ θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ γίνεσθαι συμβαίνει· πρόσωπον δὲ θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. ταῦτα δὲ γενήσεται περὶ τὸν βασιλέα ἐλπίζοντα ἐπὶ θεὸν κύριον τυγχάνοντα τῶν ἐλπιζομένων. πείρᾳ γὰρ προσβαλὼν τοῖς προσδοκωμένοις εὐφραίνεται μετὰ τοῦ προσώπου τοῦ θεοῦ. Καὶ α λλως· ἐπεὶ πρόσωπον ἡ εἰκών σου τυγχάνει, αυ τη δ' ἐστὶν ὁ θεὸς λόγος, μετὰ τούτου τοῦ προσώπου γινόμενος ὁ βασιλεὺς ναὸς αὐτοῦ χρηματίζει καὶ σύμμορφος αὐτοῦ γινόμενος εὐφραίνεται ἐν χαρᾷ. 168 Ps 20,8b.9 Παρὰ τοῦ ὑψίστου ε λαιον λαβὼν τῷ κέχρισθαι ἐλαίῳ ἀγαλλιάσεως, ̓Απαράβατον ε χει τὴν ἐκ τῆς χρίσεως ἱερωσύνην, κατὰ τὴν τάξιν Μελχισέδεκ ω ν εἰς τὸν αἰῶνα ἱερεύς. τὸ γὰρ μὴ σαλευθῆναι αὐτὸν δηλοῖ μὴ πρόσκαιρον αὐτὸν ε ξειν ἀξίαν ἀφ' η ς ἐστιν σαλευθῆναι μεταβάλλοντα εἰς ε τερόν τι. Οὐ τισὶν ἀλλὰ πᾶσιν τοῖς ἐχθροῖς τοῦ θεοῦ εὑρίσκεται ἡ χεὶρ αὐτοῦ η τοι κολάσεις αὐτοῖς ἐπιφέρουσα η πολεμοῦσα τοὺς ἀντιτεταγμένους τῷ θείῳ νόμῳ κατὰ τὸ Πολεμεῖ κύριος κρυφαίᾳ χειρὶ ἐπὶ ̓Αμαλήκ. καὶ τάχα ἐχθροὺς δύναται ἐνταῦθα λέγειν τοὺς ἀπρονοησίαν εἰσάγοντας καὶ ἀθεότητα ἀσπαζομένους. τούτοις γὰρ μὴ τιθεμένοις θεὸν εὑρεθείη ἡ χεὶρ θλίβουσα καὶ ἐπιτιμίαν αὐτοῖς ἐπιφέρουσα, ὡς τότε αὐτοὺς γνῶναι ο τι θεὸς ἐπιστατεῖ τῶν ο λων. Μισοῦντας ἐνταῦθα θεὸν λέγει τοὺς ἁμαρτάνοντας. εἰ γὰρ ἐν τῷ τηροῦντι τὰς ἐντολὰς ἡ ἀγάπη τοῦ θεοῦ τελειοῦται κατὰ τὸ ̓Εάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, ἀκολουθήσει τὸν μὴ τηροῦντα τὸν λόγον καὶ τὰς ἐντολὰς τοῦ θεοῦ μισεῖν τὸν θεόν. ὁ δὲ ου τως μισῶν ἀπολωλέναι λέγεται. ἐπεὶ ου ν προσδοκία ἐστὶν ἐλεύσεσθαι τὸν σωτῆρα ο ντα θεοῦ δεξιὰν ἐπὶ τῷ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, εἰκότως λέγεται· ̔Η δεξιά σου ευ ροι πάντας τοὺς μισοῦντάς σε. Τίνι δὲ διαφέρει κατὰ τὰς γραφὰς χεὶρ δεξιᾶς θεωρητέον. τὴν χεῖρα ἐπὶ τῶν κολάσεων τάττει, ὡς τὸ ̔Η χείρ σου ε θνη ἐξωλόθρευσεν, καὶ Νῦν ἀποστείλας τὴν χεῖρα πατάξω σε (Καὶ γὰρ χεὶρ κυρίου ἡ ἁψαμένη μού ἐστιν)· τὴν δὲ δεξιὰν ἐπὶ τῆς σωτηρίας καὶ τῶν α λλων ἀγαθῶν· Εσωσεν γὰρ αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ∆εξιὰ κυρίου ἐποίησεν δύναμιν, καὶ ∆εξιὰ κυρίου υ ψωσέν με, καὶ τὰ τοιαῦτα. εἰκότως ου ν καὶ ἐνταῦθα τὴν μὲν χεῖρα εὑρίσκεσθαι τοῖς ἐχθροῖς τιμωρουμένην αὐτούς φησιν, τὴν δὲ δεξιὰν εὑρίσκειν τοὺς μισοῦντας ο πως εὑρεθέντες μηκέτι ω σιν ἐν ἀπωλείᾳ. 169 Ps 20,10a Τὸ Θήσεις αὐτοὺς ἀναφέρεσθαι ἐπὶ τοὺς ἐχθροὺς νομίζω, ου ς τινας διὰ τὸ κολάσει παραδεδόσθαι θήσει ὡς κλίβανον πυρὸς οὐκ ἀεὶ καὶ ἐπ' α πειρον ἀλλ' ε ως τοῦ καιροῦ τῆς ἐπιλάμψεως τοῦ θεϊκοῦ προσώπου. σημαίνει δὲ κἀνταῦθα ὁ καιρὸς οὐ χρόνον ἀλλὰ τὴν ποίαν κατάστασιν τῶν δυναμένων χωρῆσαι τὸ θεοῦ πρόσωπον. νομίζω δὲ καὶ τὸ τοῦ κλιβάνου ο νομα μὴ μάτην παρειλῆφθαι· ὡς γὰρ οὐ μάτην οὐδ' ὡς ε τυχεν ἐκκαίεται κλίβανος ἀλλ' ἐπί τινι τέλει χρηστῷ η ἀρτοποιΐᾳ η α λλῳ τινὶ τοιούτῳ, ου τω καὶ τὰς κολάσεις τίθεται θεὸς ἐπὶ τῷ καιρὸν ἀπαντῆσαι τοιοῦτον καθ' ο ν ἐνιδεῖν τῷ προσώπῳ αὐτοῦ δυνήσονται. 170 Ps 20,10b Τοὺς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.