Unit 11 rem close
Rem CLOSEOUT: Unit 11 CLOSEOUT.
Greek
γὰρ τοῦ εἰπεῖν Θεέ μου θεέ μου ι να τί, ̔Ο θεὸς ὁ θεός μου ει πεν· ε θος δὲ τῇ γραφῇ ἐν πολλοῖς τοῦτο ποιεῖν. ο ου ν βούλεται εἰπεῖν τοῦτό ἐστιν· ὁ καθόλου καὶ ἀληθινὸς θεὸς θεός μου τυγχάνων πρόσχες μοι πολεμουμένῳ καὶ πολλοῖς ἐπιπόνοις περιτύχοντι· Ινα τί γὰρ ἐγκατέλιπές με; πυνθανομένου δὲ τὴν αἰτίαν τῆς ἐγκαταλείψεως ἡ φωνή. ἐπεὶ γὰρ συνῄδει ἑαυτῷ α κραν καθαρότητα (οὐκ ῃ δει γὰρ ἁμαρτίαν), ἠπίστατο μὴ ἐπὶ ἁμαρτίᾳ ἐγκαταλελεῖφθαι ἀλλὰ δι' ε τερόν τι τῷ παντὶ συμφέρον. τοῦτ' ου ν βούλεται φανερὸν γενέσθαι, οὐ δι' ἑαυτὸν πάσχοντα ἀλλὰ διὰ τοὺς ὁρῶντας αὐτόν· γνόντες γὰρ ο τι δι' αὐτοὺς ἐγκατελείφθη ὑμνήσουσιν αὐτὸν ὡς σωτῆρα. 177 Ps 21,2b Λεκτέον τοίνυν λόγους παραπτωμάτων, οὐ τὰς περὶ τῶν παραπτωμάτων προφοράς. ὡς γάρ φαμεν λόγον οὐρανοῦ καθ' ο ν γέγονεν καὶ λόγον ἡλίου δι' ο ν ὑπῆρκται, ου τω καὶ λόγον παραπτωμάτων ἐροῦμεν καὶ οὐκ αὐτὰ τὰ παραπτώματα ἀνειληφέναι τὸν σωτῆρα εἰς τὸ ἑαυτοῦ σῶμα. τούτους δὲ τοὺς τῶν παραπτωμάτων λόγους πρὸ τοῦ πάθους ε φερεν αὐτοῦ τὸ σῶμα, ἀναστὰς δὲ ἐκ νεκρῶν, ο τε καὶ σεσῶσθαι λέγεται, μακρὰν ἀπὸ τῆς σωτηρίας αὐτοῦ τοὺς λόγους τῶν προειρημένων ἁμαρτημάτων ε σχεν, ἀπεκδυσάμενος τὰς ἐνεργούσας τὰ παραπτώματα ἀρχὰς καὶ ἐξουσίας ο τε ἐθριάμβευσεν αὐτὰς ἐν αὐτῷ παρρησιασάμενος ἐπὶ τῷ σταυρῷ. 178 Ps 21,3 Οὐ μόνον ἐπιπόνων καὶ σκυθρωπῶν περιεστηκότων α νὺξ ἀλληγορικῶς ἐστιν βοῶ πρός σε Θεέ μου ο πως μὴ πάθω τι, ἀλλὰ γὰρ καὶ φαιδρῶν καὶ λαμπρῶν ο ντων τῶν κατ' ἐμὲ πάλιν κράξω ο πως μὴ βλαβερόν τι ἐξ ἐπάρματος γένηται. ταῦτα δὲ περὶ ἡμῶν ἐξομολογούμενος ὁ σωτὴρ λέγει· ου τω δέ μου βοῶντος οι δα ο τι εἰσακούσῃ. μεθ' ὑποστιγμῆς γὰρ ἀναγνωστέον· Καὶ νυκτὸς δὲ κεκράξομαι, οὐκ ἀνοίας μοι λογιζομένης, ο τε τὰ περιεστηκότα ἐστὶν σκυθρωπά, τῶν πολλῶν ἐν ταῖς περιστάσεσιν σκοτιζομένων ὡς καὶ αὐτὸ τοῦτο τί δεῖ κράζοντα πρὸς θεὸν λέγειν ἀγνοεῖν· ἐπίσταμαι γὰρ ἐγὼ τίνος ε νεκα περὶ ἐμὲ νυκτερινὴ κατάστασίς ἐστιν. 179 Ps 21,5.6 Καὶ οἱ πατέρες δὲ ἐξ ω ν εἰμι τὸ κατὰ σάρκα (ου τοί εἰσιν οἱ πατριάρχαι) ἐπὶ σοὶ η λπισαν προσδοκῶντες τὴν ἐμὴν ἐπίλαμψιν. ἀλλὰ καὶ ἐλπίσαντες οὐκ ἀπέτυχον· ἐρρύσθησαν γὰρ ἀπὸ θανάτου καὶ διαβόλου, ἐμοῦ λυτρωσαμένου καὶ ῥυσαμένου αὐτούς. πρὸς σὲ γὰρ καὶ αὐτοὶ βοήσαντες τὴν δι' ἐμοῦ καὶ ἐξ ἐμοῦ σωτηρίαν ε σχον. οὐ γὰρ κατῃσχύνθησαν ἐπὶ σὲ ἐλπίσαντες· ἀπέσχον γὰρ τὰ τῆς ἐλπίδος καὶ προσδοκίας. 180 Ps 21,9 Ιστωσαν δὲ οἱ ταῦτα λέγοντες, νομομαθεῖς ει ναι ἐπαγγελλόμενοι, ψευδοδοξοῦντες περὶ τῆς προνοίας. τὰ γὰρ αὐτὰ λέξειεν α ν τις ̔Ησαΐου πριζομένου, καὶ οι τινες α λλοι ὑπὲρ εὐσεβείας πεπόνθασιν. ἡμεῖς γὰρ τὸ ῥυσθῆναι καὶ σωθῆναι ἐκ τῶν περιεστηκότων ἐπιπόνων οὐ τὸ ἐκτὸς αὐτῶν γενέσθαι φαμέν, ἀλλὰ τὸ ἀνδρείως καὶ τλητικῶς αὐτὰ ἐνεγκεῖν, ω στε μὴ βλαβῆναι τὴν διάνοιαν ἐκκρουομένης τῆς ὀρθῆς προθέσεως ἐκ τῶν πόνων. τοὺς γοῦν μάρτυρας τῆς ἀληθείας, μυρία ο σα παθόντας καὶ ἐναποθανόντας ταῖς βασάνοις, ἐρρύσθαι καὶ σεσῶσθαι ἐκ τῶν θλίψεων λέγομεν· οἱ γὰρ ἐκτὸς τῶν θλιβερῶν δι' ἀρνήσεως γεγενημένοι οὐ μόνον οὐκ ἐρρύσθησαν καὶ ἐσώθησαν ἀπὸ τῶν πειρασμῶν, ἀλλὰ καὶ κατεπόθησαν ὑπ' αὐτῶν. 181 Ps 21,10.11 Τάχα γὰρ ὁ ἐκ σπέρματος συλληφθείς, τελεσφορηθεὶς ἐν τῇ γαστρὶ πληρωθέντος τοῦ καιροῦ τῆς ἀποτέξεως, ὑπ' αὐτῆς τῆς μήτρας ἐπὶ τὰ ε ξω προβάλλεται. μόνον δὲ τὸν σωτῆρα ὁ πατὴρ ἐκ τῆς γαστρὸς τῆς παρθένου ἐκσπᾷ, οὐκ ε ξωθεν σπέρματος αὐτῇ καταβληθέντος ἀλλ' ἐξ αὐτῆς τοῦ θείου τόκου ἐξεσπασμένου. Τοῖς α λλοις ἀνθρώποις τὸ ἐλπίζειν καὶ προσδοκᾶν τὰ μέλλοντα μετὰ συμπλήρωσιν τοῦ λόγου ἐφ' ἡλικίαις γενομένοις ἐπέρχεται. μόνον δὲ τὸ ἐκ Μαρίας βρέφος ἀπὸ μαστῶν τῆς μητρὸς ἐλπίζει τελειότητα· θεὸν γὰρ ε χει τὴν ἐλπίδα· οὐδέποτε γὰρ ἐν κακίᾳ γεγένηται, πάντων ἀνθρώπων μετὰ α γνοιαν καὶ πονηρίαν τὸ ἀγαθὸν ἀσπαζομένων. 48 καὶ τοῦτο δηλῶν ̔Ησαΐας ε λεγεν· Πρὶν η γνῶναι αὐτὸν ἀγαθὸν η κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Πρὸ τῆς ἐνανθρωπήσεως ὁ ̓Ιησοῦς μόνην τὴν πρὸς πατέρα ε φερεν οἰκειότητα· η ν γὰρ αὐτοῦ πατὴρ ὁ θεός, καὶ αὐτὸς υἱὸς θεοῦ. ἀφ' ου δὲ σὰρξ γενόμενος ἐκ κοιλίας προῆλθεν σχέσιν ε σχεν τὴν πρὸς τὸν πατέρα τὴν πρὸς θεόν. διό φησιν· Εἰ καὶ ἀεὶ πατήρ μου τυγχάνεις, ἀλλὰ καὶ θεός μου ει ναι η ρξω ἐκ κοιλίας μητρός. 182 Ps 21,12 Παρούσης θλίψεως συνὼν ὁ θεὸς οι ός τέ ἐστιν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.