Fragmenta in Psalmos · §u12-open

Fragmenta in Psalmos Unit 12 opening

Unit 12.

Lemma-led open — καρτερίαν παρασχεῖν ὡς γενναιάζειν τὸν θλιβόμενον, ἀπόντος δὲ θεοῦ ἰσχυρὰ τὰ περιεστηκότα.

Greek

καρτερίαν παρασχεῖν ὡς γενναιάζειν τὸν θλιβόμενον, ἀπόντος δὲ θεοῦ ἰσχυρὰ τὰ περιεστηκότα. ευ χεται ου ν ὁ τὸν ψαλμὸν λέγων, τύπος ἡμῖν τοῖς ἀνθρώποις γινόμενος καὶ διδάσκων ἡμᾶς ἐν πειρασμοῖς ου τω προσεύχεσθαι, μὴ τοιαῦτα αὐτῷ πραχθῆναι ἐφ' οι ς α ν χωρῇ θεός, ι να παρόντος θεοῦ καταπαλαίσῃ τοὺς ἐγείροντας τὴν θλῖψιν. εἰ γὰρ ἀποσταίη τινὸς ὁ θεός, οὐχ ὑπάρξει ἐκείνῳ βοηθός. 183 Ps 21,13.14 Μόσχοι δ' α ν ει εν καὶ αἱ περὶ τὰ γήϊνα καὶ σωματικὰ ἐνεργοῦσαι πονηραὶ δυνάμεις (γεωπόνον γὰρ τοῦτο τὸ ζῷον), αἱ δὲ ψευδοδοξίας προϊστάμεναι δι' ἀπατηλῶν λόγων καὶ σοφισμάτων κερατίζουσαι ταῦροι τυγχάνουσιν πίονες ο ντες διὰ τὸ δῆθεν πολυμαθὲς καὶ κεκομψευμένον τῆς φράσεως. δυνατὸν δὲ καὶ τοὺς ̓Ιουδαίους κατὰ νόμον βουθυτοῦντας ἐξ ω ν ἐπιτηδεύουσιν μόσχους ὠνομασμένους περικυκλοῦν ἐχθρικῶς τὸν κύριον· Πόντιος δὲ Πιλᾶτος καὶ ει τινες α λλοι ἐν ὑπεροχῇ ταῦροι κερατισταὶ ὑπάρχοντες, περιέχειν σπουδάζουσιν αὐτόν. Λέγοι δ' α ν ταῦτα ὁ σωτὴρ καὶ περὶ τοῦ σώματος αὐτοῦ, τῆς ἐκκλησίας, ἰδὼν ἀνθρώπους χαμαιπεταῖς καὶ γῆν ἐργαζομένους πολεμικῶς περικυκλοῦντας αὐτοῦ τὸ σῶμα, τὸ ̓Εκύκλωσάν με μόσχοι πολλοί. τοὺς δὲ α ρχοντας, τούτου τοῦ αἰῶνος σοφίαν ἐπαγγελλομένους, ἑωρακὼς περιθέοντας αὐτοῦ τὸ σῶμα ἐρεῖ· Ταῦροι πίονες περιέσχον με. παριστὰς δὲ αὐτῶν τὸ ἐξηγριωμένον τῆς πονηρίας καὶ τὸ ε τοιμον εἰς τὸ θλῖψαί φησιν· Ηνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. στόμα γὰρ ἠνεῳγμένον αὐτῶν εἰς τὸ ἁρπάσαι τοὺς ἀπατωμένους ὁ σοφιστικὸς ει η λόγος. τάχα δὲ ̔Ως λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος ἀναφέρεται ἐπὶ τὸν διάβολον, ἀφ' ου λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ καλὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, καταπίοντος διὰ μὲν παρακοῆς τὸ ου ς τοῦ ἀνθρώπου τῆς ψυχῆς, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς. 184 Ps 21,15ab ̓Επεὶ σῶμα Χριστοῦ οἱ πεπιστευκότες εἰσίν, τὰ τῶν πεπιστευκότων πάθη εἰς ἑαυτὸν ἀναλαβὼν πεπονθέναι λέγει ταῦτα, α συμβέβηκεν τοῖς συμπληροῦσιν αὐτοῦ τὸ σῶμα. ἐπεὶ ου ν σκορπισμὸν ὑπέμειναν τὰ πρόβατα παταχθέντος τοῦ ποιμένος, φησὶν ̔Ωσεὶ υ δωρ ἐξεχύθη· τὸ γὰρ ἐκκενωθὲν υ δωρ σκορπίζεται. ̓Αλλὰ καὶ περὶ τῶν ἀποστόλων φησὶν τὸ ∆ιεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· αὐτοὶ γὰρ ὀστᾶ αὐτοῦ τυγχάνουσιν διὰ τὸ ευ τονον καὶ διακρατεῖν πᾶν τὸ σῶμα. 185 Ps 21,15c–16b Τάχα γίνεταί τινος ἡ καρδία τηκομένη οι α κηρὸς ἐν μέσῳ τῆς κοιλίας, ο τ' α ν ι δῃ τοὺς ὠδινηθέντας καὶ γεννηθέντας ὑπ' αὐτοῦ συμφορὰν ὑπομένοντας. ἐπεὶ τοίνυν καὶ τὰ προειρημένα περὶ τοὺς μαθητὰς ̓Ιησοῦ γέγονεν, ἡ καρδία αὐτοῦ διακειμένη πρὸς αὐτοὺς ἀγαπητικῶς, πυρουμένη κηροῦ πάθος ἀνεδέξατο ἐν μέσῳ τῆς κοιλίας συμπαθούσης οι ς ε τεκεν. ἀλλὰ καὶ τὸ γλυκὺ τῆς καρδίας ο τε κηρὸς ὑπῆρχεν ἐτάκη, ο τε τροφὴ γέγονεν καὶ εἰς γαστέρα ἐχώρησεν· τὰς γὰρ νοήσεις τῆς καρδίας ὡς κηρὸν τραφέντας εἰς κοιλίαν κατέβαλον, τηκόμενον καὶ λεπτυνόμενον διὰ τῆς συνεχοῦς μελέτης, ἐπὶ τῷ εἰς τὴν σύστασιν τοῦ τραφέντος ἀναδοθῆναι. ̓Αλλὰ καὶ ἡ ἰσχὺς εἰς τὴν κάμινον τοῦ βίου εἰσαχθεῖσα ὀστράκῳ παραπλησίως ἐξηράνθη· μετὰ πεῖραν γὰρ θλιβερῶν ὡς ἐκ καμίνου τις ἐξαφθεὶς ξηρασίαν ὀστράκου ἀναδέξεται, οὐκέτι ὑγραινόμενος οι α πηλὸς ὑπὸ τῆς ὑγρότητος τοῦ πηλοῦ καὶ τοῦ ῥευστοῦ τῶν ἡδονῶν. Τῶν ἀκροατῶν διεσκορπισμένων οὐκέτι παρόντων εἰς ου ς ἡ γλῶττα ἐνήργει διδάσκουσα καὶ διαλεγομένη, ἀνενέργητος ει η τῷ λάρυγγι κεκολλημένη· ἡ γὰρ προφέρουσα λόγον κινεῖται οὐκ ἐμποδιζομένη ὑπὸ τῆς πρὸς τὸν λάρυγγα 49 κολλήσεως. 186 Ps 21,16c Χοῦν θανάτου τάχα λεκτέον τὸ παρὰ Παύλῳ σῶμα θανάτου ὀνομασθέν· χοῦς γὰρ ἀληθῶς τοῦτο πεπλασμένον ἀπὸ τῆς γῆς. χοῦς δὲ θανάτου ει ρηται τὸ πάντως τὸν γεννώμενον καὶ τεθνήξεσθαι. εἰ γὰρ τὸ τεχθήσεσθαι συμπλέκεσθαί ἐστι σώματι, ἀνάγκη καὶ διάλυσιν γενέσθαι η τις ἐστὶν θάνατος. εἰς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.