Fragmenta in Psalmos · §u11-rem-mid

Unit 11 rem mid

Rem mid: Unit 11; lemma continues; reading with the letter.

Greek

διαναπαυομένους ἐπὶ κακίᾳ καὶ ψευδοδοξίᾳ τῷ θέλγεσθαι ὑπὸ ἡδονῆς συνταράξει ὁ θεὸς ἐν ὀργῇ αὐτοῦ, θορυβουμένους ἐπὶ προσδοκίᾳ τιμωρίας. τούτους δὲ ου τω διατεθέντας καταφάγεται πῦρ οὐ σωματικὸν πάντως ἀλλὰ τὸ ἀκολουθοῦν τῇ νόσῳ τῆς ψυχῆς, η τοι μεταμελουμένης ἐφ' οι ς ε δρασεν κακοῖς αὐτῆς τῆς μεταμελείας δίκην πυρὸς διεσθιούσης αὐτήν, η τῆς δυσαρεστήσεως γεννώσης αὐτῇ πῦρ ἀνάλογον ταῖς τοῦ σώματος νόσοις. ω σπερ γὰρ αἱ σωματικαὶ τροφαὶ πέρα τοῦ δέοντος προσενεχθεῖσαι η νοσοποιὸν ποιότητα ε χουσαι πυρετοὺς ἐγείρουσιν τοῖς 46 βεβρωκόσιν, ου τω τοῖς τραφεῖσιν τὴν κακίαν καὶ τὰ φαῦλα δόγματα ἀκολουθήσει ἐκ τούτων τῶν τροφῶν κατάλληλον πῦρ, ο καταφάγεται αὐτοὺς οὐκ ἀναλίσκον αὐτῶν τὴν τῆς ψυχῆς οὐσίαν (ἀνώλεθρος γὰρ αυ τη) ἀλλὰ τὴν ποιότητα, καθ' η ν ξύλα χόρτον καλάμην α χυρα καὶ ζιζάνια γεγένηνται, ι να τῶν ἐπισυμβάντων ἀναλωθέντων καθαρὰ ἡ δεδεγμένη αὐτὰ οὐσία ὀφθῇ. 171 Ps 20,11 Καὶ ἐνταῦθα δείκνυται οὐχ ἡ οὐσία αὐτῶν ἀπολλυμένη ἀλλ' α κακῶς ἐκαρποφόρησαν· ε ξεις δὲ μοχθηραὶ καὶ φαῦλα ε ργα ἐστίν. Ωσπερ τὰ καρπὸν τέλειον φέροντα φυτὰ ἐξ αὐτοῦ τοῦ πληρωθέντος καρποῦ προβάλλονται σπέρμα ἐπὶ τῷ ο μοια αὐτοῖς ε τερα φυτὰ γενέσθαι, ου τως οἱ ἐν κακίᾳ καὶ δυσσεβείᾳ καρποφορήσαντες διδασκαλίας σπέρμα καταβάλλονται ἐπὶ τῷ ὁμοίους αὐτῶν φαύλους καὶ δυσσεβεῖς ποιῆσαι. τούτου τὸ σπέρμα ἀφανίζει θεὸς ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. 172 Ps 20,12.13 Εκλιναν εἰς αὐτὸν κακὰ η τοι α θεα περὶ αὐτοῦ δόγματα η τὴν αἰτίαν τῆς κακίας προσάπτοντες αὐτῷ· ἐξέκλιναν δὲ κακὰ εἰς τὸν σωτῆρα οἱ προδόται καὶ ἐχθροὶ αὐτοῦ ἀποδεδειγμένοι. σημειωτέον ο τι κατ' ε κκλισιν ἐπιτελεῖται τὰ κακὰ καὶ οὐ κατ' εὐθύτητα ω σπερ τὰ ἀγαθά. διὰ πάντων δὲ οἱ φαῦλοι διαστραφέντες καὶ ἀδυνάτοις ἐγχειροῦσιν· διαλογίζονται γὰρ ἐπιβουλευτικῶς κατὰ τοῦ βλάβην μὴ ὑπομένοντος. τάχα δὲ καὶ πᾶς κακός, δι' ω ν ἁμαρτάνει, διαλογίζεται βουλὴν τὴν μὴ δυναμένην στῆναι τῷ ἀβέβαιον καὶ μὴ μένουσαν ει ναι τὴν κακίαν. Οτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. ου ς ἀποστρέφεται ὁ θεός, τούτους νῶτον τίθεται δυναμένους ει ναι πρόσωπον. Η καὶ ου τως· τοὺς μὴ οι ους τε ὁρᾶν τὸ πρόσωπον τοῦ θεοῦ τῷ μὴ ε χειν καρδίαν καθαρὰν τίθεται κατανοεῖν τὰ ὀπίσω αὐτοῦ τὰ μετ' αὐτὸν ο ντα δημιουργήματα, ι να τὴν κτίσιν αὐτοῦ θεωροῦντες ε ννοιαν αὐτοῦ λάβωσιν, ι να καὶ ἀποβαλόντες δι' α ἀδυνάτως ε σχον καθαρὸν ε χειν πρόσωπον, προσβαλόντες τῷ θεῷ αὐτὸ τὸ τοῦ θεοῦ πρόσωπον ι δωσιν. διό φησιν· Καὶ ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. περίλοιπα δὲ τοῦ θεοῦ τὰ ἀνωτέρω τῶν αἰσθητῶν κτισμάτων αὐτοῦ ἐστιν. 173 Ps 20,14a ̓Επεὶ συγκαταβαίνων τῇ ἀσθενείᾳ ἡμῶν ἀσθενές τι ἀνείληφας ο περ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν, σταυρωθεὶς ἐξ ἀσθενείας, ̔Υψώθητι ἐν τῇ δυνάμει σου. 174 Ps 20,14b Τὸ ᾳ δειν ἐπὶ θεωρίας ληπτέον, τὸ δὲ ψάλλειν ἐπὶ τῷ κατὰ ἀρετὴν ἐνεργεῖν. θεωροῦντες ου ν τὸ νοητὸν τῶν δυναστείων καὶ πράττοντες κατ' αὐτάς, Αισομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, α ς ἐδυναστεύσας οι α τροπαιοῦχος βασιλεὺς κατὰ διαβόλου καὶ τῶν ἀντικειμένων δυνάμεων. δύναται δηλοῦν καὶ τὸ Χαριστηρίους αι νους ἀνακρουσόμεθά σοι δυναστεύσαντι κατὰ τοῦ θανάτου. 175 Ps 21,1 ̓Αντίληψις ἑωθινὴ κατορθοῦται, τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνίσχοντος καὶ ἀρχὴν ἡμέρας κατασκευάζοντος· ἡ γὰρ ἀνατολὴ τοῦ ἀληθινοῦ φωτὸς τῇ νυκτὶ τῆς ἀγνοίας καὶ πλάνης τέλος ἐπιθεῖσα ε ω πνευματικὴν ἀνέλαμψεν. αυ τη δὲ ἀρχομένη ἐπὶ τέλος φωτισμοῦ τελείου καταντήσει, δι' ο ν φωτισμὸν πάντα τὰ α λλα πνευματικὰ πνευματικῶς ἐτελέσθη τῷ τέλος ει ναι, ου χάριν τὰ α λλα πάντα, αὐτὸ δὲ οὐδενὸς ε νεκα, ο καὶ ε σχατον ὀρεκτὸν καλοῦσιν τῷ μὴ ει ναι ἀνωτέρω τούτου ου τις ὀρεχθείη τῷ τοῦτο ει ναι τὸ τελικώτατον ἀγαθόν. ̔Η προγραφὴ ου ν τοῦ προκειμένου ψαλμοῦ εἰς τέλος ᾳ δεται τῆς ἑωθινῆς ἀντιλήψεως τῷ ∆αυίδ, τουτέστιν τῷ ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα γεγενημένῳ. καὶ τοῦτο δὲ τηρητέον ο τι φυλάττει πρόσωπον ε ν λέγον ἀπ' ἀρχῆς μέχρι τέλους ὁ ψαλμὸς οὐδὲ μιᾶς μεταβολῆς εὑρισκομένης περὶ τὸ λέγον πρόσωπον. καὶ ἐπεὶ ἡ καινὴ διαθήκη λέξεις ἀπὸ τοῦ ψαλμοῦ ε λαβεν ὡς ὑπὸ τοῦ Χριστοῦ ῥηθείσας, ἀνάγκη πάντα αὐτὸν ἐκ προσώπου τοῦ Χριστοῦ ἑρμηνεῦσαι. δηλώσομεν δὲ τὰς λέξεις, αι ς ἡ καινὴ διαθήκη ἐχρήσατο, ἐπ' αὐτὰς φθάσαντες. 47 176 Ps 21,2a Σημειωτέον δὲ ο τι ὀρθῇ πτώσει ἀντὶ κλητικῆς κέχρηται· ἀντὶ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.