Fragmenta in Psalmos · §u13-rem-close

Unit 13 rem close

Rem CLOSEOUT: Unit 13 CLOSEOUT.

Greek

ὑπομένοντάς σε. Τάχα δὲ ἁρμόζει ταῦτα τοῖς πρὸ τῆς ἐπιδημίας ἁγίοις. προσδοκῶσιν αὐτὸν καὶ ὑπομένουσιν τὴν δεῦρο κάθοδον αὐτοῦ. ἐληλυθότος γὰρ αὐτοῦ, τέλος ι σχει ὁ γέλως τῶν ἐχθρῶν, ο ν ἐκάγχαζον κατὰ τῶν ἐπὶ θεὸν ἐλπιζόντων. 217 Ps 24,3b Τὸ ∆ιὰ κενῆς τὸ μάταιον καὶ κενὸν σημαίνει. τοιοῦτό ἐστιν τὸ ἐν Παροιμίαις Αυ τη ἡ ὁδὸς πάντων τῶν συντελούντων τὰ α νομα, αἰσχύνην φέρουσα τοῖς διὰ κενῆς ἀνομοῦσιν· οὐ γὰρ ἐπί τινι τέλει χρηστῷ ὡς οἱ φύλακες τοῦ νόμου τὰ τῆς ἀνομίας ἐπιτελοῦσιν. 218 Ps 24,4.5 ̔Οδοὺς κυρίου ῥητέον τὰς ἐντολὰς αὐτοῦ. ἀλλὰ καὶ αὐτὰς Τὰς ἐπὶ ταῖς ὁδοῖς τρίβους δίδαξόν μέ φησιν, ι να τὰ ι χνη α ε τριψαν οἱ προοδεύσαντες ε χων ἀπλανῆ τι ποιήσωμαι τὴν πορείαν. ἐπειδὴ δὲ μὴ ἀπαρκεῖ πρὸς τελείαν σωτηρίαν μόνος ὁ πρακτικὸς βίος, ι να σὺν τούτῳ καὶ τὸν θεωρητικὸν κατορθώσω, ̔Οδήγησόν με παιδευτικῶς ἐπὶ τὴν ἀλήθειάν σου. Καὶ α λλως δὲ κατὰ τὸν τόπον λεχθήσεται· τοῦ νόμου καὶ τῶν προφητῶν ὁδῶν κυρίου τυγχανουσῶν, οὐκ α λλος αὐτὰς γνωρίσαι τῷ ποθοῦντι πειραθῆναι αὐτῶν οι ός τε η ὁ κύριος. αὐτὸς γὰρ γνωρίσας ἡμῖν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰς τρίβους διδάξας, διὰ τοῦ λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις, ̔Οδήγησόν με ἐπὶ τὸν εἰπόντα· ̓Εγώ 56 εἰμι ἡ ἀλήθεια, ἐπ' ἐσχάτου τῶν ἡμερῶν λαλήσας ἐν υἱῷ. καὶ γὰρ σύ, ω θεέ, σωτήρ μου τυγχάνεις· δι' ω ν γὰρ ἐδίδαξάς με, σωτηρίαν μοι παρέσχου. 219 Ps 24,6 ̔Ως ἰδία ἐνέργεια τοῦ φωτὸς τὸ φωτίζειν καὶ τῆς ἐπιστήμης εἰς τὸ γινώσκειν α γειν, ου τω τοῦ θεοῦ οἰκεία ἐνέργεια τὸ οἰκτείρειν καὶ ἐλεεῖν ο θεν καὶ Πατὴρ τῶν οἰκτιρμῶν ει ρηται. ο ου ν βούλεται λέγειν ὁ α γιος τοιοῦτόν ἐστιν· οἰκτίρμων τυγχάνων πατὴρ τῷ πηγὴ καὶ ἀρχὴ αὐτῶν ει ναι Μνήσθητι τούτων τῶν σῶν γενημάτων. εἰ γὰρ καὶ πρὸς ὀλίγον ὠργίσθῃς τοῖς ἡμαρτηκόσιν, ἀλλ' ἡ ὀργὴ οὐ κατὰ φύσιν σου ου σα ἀλλὰ χρησίμως ὑποστᾶσα ἐπὶ τῷ ἀναιρῆσαι κακίαν παυσάσθω, μνήμην σου λαμβάνοντος τῶν κατὰ φύσιν σου οἰκτιρμῶν. εἰώθαμεν δὲ καὶ ἡμεῖς, ἀγανακτοῦντες τοῖς ἡμετέροις, καὶ ι λεω ἀνθρώποις λέγειν Μνήσθητι τῆς ἀγαθότητός σου καὶ μίμησαι σεαυτὸν καταλλασσόμενος τοῖς ὑπὸ τὴν ἀγανάκτησιν. Ωσπερ ου ν οἱ οἰκτιρμοὶ καταλλήλως τῷ θεῷ πρόσεισιν, ου τω καὶ τὰ ἐλέη αὐτοῦ κατὰ φύσιν αὐτῷ παρόντα ̓Απὸ τοῦ αἰῶνός εἰσιν, ο θεν καὶ εἰς τὸν αἰῶνα μένουσιν κατὰ τὸ Οτι εἰς τὸν αἰῶνα τὸ ε λεος αὐτοῦ· καὶ πρός τινα δέ φησιν ὁ θεὸς ̓Ελέῳ αἰωνίῳ ἠλέησά σε. 220 Ps 24,7ab Οὐδεὶς μετανοῶν ἐπὶ παροῦσιν καὶ ε τι ἐνεργουμένοις ἁμαρτήμασιν ἐξομολογεῖται ἀλλ' ἐπὶ παυσαμένοις καὶ οὐκ ε τ' ου σιν. τοῦτο γοῦν λέγει καὶ νῦν, φάσκων ̔Αμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. τὰ γὰρ ἐν νεότητι ἡμαρτημένα καὶ ἠγνοημένα οὐκ ε τ' ἐνεργεῖται τῷ τὴν νεότητα διαβεβηκότι. τάχα δὲ τὸ τῆς νεότητος ο νομα οὐχ ἡλικίαν ἐνταῦθα δηλοῖ ἀλλὰ τὸ α στατον καὶ ἀβέβαιον τοῦ η θους. ο σον γάρ τις ἐν τοιαύτῃ καταστάσει ἐστίν, ἀγνοεῖ καὶ ἁμαρτάνει, ε ως ὁ θεὸς αι σθησιν καὶ ε ννοιαν δῷ ῃ φησὶν ἡ γραφὴ Ινα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αι σθησίν τε καὶ ε ννοιαν. ̓Αξιώσας ου ν ο πως μὴ μνησθῇ τῶν τῆς νεότητος αὐτοῦ ἁμαρτιῶν καὶ ἀγνοιῶν, ἐπήγαγεν εὐθὺς τὸ Κατὰ τὸ ε λεός σου μνήσθητί μου. κατὰ ἐλεημοσύνην γὰρ μιμνήσκεται ὁ θεὸς ου τῶν πταισμάτων οὐ μνημονεύει. 221 Ps 24,7c Κατὰ φύσιν ι λεως ω ν καὶ ἀγαθὸς ὁ θεὸς σύμφυτον ε χει χρηστότητα, η ς ε νεκα σὺν ἐλέῳ μνημονεύει τοῦ μετανοοῦντος. 222 Ps 24,8 Καὶ εὐθής ἐστιν η τοι διὰ τὸ πρὸς ἁμαρτίαν μὴ πεφυκέναι η διὰ τὸ εὐθύνας ἀπαιτεῖν τοὺς ἁμαρτάνοντας, ο θεν καὶ Νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. τοὺς γὰρ ε τι ἐνεργοῦντας τὸ κακὸν ὑποβάλλει νόμῳ, ο πως κωλυθέντες τοῦ ἁμαρτάνειν τὴν σωτήριον ὁδεύσωσιν ὁδόν. 223 Ps 24,9 ̔Ο νομοθετῶν θεὸς ὁδηγήσει τοὺς πραότητα καὶ εὐστάθειαν ε χοντας ἐν κρίσει τουτέστιν ἐξητασμένως καὶ ἠκριβωμένως. ὁ γὰρ μαθὼν δύο ὁδοὺς πρὸ προσώπου τοῦ ἀνθρώπου ει ναι, τὴν τῆς ζωῆς καὶ τοῦ θανάτου, καὶ τὴν μὲν τοῦ θανάτου ἀποστραφείς, ὁδεύων δὲ τὴν τῆς ζωῆς ὁδόν, ̓Εν κρίσει βαδίζει, ποδηγούμενος ὑπὸ κυρίου, διὰ τὸ γαληνὸν καὶ εὐσταθὲς τῆς διανοίας· οἱ γὰρ πραεῖς ἀταραξίαν ε χουσι λογισμῶν. Αὐτὸς δὲ ὁ κύριος μετὰ τὸ ὁδηγῆσαι ἐν κρίσει τοὺς πραεῖς διδάξει αὐτοὺς καὶ τὰς ἑαυτοῦ ὁδούς, η τοι τὰς πρὸς αὐτὸν φερούσας η α ς αὐτὸς πορεύεται· ὁ γὰρ ὀπίσω κυρίου πορευόμενος τὰς ὁδοὺς αὐτοῦ μανθάνει. 224 Ps 24,10 Πᾶσαι αἱ πρὸς κύριον φέρουσαι ὁδοὶ η α ς αὐτὸς βαδίζει τὸν εἰρημένον τρόπον

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.