Fragmenta in Psalmos Unit 14 opening
Unit 14.
Lemma-led open — κατ ἀλήθειαν κατορθούμεναι καὶ σὺν χρηστότητι γινόμεναι ε λεός εἰσι καὶ ἀλήθεια· δεῖ γὰρ ἐ
Greek
κατ' ἀλήθειαν κατορθούμεναι καὶ σὺν χρηστότητι γινόμεναι ε λεός εἰσι καὶ ἀλήθεια· δεῖ γὰρ ἐλεηθῆναι πρότερον, ι να τις ἐπιβῇ αὐταῖς καὶ ου τω δι' αὐτοῦ τοῦ ὁδεύειν ἐπ' αὐτὴν τὴν ἀλήθειαν φθάσῃ. οὐ πᾶσιν δὲ ε λεος καὶ ἀλήθεια θεωροῦνται αἱ ὁδοὶ τοῦ κυρίου ἀλλὰ Τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ· ὁ γὰρ ἐκτὸς ω ν τῆς διαθήκης καὶ τῶν μαρτυρίων α πειρός ἐστιν τῆς χρηστότητος καὶ τοῦ κάλλους τῶν κυριακῶν ὁδῶν. ̓Εκζητητέον ου ν τὴν διαθήκην η ν διέθετο ὁ θεὸς τοῖς πατράσιν ἐξάγων αὐτοὺς ἐκ τῆς πνευματικῆς Αἰγύπτου τουτέστιν τῆς πολυθέου πλάνης. ἐκζητήσαντες γὰρ καὶ ἐρευνήσαντες αὐτὴν εἰσόμεθα καὶ τὴν καινὴν διαθήκην η ν ἐβεβαίωσεν ̓Ιησοῦς τῷ αι ματι τῷ ἰδίῳ· πᾶσα γὰρ διαθήκη ἀνίσχυρος μὴ θάνατον ἐσχηκότος τοῦ διατιθεμένου, ῃ φησιν ὁ ἀπόστολος· ∆ιαθήκη γὰρ ἐπὶ 57 νεκροῖς βέβαια, ἐπεὶ μήποτε ἰσχύει ο σον ζῇ ὁ διατιθέμενος. διὸ πληρῶσαι τὴν ἑαυτοῦ διαθήκην ὁ ̓Ιησοῦς βουλόμενος θάνατον ἀνεδέξατο. ἐκζητητέον δὲ ἐν τῇ διαθήκῃ καὶ τὰ μαρτύρια τοῦ θεοῦ, τοὺς μεμαρτυρηκότας καὶ ἐμπνευσθέντας ὑπ' αὐτοῦ λόγους. 225 Ps 24,11 Ενεκα τῆς σῆς προσηγορίας, ω δέσποτα, ἐγὼ ὁ σὸς οἰκέτης ἐκζητήσω τὴν διαθήκην σου, ἐλευθερίαν ἐξ αὐτῆς προσδοκῶν η κληρονομίαν η ν ὡς υἱῷ γενομένῳ ω ρισας· ἀλλὰ καὶ ̔Ιλάσθητι τῇ ἁμαρτίᾳ μου, οὐ τῇ ε τι ἐνεργουμένῃ ἀλλὰ παυσαμένῃ. Πολλὴ γάρ ἐστιν, οὐ κατὰ ποσότητα ἀλλὰ κατὰ σύγκρισιν τῆς προσεῖναι ὀφειλούσης καθαρότητος. 226 Ps 24,12 ̔Ο φοβούμενος θεὸν σπανίζει μέν, οὐκ ἀνεύρετος δέ ἐστιν. τούτῳ ου ν νομοθετεῖ ὁ κύριος ὁδόν, η ν ᾑρετίσατο η τοι αὐτὸς ὁ κύριος η ὁ φοβούμενος αὐτόν. 227 Ps 24,13 ̔Η ψυχὴ τοῦ εὐλαβοῦς τῶν ἀγαθῶν περαιτέρω μὴ γινομένη ἐν αὐτοῖς αὐλίζεται, ἐνεργοῦσα αὐτὰ ἀεί. διὸ καὶ καθόλου τεύξεται τὸ σπέρμα ε χειν κληρονομοῦν τὴν γῆν, οὐ τὴν ὑπὸ πόδας ἀλλὰ τὴν τῶν πραέων. 228 Ps 24,16b–20 Μονογενῆ ἑαυτὸν φάσκει κατὰ τὸν λέγοντα· Κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. διὸ καὶ πτωχός εἰμι, οὐκ ε χων τὴν ἐκ τῶν ὁμοζήλων ἀρωγήν. ἰστέον δ' ο τι τὸ μονογενὲς σημαίνει τὸ μόνον, ω σπερ καὶ τὸν η λιον μονογενῆ ἐρεῖς· οὐ ταὐτὸν α ν τῷ μονογενεῖ υἱῷ· ο που γὰρ πρόσκειται τῷ μονογενεῖ υἱὸς η παρὰ πατρὸς μονογενές, λέγεται τὸ μόνον ἐξ ἐκείνου τυγχάνον. Θλίψεις δὲ τῆς καρδίας νοήσεις καὶ τοὺς διοχλοῦντας ἐναντίους λογισμούς. ̓Εκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ἐκ τῶν περιεστηκότων βιαζομένων καὶ ἀναγκαζόντων ἐκκροῦσαι τὴν πρόθεσίν μου ὡς ἐκ μεγάλων ἀναγκῶν ἐξάγαγέ με. Αι σθησιν τῶν ἁμαρτημάτων ἑαυτοῦ λαβών τις ταπεινούμενος διὰ τὸ ἀπαρρησίαστον καὶ κάμνων διὰ καρποὺς μετανοίας ἐρεῖ τὸ Ιδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ α φες πάσας τὰς ἁμαρτίας μου. Οτ' α ν παύσηταί τις ω ν πρότερον ἐνήργει ἁμαρτημάτων, ἐχθροὺς ε ξει τοὺς ἐνεργοῦντας αὐτὰ δαίμονας. ου τοι δὲ καὶ πολλοὶ κατὰ τοῦ ἐπιβουλευομένου γινόμενοι μῖσος α δικον μισοῦσιν αὐτόν· μῖσος δὲ α δικόν ἐστι τὸ γινόμενον κατὰ τῶν μὴ α ξια μίσους πραττόντων, δικαίως μισουμένων τῶν φαύλων. Φύλαξον τὴν ψυχήν, ο πως μὴ ὑποπέσῃ τοῖς ἀδίκως μισοῦσι· ἀλλὰ καὶ ῥῦσαι αὐτὴν ἀπὸ πράξεων τοιούτων ἐφ' αι ς κρατῆσαι αὐτῆς δυνήσονται. 229 Ps 24,21 ̓Ακάκους λέγει η τοὺς στερομένους κακίας η τοὺς ἁπλουστέρους, εὐθεῖς δὲ τοὺς κατορθώσαντας τὴν τελείαν ἀρετήν. ου τοι ου ν ̓Εκολλῶντό μοι (δι' ὁμοφροσύνην), ο τι ὑπέμεινά σε, κύριε. τάχα δὲ καὶ ἀκάκους λέγει τοὺς ἐξ ἀνθρώπων σπουδαίους, εὐθεῖς δὲ τοὺς θείους ἀγγέλους κολλωμένους αὐτῷ τῷ καὶ θείας δυνάμεις γίνεσθαι περὶ τὸν σπουδαῖον. 230 Ps 25,1bc Οὐδεὶς ἁμαρτάνων κριθῆναι βούλεται ἐφ' οι ς πεποίηκεν καὶ μάλιστα πρὸς τοῦ τὰ κρυπτὰ ὁρῶντος. ὁ δὲ ἐν ἀκακίᾳ πορευθεὶς τουτέστιν προκόψας ἀξιοῖ τούτου τυχεῖν· οι δεν γὰρ μισθοῦ η κληρονομίας τευξόμενος, Καὶ ἐπὶ τῷ κυρίῳ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.