Unit 16 rem close
Rem CLOSEOUT: Unit 16 CLOSEOUT.
Greek
διὰ τὸ α στατον καὶ ἁλμυρὸν η θος τῶν ἐπὶ γῆς. τούτου ου ν δίκην τρικυμίας ἐσκεδασμένου συνήγαγεν αὐτὸ υ δατα θαλάσσης καλούμενον ὡσεὶ ἐν ἀσκῷ ῳ ἀνέλαβεν ὁ σωτὴρ σώματι, ο πως γαληνὸν καὶ εὐδιεινὸν γένηται. Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. οὐδὲν τῶν ἐν τῇ κτίσει ἀτάκτως φέρεται· ε καστα γὰρ ω σπερ ἐν θησαυροῖς τῷ ἑαυτοῦ βουλήματι συνέχων ἀφίησιν καὶ ἐπέχει ὡς α ν αὐτῷ δοκῇ. ἀμέλει γοῦν καὶ τοὺς ἀνέμους ἐκ θησαυρῶν ἐξάγειν λέγεται, οὐ κατ' ἰδίαν φορὰν 69 τούτων φερομένων ἀλλὰ βουλήσει τοῦ πεποιηκότος ὁτὲ μὲν ἀποκλειομένων, ὁτὲ δὲ ἐξαγομένων. ἀλλὰ καὶ τὸν θησαυρὸν τῶν ἀγαθῶν οὐρανὸν ἀνοίγων δίδωσιν ὑετὸν τῷ σπέρματι τῆς γῆς, ω σπερ αυ καὶ ἐπέχει τὸν ὑετὸν κλείων τὸν οὐρανὸν ὡς ἐπὶ τοῦ προφήτου ̓Ηλιοῦ· καὶ τὰς ἀβύσσους ου ν ἱκανῶς ἐχούσας διὰ τὸ πλῆθος τὸ ἀπεριόριστον τῶν ὑδάτων βλάψαι ἐν θησαυροῖς τίθεται περικλείων αὐτάς, ι ν' ο τ' α ν βούληται χρήσηται αὐταῖς ὡς συμφέρει κατὰ καιρόν. 298 Ps 32,7 ∆ύναται δὲ καὶ τὰ ἀκατάληπτα τῶν νοημάτων καὶ ἀνεξερεύνητα τῶν κριμάτων αὐτοῦ, τυγχάνοντα ἀβύσσους, τεθεικέναι ἐν τοῖς ἀποκρύφοις θησαυροῖς τῆς γνώσεως καὶ τῆς σοφίας, ὡς μηδένα ἐξ ἑαυτοῦ τούτου τυγχάνειν εἰ μήπου ὁ θεὸς παράσχοι. 299 Ps 32,8.9 ̓Επεὶ αὐτοῦ εἰπόντος ἐγενήθησαν καὶ αὐτοῦ ἐντειλαμένου ἐκτίσθησαν, σαλευθήτωσαν ὑπ' αὐτοῦ· τοῦ γὰρ πεποιηκότος καὶ τὸ ἀλλοιοῦν ἐπὶ τὸ καλόν ἐστιν. σημαίνει δὲ τὸ ̓Εγενήθησαν τὴν οὐσίωσιν τῶν εἰς τὸ ει ναι ἠγμένων, τὸ ̓Εκτίσθησαν δὲ τὴν διακόσμησιν τὴν μετὰ τὴν οὐσίωσιν γεγενημένην. εἰ δὲ εἰπόντος καὶ ἐντειλαμένου θεοῦ ἐγενήθη καὶ ἐκτίσθη τὰ πάντα, ἐστὶν ῳ ει πε καὶ ἐνετείλατο οὐκ α λλος παρὰ τὸν δημιουργικὸν λόγον· ἐστὶν δὲ ου τος ὁ τοῦ θεοῦ υἱός. 300 Ps 32,11a Καὶ ἀλλαχοῦ δὲ ει ρηται· Α γὰρ ὁ θεὸς ὁ α γιος βεβούλευται τίς διασκεδάσει; 301 Ps 32,11b 301 Ωσπερ τὰ α λλα ἀφ' ω ν οι δαμεν ἀνθρωπίνως περὶ θεοῦ λέγει ὡς χεῖρας καὶ ὀφθαλμοὺς καὶ τὰ α λλα ε χοντος, ου τω καὶ καρδίαν αὐτοῦ λέγει τήν, ι ν' ου τως ει πω, βουλευτικὴν καὶ νοητικὴν αὐτοῦ ἐνέργειαν. ταύτης ου ν οἱ λογισμοὶ ἀραρότες καὶ βέβαιοι τυγχάνοντες παρατείνουσιν ἀπὸ γενεᾶς εἰς γενεάν, τουτέστιν κατὰ πᾶσαν τὴν ἐν γενεᾷ διαδοχὴν οἱ θεῖοι λογισμοὶ μένουσιν. η τάχα ου ς ἐνέβαλεν λογισμοὺς τῇ ἐκ περιτομῆς γενεᾷ, τούτους ἐμβάλλει τῇ ἀπὸ τῶν πιστευόντων ἐθνῶν γενεᾷ· οὐ γὰρ ἐπ' α λλοις κέκληται τὰ ε θνη ἀλλ' ἐπ' ἐκείνοις οι ς ει χον οἱ ἐκ περιτομῆς σκιᾷ κρυπτομένοις. 302 Ps 32,14b Κατοικοῦσι δὲ τὴν γῆν οὐκ α νθρωποι μόνον ἀλλὰ καὶ πνεύματα ἀόρατα καὶ τὰ α λλα θνητὰ ζῷα. εἰς πάντας ου ν τοὺς ἐπὶ γῆς παρατείνει ἡ τοῦ θεοῦ κηδεμονία ἐφορῶντος αὐτοὺς ἐκ τοῦ προειρημένου κατοικητηρίου αὐτοῦ. 303 Ps 32,15b ̓Επεὶ μὴ μόνον τὰ πεπραγμένα ἀλλὰ καὶ τὴν γνώμην ἀφ' η ς ἐνεργεῖται ταῦτα ἐπίσταται ὁ θεός, οὐχ ὁρᾶν ἀλλὰ συνιεῖν πάντα τὰ ε ργα αὐτῶν λέγεται. 304 Ps 32,16.17a Οτι δὲ οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, μαθήσῃ ἐκ τῆς ἱστορίας· Φαραὼ ου ν ει χεν πολλὴν παράταξιν, ἀλλὰ Τὰ α ρματα καὶ τὴν δύναμιν αὐτοῦ ε ρριψεν ὁ θεὸς εἰς τὴν θάλασσαν. πλήρης δὲ τῶν τοιούτων πᾶσα ἡ ἱστορία. καὶ γίγαντα δὲ τὸν ὑπερβαλλόντως ἰσχυρὸν οὐ σωθήσεσθαι ε φη ἐν τῇ παρούσῃ αὐτῷ ἰσχύϊ· ο ψει δὲ τοῦτο ἐπιστήσας τῷ κατὰ τὸν Γολιάθ. εἰ δὲ καὶ τὸν θεομάχον ἡ προσηγορία δηλοῖ, οὐδὲ ου τος σωθήσεται ἐν πλήθει ἰσχύος ω ν ε χει δογμάτων ἀθεότητος. τὸν μὲν ου ν ἰσχυρὸν ου τω καλούμενον ε στιν εὑρεῖν ἐν ̔Ησαίᾳ λέγοντι Γίγαντα καὶ ἰσχύοντα, τὸν δὲ θεομάχον πάλιν παρὰ τῷ αὐτῷ· Γίγαντες ε ρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες. α μα καὶ ἐν Γενέσει· Καὶ η ν Νεβρὼθ γίγας κυνηγὸς ε ναντι κυρίου. Ιππος μέντοι ἑτοιμάζεται ἐν ἡμέρᾳ πολέμου, παρὰ δὲ κυρίου ἡ βοήθεια. 305 Ps 32,19 ̓Επεὶ ὁ ἀπολυόμενος φωτισμὸς ἀπὸ τῶν ὀφθαλμῶν τοῦ θεοῦ ζωή ἐστιν, τούτου μετάσχοντες οἱ εὐλαβεῖς καὶ ἐπὶ τὸν ε λεον τὴν ἐλπίδα ε χοντες ῥυσθεῖεν α ν ἐκ θανάτου τοῦ ἑπομένου τῇ κακίᾳ, ὡς τὰς ψυχὰς αὐτῶν ζωοποιηθῆναι· ἀλλὰ καὶ τοῦ οὐρανίου α ρτου (θεοῦ δὲ λόγος ου τος) μεταλαμβάνοντες διατρέφονται ἐν λιμῷ. λιμὸν δὲ οὐ τὴν σπάνιν τῶν αἰθητῶν τροφῶν ἀλλὰ στέρησιν μαθημάτων λέγει θείων. τούτῳ συνῳδὸν τὸ ̓Επάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν α ρτου οὐδὲ δίψαν υ δατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. 306 Ps 32,20.21 ̓Επεὶ οὐκ αὐτάρκεις ἐσμὲν πρὸς τὸ ἑαυτοῖς βοηθεῖν η ὑπὲρ ἑαυτῶν μάχεσθαι, εἰδότες θεὸν βοηθὸν καὶ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.