Fragmenta in Psalmos · §u17-open

Fragmenta in Psalmos Unit 17 opening

Unit 17.

Lemma-led open — ὑπερασπιστὴν ο ντα ἐπ αὐτῷ ὑπομένομεν τῇ ψυχῇ τουτέστιν ἀπὸ βάθους διανοίας. τάχα δὲ καὶ ο

Greek

ὑπερασπιστὴν ο ντα ἐπ' αὐτῷ ὑπομένομεν τῇ ψυχῇ τουτέστιν ἀπὸ βάθους διανοίας. 70 τάχα δὲ καὶ οἱ πρὸ τῆς ἐπιδημίας ἑαυτοῖς ἀρήγειν μὴ δυνάμενοι ὑπομενοῦσιν τῇ προσδοκίᾳ τὸν ἐσόμενον βοηθὸν καὶ ὑπερασπιστὴν σωτῆρα. Καὶ ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. α λλοι ἐπί τινι τῶν προσκαίρων εὐφραίνονται διαχεόμενοι τὴν ψυχὴν ο τ' α ν τι τούτων παρῇ, ἡμεῖς δὲ ἐπὶ τῷ κυρίῳ τὴν θείαν καὶ αἰωνίαν εὐφροσύνην ε χομεν, οὐ σωματικὴν εὐπάθειαν ἀλλὰ νοῦ καὶ καρδίας ε χοντες. διὸ Καὶ ἐπὶ τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἐλπίζομεν, εὐχόμενοι αὐτοῦ μεταλαβεῖν ἁγιασμοῦ ἡμῖν αἰτίου ἐσομένου. 307 Ps 33,4 Ωσπερ οἱ ἐν τῇ καμίνῳ βληθέντες ἐν Βαβυλῶνι, ἐπὶ τῷ μὴ βεβλάφθαι ὑπὸ τοῦ πυρὸς θεὸν ὑμνοῦντες, πᾶσαν τὴν κτίσιν παρέλαβον εἰς τοῦτο, εἰδότες μὴ αὐτάρκεις ει ναι πρὸς τηλικοῦτον (μέγα γὰρ τὸ θεὸν ὑμνεῖν)· ου τω καὶ ὁ λέγων Μεγαλύνατε τὸν κύριον σὺν ἐμοὶ η πᾶσαν τὴν κτίσιν η τοὺς πραεῖς συνδραμεῖν τούτῳ βούλεται. τὸ δὲ μεγαλύναι τὸν θεὸν οὐκ αὐξῆσαι μέγεθός ἐστιν αὐτοῦ (ἀμεγέθης γάρ· σωμάτων ι διον τοῦτο, ὁ δὲ θεὸς ἀσώματος), ἀλλὰ τὸ μεγάλα οὐχ ὡς πρὸς αὐτὸν ἀλλὰ πρὸς ἡμᾶς φρονῆσαι καὶ εἰπεῖν περὶ αὐτοῦ. ̔Υψοῦσι δὲ τὸ ο νομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ οἱ κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ. ὑψοῦται δὲ πρὸς τῶν γενητῶν ἡ τοῦ θεοῦ προσηγορία οὐκ ἐκ ταπεινοῦ μετεωριζομένη, ἀλλ' ο ταν οἱ φρονοῦντες αὐτὴν μηδὲν χαμαιπετὲς ἀλλὰ ὑψηλὰ καὶ οὐράνια διανοῶνται. ὡς γὰρ βεβηλοῦσιν τὸ ο νομα τοῦ θεοῦ οὐκ αὐτοῦ χραινομένου ὀνόματος ἀλλ' ο σον ἐπὶ τοὺς περικειμένους βέβηλα πράττοντας καὶ φρονοῦντας, ου τω καὶ ἁγιάζεται ἐκ τῶν ἡμετέρων ἐνεργημάτων· ο θεν ὁ σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγει, ἐν τῇ εὐχῇ διδάσκων τὸ ̔Αγιασθήτω τὸ ο νομά σου, οὐκ αὐτοῦ τοῦ ὀνόματος καθ' ἑαυτὸ ἐκ μὴ ἁγίου ἁγίου γινομένου. εὐκτέον γὰρ ἁγιασθῆναι αὐτὸ ἐν ἡμῖν ω ν ἁγίως νοοῦσι καὶ πράττουσι. καὶ ου τως ἡ περὶ θεοῦ διάληψις η ν κατ' ε ννοιαν θεοῦ ἠκριβωμένην ε χομεν ἡ τοῦ θεοῦ προσηγορία ἐστίν. ταύτην ἁγιαζομένην ε ξομεν, ο ταν καθ' ἁγιότητα πάντα ἐπιτελῶμεν. ο σον γὰρ ἐν πλάνῃ καὶ ἀγνοίᾳ ε νιοι τῶν ἀνθρώπων εἰσίν, ἡ τοῦ θεοῦ προσηγορία τρόπον τινὰ χραίνεται, ἑλκομένη ἐφ' α μὴ δεῖ. θεοὺς γοῦν ἀγάλματα καὶ τὴν σφῶν κοιλίαν ἐκάλεσάν τινες. 308 Ps 33,5a ̓Επεὶ τῷ ̓Εξεζήτησα τὸ ̓Επήκουσέν μου ἀνταπεδόθη, σαφὲς ο τι τὸ ἐκζητῆσαι καὶ παρακαλέσαι δηλοῖ· η ἐπεὶ μὴ μόνῳ ὀνόματι ἐπιτελεῖ τὰ τῆς εὐχῆς ἀλλὰ καὶ φρονήσει ὀρθῇ καὶ βίῳ καθαρῷ διὰ πάντων τούτων ἐκζητήσας τὸν κύριον, ε σχεν αὐτὸν ἐπινεύοντα. 309 Ps 33,5b Καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρρύσατό με. φέρεται Καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με. 310 Ps 33,6 ̓Επεὶ φῶς ἀληθινὸν ὁ κύριος, ὁ προσερχόμενος αὐτῷ μεταλαμβάνων αὐτοῦ φωτίζεται· φωτισθεὶς δὲ πολλὴν παρρησίαν ἀναλαβὼν ἀκαταίσχυντον ε χει τὸ πρόσωπον. προστάττει δὲ τὸ πνεῦμα προαιρετικῶς προσελθεῖν τῷ κυρίῳ, ι να φωτισθέντες τὸ τῆς ψυχῆς πρόσωπον πᾶσαν αἰσχύνην ἀποβάλωμεν. 311 Ps 33,7 Πτωχὸν ἐνταῦθα καλεῖ τὸν μὴ δυνάμενον ἐκ τῶν παρουσῶν θλίψεων ἑαυτὸν σῶσαι. πάντες δὲ ταύτην τὴν πτωχείαν ε χομεν, ω στε περὶ παντὸς λέγει χρῄζοντος ἐκ θεοῦ σωτηρίας. 312 Ps 33,8 Εἰ φοβουμένους τὸν κύριον τοὺς τὸ πνεῦμα τῆς δουλείας ε χοντας ἐνταῦθα δηλοῖ, ἀγγέλων ου τοι περικυκλούντων αὐτοὺς δέονται ῥυομένων αὐτοὺς ἐκ τῶν βλάπτειν βουλομένων, ω σπερ καὶ οἱ μικροὶ τῶν πιστευόντων ἐπὶ τὸν σωτῆρα ἀγγέλους ε χουσιν συνόντας ὁρῶντας τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός, τῶν τελείων τὸν θεὸν τῶν ἀγγέλων ἐχόντων συνόντα. εἰ δὲ τελείους ἐκλαμβάνοιμεν τοὺς θεὸν φοβουμένους, παρεμβαλόντα κύκλῳ αὐτῶν α γγελον ἐπὶ τῷ ῥύεσθαι αὐτοὺς οὐκ α λλον ἐροῦμεν η τὸν τῆς μεγάλης βουλῆς α γγελον τοῦ θεοῦ σωτῆρα. τούτῳ ἀκόλουθον καὶ τὸ ὑπὸ ̓Ιακὼβ λεγόμενον· ̔Ο α γγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου· ἐκ πάντων

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.