Unit 17 rem early
Rem early: Unit 17; lemma and argument toward the thesis.
Greek
τῶν κακῶν οὐκ οι ός τε ῥύεσθαι α γγελος ἀλλ' ὁ σημαινόμενος σωτήρ. 313 Ps 33,9a 71 ̓Επὶ θεοῦ τὸ χρηστὸν ταὐτὸν τῷ ἀγαθῷ σημαίνει. ἐπεὶ ου ν καὶ τρόφιμός ἐστιν α ρτος ω ν ζωῆς, προστάττει τὸ πνεῦμα τοῖς μὴ ὀρεκτικῶς ε χουσιν ω στε αὐτοῦ ἐμφορηθῆναι, κα ν μόνον γεύσωνται αὐτοῦ. ἡ γὰρ γεῦσις ἱκανή ἐστιν ὀρεκτικοὺς αὐτοὺς ποιῆσαι ὡς καὶ κατατρυφῆσαι αὐτοὺς θελῆσαι. τὸ δὲ γεύσασθαι δηλοῖ τό, κα ν ἀμωσγέπως, ἐπιστῆσαι καὶ ἐξετάσαι περὶ θεοῦ. ψιλὴ γὰρ γεῦσίς φησι τῶν ὑπὲρ α νθρωπόν τε καὶ θαυμασίων ἀσύγκριτον ἐνίησι ταῖς ψυχαῖς τῆς ἀπολαύσεως ε ρωτα. 314 Ps 33,9b Μακάριος ἀνὴρ ο ς ἐλπίζει ἐπ' αὐτόν. ὁ διὰ τὸ τελείως καὶ ἐνελλιπῶς ἐλπίζειν ἐπὶ θεὸν ἀνὴρ ὑπάρχων μακάριός ἐστιν. 315 Ps 33,10 315 ∆ιττὸν ε φαμεν ει ναι τὸν φόβον. εὐθὺς γάρ τις θεῷ προσερχόμενος φόβον πρὸς αὐτὸν ἀναλαβὼν πάσας τὰς ἐντολὰς αὐτοῦ κατορθοῖ. ει ρηται γοῦν· Τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. ἐν τῷ προκειμένῳ δὲ στίχῳ περὶ ὑπεραναβεβηκότος φόβου λέγει ἐφ' ο ν καλεῖ τοὺς η δη ἁγίους γεγενημένους· τὸν γὰρ εἰσαγωγικὸν φόβον προσηκάμενοι ε σπευσαν ἐπὶ τὴν ἁγιότητα. νῦν δὲ ἁγίοις αὐτοῖς ου σι φοβηθῆναι τὸν θεὸν προστάττει φόβον τὸν πληροῦντα παντὸς ἀγαθοῦ, ω στε ἀνελλιπῆ ει ναι τὸν ε χοντα αὐτόν. 316 Ps 33,12b Σημειωτέον ο τι ὡς τὰ α λλα ἀγαθὰ ου τω καὶ ὁ θεῖος φόβος διδακτός ἐστιν, ἐξ ου μανθάνομεν μὴ τὸν παθητὸν δηλοῦσθαι φόβον· ου τος γὰρ ἀδίδακτος τῇ φύσει οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ τοῖς ἀλόγοις ζῴοις ἐνυπάρχει. 317 Ps 33,15.16 ̓Επεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ θεοῦ δυνάμεις τροπικῶς ὀφθαλμοὶ λεγόμεναι ἐπιβλέπουσιν ἐπὶ τοὺς δικαίους, ἀλλὰ καὶ τὰ ω τα αὐτοῦ ε τοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν, τούτου χάριν φησίν· εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ τὸ ἀγαθὸν ποιήσατε. 318 Ps 33,17 Οἱ ἀπρονόητον τόδε τὸ πᾶν τιθέμενοι καὶ ταύτῃ πράττοντες τὰ κακὰ ὡς οὐκ ἐφορῶντος θεοῦ κολάσει περιτυχόντες ἐνθύμησιν λήψονται, παρόντος θεοῦ δίκην αὐτοὺς εἰσπραττομένου. καὶ κατὰ τοῦτο ἐπιφαίνεσθαι αὐτοῖς τοῦ θεοῦ τὸ πρόσωπον λέγεται, ο πως ἐξολοθρευθῇ τὸ μνημόσυνον αὐτῶν οὐ καθ' α παξ ἀλλ' ἐκ τῆς γῆς. μακάριον δὲ τὸ ἐξολοθρευθῆναι τὸ μνημόσυνόν τινων ἐκ γῆς· ου τως γὰρ ἐγγραφήσεται τὸ ο νομα αὐτοῦ ἐν τοῖς οὐρανοῖς. ποιοῦσι δὲ κακὰ οἱ κακίας ἐργάται. 319 Ps 33,21 Τὰ ὀστᾶ τῶν δικαίων ο ντα η τοι δόγματα ἀληθείας η ψυχῆς δυνάμεις φυλάξει ὁ κύριος, οὐκ ἐῶν οὐδὲ τὸ τυχὸν αὐτῶν συντριβῆναι τῷ μηδὲ τὰ δόγματα τοῦ δικαίου μηδ' αυ τὰς δυνάμεις αὐτοῦ ἀνατρέπεσθαι. 320 Ps 33,22a ̔Ο ἁμαρτάνων στερεῖται τῆς ζωῆς τῆς ἐπὶ τηρήσει τῶν ἐντολῶν παραγινομένης, θανάτῳ πονηρῷ περιπίπτων. πονηρὸς δὲ θάνατος η τοι ὁ ἐναντίος τῇ ἀγαθῇ ζωῇ η ὁ πόνον ἐμποιῶν τῷ ὑποκειμένῳ· ου τω γὰρ καὶ ε λκει πονηρῷ ἐπαίσθη ὁ ̓Ιώβ, τῷ δηλονότι πόνον ἐμποιοῦντι. 321 Ps 33,22b Οἱ τὰ φιλητὰ μισοῦντες βλάπτουσιν οὐχ ἑτέρους ἀλλ' ἑαυτούς. καὶ τὸν δίκαιον γοῦν σπουδαῖον ο ντα ὁ μισῶν πλημμελεῖ καὶ τιμωρίᾳ περιπίπτει. 322 Ps 33,23a Σημειωτέον ο τι ἡ κυρίως λύτρωσις ψυχὰς ἀπὸ αἰχμαλωσίας ἐλευθεροῖ· εἰ γάρ ποτε καὶ σώματα λυτροῦται, οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς τοῦτο ποιεῖ· καὶ ψυχαὶ δὲ ῥύονται οὐκ α λλων η τῶν δούλων αὐτοῦ. 323 Ps 33,23b Οἱ ἐπὶ κύριον ἐλπίζοντες οὐκ α ν διαμάρτοιεν τῶν ἐλπιζομένων καὶ προσδοκωμένων. 324 Ps 34,1bc ∆ιδάσκει δὲ καὶ ἐν ἑτέροις τίνες η σαν οἱ πολεμοῦντες αὐτὸν λέγων Οτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ υ ψους. οἱ μὲν ου ν πολεμοῦντες αὐτὸν ἠδίκουν τὸν μηδὲν ἀδικήσαντα· αὐτὸς δὲ οὐκ ἀδικηθῆναι τοὺς ἐχθροὺς ευ χεται ἀλλὰ δικασθῆναι τῇ τῶν ἐχθρῶν ἀδικίᾳ, τὴν τοῦ θεοῦ δικαιοσύνην ἀντιτάττων ἀναιρετικὴν ου σαν τῆς ἀδικίας, ὡς τὸ φῶς ἀναιρετικὸν τυγχάνει τοῦ σκότους. ἡ μὲν ου ν ἀδικία ἐναντία ου σα καὶ ἀντικειμένη τῇ τοῦ θεοῦ δικαιοσύνῃ πολεμηθείη α ν ἐξ αὐτῆς. διὸ καὶ ὁ α δικος α νθρωπος ἐχθρὸς α ν λέγοιτο τῷ δικαίῳ. ἡ δὲ δικαιοσύνη 72 τὸν δίκαιον φίλον ποιεῖ τῷ θεῷ, ο τι δὴ τὰ ι σα τοῖς ι σοις φίλα. διὸ λέλεκται ∆ίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν. θαρρῶν τε τῇ αὐτοῦ δικαιοσύνῃ ὁ δίκαιος ει ποι α ν Κρῖνόν με, κύριε, καὶ δίκασον τὴν δίκην μου. δικάζων τοίνυν ὁ κύριος τοὺς ἀδικοῦντας τὴν ἐν αὐτοῖς ἀδικίαν ἀπόλλυσιν. ου τω δὲ καὶ πολεμεῖ τοὺς πολεμοῦντας τὸν δίκαιον, ἐπ' ἀγαθῷ τῶν πολεμουμένων τοῦτο ποιῶν ὡς α ν παύσαιντό ποτε τὰ ἐχθρὰ τῇ δικαιοσύνῃ πράττοντες. 325 Ps 34,1b Σημαίνει δὲ τὸ ἀδικεῖν βλάβην ἐν τῷ ̓Ιδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ο φεων καὶ σκορπίων καὶ ἐπὶ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.