Unit 25 rem close
Rem CLOSEOUT: Unit 25 CLOSEOUT.
Greek
584 Ps 55,2 Τὸ καταπατεῖσθαι ἐπὶ καταφρονήσεως τάττει ἡ γραφή, ω σπερ ἐπὶ τοῦ μεμωραμένου ἁλὸς λέγεται Εξω βάλλουσιν αὐτό. καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ περὶ τοῦ τὸν Χριστὸν ἐξευτελίζοντος γέγραπται· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας; καὶ ὁ α γιος ου ν ἐξευτελιζόμενος ὑπὸ τοῦ διὰ φαυλότητα ἀνθρώπου ο ντος κατὰ τὸ Οπου ε ρις ἐν ὑμῖν καὶ ζῆλος οὐχὶ σάρκικοί ἐστε καὶ κατὰ α νθρωπον περιπατεῖτε; ἐλεηθῆναι ὑπὸ θεοῦ ἀξιοῖ. Ου τος δὲ ἀδιαστάτως πολέμιος καὶ φονικὸς ω ν ο λην τὴν τοῦ βίου ἡμέραν ἐκθλίβει πολεμῶν τὸν δίκαιον, οὐδὲ κατὰ ποσὸν εἰρηνικὸς ει ναι βουλόμενος. ἐπειδὴ δὲ καὶ ἐν τῇ παραβολῇ τῶν ζιζανίων ὁ τούτων σπορεὺς πονηρὸς α νθρωπος ὁ διάβολος ἡρμήνευται, ἐπίστησον εἰ καὶ περὶ αὐτοῦ ῥηθείη τὰ προκείμενα. 585 Ps 55,3 ̓Αρξάμενοι ἀπὸ πολλοῦ τοῦτο ποιεῖν, φησίν, η τάχα ἀπὸ ὑψηλοτέρας ἡμέρας καὶ ζωῆς καταπεσόντες ἐπὶ τὸ ἐχθροί μου ει ναι ἐληλύθασιν. 586 Ps 55,8a Τοὺς εἰς κακίαν πεσόντας σῴζει ὁ θεὸς δωρεάν, οὐδὲν παρ' αὐτῶν δεχόμενος. ̓Ιδοὺ γάρ φησι ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε, οὐκ ἐξ ε ργων ἀλλὰ χάριτι σῳζόμενοι. τὸ γοῦν ̔Υπὲρ μηδενὸς σημαίνει μὴ ὑπέρ τινος διδομένου αὐτῷ τὴν σωτηρίαν αὐτοῖς παρέχειν. Ps 55,9 Παρρησιαζομένου πρὸς θεὸν ἡ φωνή. ὁ γὰρ ζῶν μὴ τῇ ἁμαρτίᾳ ἀλλὰ τῷ θεῷ δι' αὐτῶν τῶν ε ργων φανερὰν τῷ θεῷ ποιεῖ τὴν ζωὴν ἑαυτοῦ, ἐξαγγέλλων αὐτὴν διαθέσει καὶ πράξει. 587 Ps 55,11 Τὸ ἐπὶ τῷ θεῷ καὶ διὰ τὸν θεὸν προφερόμενον ῥῆμα αἰνετόν ἐστιν, ὡσαύτως καὶ ὁ λόγος. η τοι δὲ ἐκ παραλλήλου κατὰ τοῦ αὐτοῦ τὸ ῥῆμα καὶ τὸν λόγον κατηγορεῖ, η ἐπ' α λλου καὶ α λλου τίθεται τὰς τοιαύτας προσηγορίας. ἐπεὶ γὰρ τὸ ῥῆμα μέρος ἐστὶ λόγου, ὁ εἰς τὴν θεοσέβειαν εἰσαγόμενος πληρεστάτῳ λόγῳ μήπω δυνάμενος κοινωνεῖν ἀπὸ ῥήματος α ρχεται τουτέστι μερικοῦ λόγου. ἀμέλει πρότερον τὸ ῥῆμα κυρίου γίνεται ἐπὶ ̔Ιερεμίαν καὶ μετὰ τοῦτο λόγος κυρίου γίνεται πρὸς αὐτόν· καὶ ἐν ̔Ησαΐᾳ ̓Ακούσατέ φησι ῥῆμα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. ἀκούεται δὲ ῥῆμα κυρίου τῷ ἐν εἰσαγωγῇ γινομένῳ δι' αὐτοῦ. Εἰ δέ τις ἐνστήσεται ῥῆμα λέγων δίδοσθαι τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ι στω πρὸς τὴν μέλλουσαν γνῶσιν καὶ διδασκαλίαν ῥῆμα λαμβάνειν νῦν τοὺς ἐκ μέρους γινώσκοντας καὶ προφητεύοντας, τοῦ τελείου λόγου διδομένου αὐτοῖς τῆς τελείας γνώσεως ἐπιλαμπούσης ὡς τὴν ἐκ μέρους καταργηθῆναι. ̓Αποδεχόμενος ου ν καὶ τὴν εἰσαγωγὴν καὶ τὴν πληρεστάτην τοῦ λόγου ἐπιφοίτησιν ἐπὶ τῷ θεῷ αἰνεῖ ῥήματι καὶ λόγῳ. 588 Ps 55,12 Σάρκα δὲ η τὸν α νθρωπον λέγει η ἐκείνην η ς τὸ φρόνημα ε χθρα εἰς θεὸν τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτασσομένης. ὁ γὰρ ἐν ταύτῃ τῇ σαρκὶ γινόμενος θεῷ ἀρέσαι οὐ δύναται. φοβεῖται ου ν μήτι ποιήσει αὐτῷ σὰρξ ὁ ἐν πνεύματι γινόμενος, ὡς α ν τὰ ε ργα τῆς σαρκὸς νεκρώσας· ου τος γὰρ ἀληθῶς ἐπὶ 109 θεὸν η λπισεν. 589 Ps 55,13 ̔Ο εὐχόμενος ο τε καταλλήλως διάκειται οι ς ἐπαγγέλλεται διὰ τῆς εὐχῆς, ἐν ἑαυτῷ ε χει τὰς εὐχὰς τῆς αἰνέσεως α ς ἀποδώσει τῷ θεῷ. εὐχαὶ δὲ αἰνέσεως αἱ περὶ αἰνέσεως· ὡς γὰρ ευ χεταί τις ποιῆσαι η ἀποδοῦναι τῷ θεῷ τόδε τι, ου τως ευ χεταί τις αἰνέσαι τὸν θεόν. 590 Ps 55,14ab Καὶ ἐπεὶ ἀκολουθεῖ τῷ θανατουμένῳ τὸ θρηνεῖσθαι καὶ δάκρυα ἐπ' αὐτῷ γίνεσθαι, οὐκ α λλος δὲ θρηνεῖ τὸν κατὰ ψυχὴν τεθνηκότα η αὐτὸς ἑαυτόν, εἰκότως μετὰ τὸ ἐρρύσθαι τὴν ψυχὴν ἐκ θανάτου τοῦ νοητοῦ τῆς ἀγνωσίας τῆς περὶ θεοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ δακρύων ἠλευθέρωνται. ̓Ερρύσατο δὲ ἀπὸ ὀλισθήματος τοὺς πόδας, ὑποδήσας αὐτοὺς ὑπόδημα μετεώριζον καὶ α νω τῆς γῆς ποιοῦν. ̓Εγὼ γάρ φησιν ὁ θεὸς ὑπέδησά σε ὑάκινθον. ὁ δὲ ὑάκινθος μιμούμενος τὸ σῶμα τοῦ οὐρανοῦ δηλοῖ τὴν ψυχὴν οὐρανίῳ χρωμένην ὑποδήματι οὐκ α λλῳ τυγχάνοντι η τῆς τοῦ εὐαγγελίου ἑτοιμασίας. μετεωριζομένου ου ν τοῦ ὑποδεδεμένου, ἀκολουθεῖ τὸ ἐξ ὀλισθήματος τοῦ περὶ τὴν υ λην ἐρρύσθαι τοὺς πόδας αὐτοῦ. 591 Ps 55,14c ̔Ρύεταί τις ἀπὸ τῶν προειρημένων ἐπιβλαβῶν ἐπὶ τῷ εὐαρεστῆσαι τῷ θεῷ ζῶν τε καὶ πεφωτισμένος. ὁ γὰρ εὐαρεστῶν τῷ θεῷ ἐν φωτὶ ζώντων τοῦτο ποιεῖ, ζῇ δὲ καὶ πεφώτισται πᾶς μετέχων θεοῦ· αὐτὸς γὰρ ζωὴ ω ν φῶς ἐστι τῶν ἀνθρώπων κατὰ τὸ Καὶ ἡ ζωὴ η ν τὸ φῶς τῶν ἀνθρώπων. 592a Ps 56,2a–c ̔Ο ἐπιδιπλασιασμὸς δηλοῖ ο τι καὶ ἐν τῷ βίῳ τούτῳ καὶ ἐν τῷ μέλλοντι ἐλέου θεοῦ χρῄζομεν. σκιὰν δὲ πτερύγων τὴν θείαν κηδεμονίαν καλεῖ. εἰ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.