Fragmenta in Psalmos · §u26-open

Fragmenta in Psalmos Unit 26 opening

Unit 26.

Lemma-led open — δὲ προδιαστέλλοιτο ἡ σκιὰ τῇ ἀληθείᾳ, ο βούλεται τοιοῦτόν ἐστιν· ἐν τῷ βίῳ τούτῳ τυγχάνων

Greek

δὲ προδιαστέλλοιτο ἡ σκιὰ τῇ ἀληθείᾳ, ο βούλεται τοιοῦτόν ἐστιν· ἐν τῷ βίῳ τούτῳ τυγχάνων ἐν τῇ σκιᾷ τῶν πτερύγων εἰμί, ἐλπίζων καὶ ἐπ' αὐτὰς τὰς πτέρυγας ἐλθεῖν ἐπτερώμενος ἀρετῇ καὶ νοήσει πνευματικῇ. πτέρυγες δὲ θεοῦ η αἱ σκεπαστικαὶ αὐτοῦ δυνάμεις η αἱ ὑψιπετεῖς περὶ αὐτοῦ νοήσεις. 593a Ps 56,2d Τὸ παρέρχεσθαι τὴν ἀνομίαν δηλοῖ πρόσκαιρον αὐτὴν ει ναι· καὶ ὁ Παῦλος γοῦν ἐν τῇ Πρὸς ̔Εβραίους πρόσκαιρον γράφει τὴν τῆς ἁμαρτίας ἀπόλαυσιν. ω σπερ ου ν παρερχομένη, ου τω καὶ ἀπό τινος χρόνου ἀρξαμένη ἐστὶν ἡ ἀνομία· περὶ γάρ τινος ει δους αὐτῆς ει ρηται· ου τε η ν ἀπ' ἀρχῆς ου τε εἰς τὸν αἰῶνα ε σται. 594a Ps 56,3a Οὐ μάτην δὲ Τὸν υ ψιστον ει πεν. ἐπεὶ γὰρ ἡ ἀνομία ἑρπηστικὴ καὶ χαμαιπετής ἐστιν, ὁ ταύτης ἀπαλλακτιῶν πρὸς τὸν υ ψιστον βοᾷ ι ν' εἰς υ ψος αἰρόμενος τῇ βοῇ μακρὰν ἀπὸ τοῦ βλαβεροῦ θηρὸς γένηται. 595a Ps 56,4a ̔Ο ἀποσταλεὶς ἐξ οὐρανοῦ ἐπὶ τῷ σῶσαι ὁ κύριός ἐστι φάσκων Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ι να ποιῶ τὸ θέλημα τὸ ἐμόν. τοῦτον γὰρ ο ντα λόγον αὐτοῦ ἐξαπέστειλεν ὁ θεὸς καὶ ἰάσατο τοὺς τετρωμένους ἐκ τῶν διαφθορῶν αὐτῶν, ω ς φησιν ἑτέρωθι αὐτὸς ὁ ∆αυίδ. Ζητήσειε δ' α ν τις τὸ ἐξ οὐρανοῦ ἀπεστάλθαι, εἰ τοπικὴν ἐκ τοῦ σωματικοῦ οὐρανοῦ ἐκπομπὴν δηλοῖ. δόξει γὰρ α λογον ει ναι τοπικὴν κατάβασιν τῷ θεῷ προσάπτειν. μήποτ' ου ν σημαίνει ἡ οὐρανὸς φωνὴ τὴν ἀσώματον καὶ νοητὴν οὐσίαν, κατὰ τὸ Θησαυρίζετε ἐν οὐρανοῖς, καὶ τὸ ̔Ο θεὸς ἐν τῷ οὐρανῷ α νω. ὁ ἐν μορφῇ τοίνυν θεοῦ καὶ ι σα θεῷ ὑπάρχων μορφὴν δούλου λαβὼν εἰς ἀνθρώπους η κεν. καὶ τοῦτό ἐστι τὸ ἐξ οὐρανοῦ ἀποστεῖλαι ι να ὁ θεὸς λόγος σὰρξ γένηται καὶ ἐπὶ γῆς ὀφθεὶς ἀνθρώποις συναναστράφῃ. τὰ αὐτὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος μυσταγωγῶν ὁ Πέτρος γράφει Α νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπὸ οὐρανοῦ· ἀποσταλὲν γὰρ ἐκ τοῦ νοητὴν οὐσίαν τυγχάνειν τὸ πνεῦμα ἀνθρώποις ἐνῳκίσθη τοῖς εὐαγγελισαμένοις ὑμᾶς. 596a Ps 56,4b Οἱ πρὸ τούτου διὰ τοῦ ἐξευτελίζειν καταπατοῦντές με εἰς ο νειδος ἐδόθησαν, θεοῦ ἀποστείλαντος ἐξ οὐρανοῦ ο πως σωθῶ. ἑωρακὼς γὰρ τὸν τοῦ θεοῦ υἱὸν φροντίσαντα τῆς σωτηρίας μου, ἀσχημονοῦντας αὐτοὺς καὶ ὀνειδιζομένους ει δον καταπατήσαντας ο ν ὁ θεὸς ε σωσεν. 597a Ps 56,4c.5a ̓Εν τῷ προάγοντι στίχῳ εἰπὼν ̓Εξαπέστειλεν ἐξ οὐρανοῦ, 110 οὐκ εἰρηκὼς τί τὸ ἀποσταλὲν ἐξ οὐρανοῦ, νῦν ἑρμηνεύει ο τι ε λεός ἐστι καὶ ἀλήθεια τὸ ῥυόμενον τὴν ψυχὴν αὐτοῦ γενομένην μεταξὺ ἐχθρῶν τῶν καταπατησάντων· ου τοι δέ εἰσι διὰ τὸ α γριον καὶ ὠμόθυμον σκύμνοι. οὐχ ε τερον δὲ κατ' οὐσίαν τῆς ἀληθείας τὸ ε λεος· ἀμφότερα γὰρ ὁ σωτήρ. 598a Ps 56,5b ̔Η κοίμησις τὴν ἀνάπαυλαν πολλάκις σημαίνει, ὡς ἐν τῷ ̓Εν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. ο ου ν βούλεται λέγειν τοῦτό ἐστιν· εἰ καὶ ἐταράχθην καταπατούμενος ὑπὸ ἐχθρῶν καὶ θαμβούμενος τῶν σκύμνων τῶν μέσον με λαβόντων, ἀλλ' οὐ παρέμεινεν ἡ ταραχή. ἐκοιμήθην γὰρ τεταραγμένος, οὐχὶ τεταραγμένος γρηγορῶν ε μεινα ἀλλ' ἐκοιμήθην ἀποβαλὼν τὴν ταραχήν. 599a Ps 56,7b Τούτου σύμβολον η ν ἡ συνεχομένη πνεύματι ἀσθενείας γυνή, Συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές, η ν ε λυσεν ὁ ̓Ιησοῦς ἀπὸ τῶν βρόχων τῶν σατανικῶν θυγατέρα ου σαν ̓Αβραάμ. τάχα δὲ καὶ πᾶς ὁ τὰ κάτω φρονῶν κατακεκαμμένην ε χει τὴν ψυχὴν οὐ δυναμένην τὰ α νω σκοπεῖν ο σον ἐστὶν τοιαύτη. 600a Ps 56,10 Λαοὺς δὲ νοήσεις καὶ τοὺς ἐκ περιτομῆς, ε θνη δὲ τοὺς ἀπὸ τῶν εἰδώλων μετανοήσαντας ὡς μίαν γενέσθαι ἐκκλησίαν. 601a Ps 57 αργ Οἱ ἐν ἀφθαρσίᾳ τὸν κύριον ἀγαπήσαντες εἰς τὸ τέλος τοῦ μὴ διαφθείρειν ἐληλυθότες τὴν στηλογραφίαν δι' ω ν ἐνεργοῦσι καλῶς ἐγείρουσιν. ὡς γὰρ οἱ τἀναντία ποιοῦντες αὐτὰ α πράττουσι κακῶς στήλην ἀπηγορευμένην ποιοῦσιν, ῃ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.