Unit 26 rem early
Rem early: Unit 26; lemma and argument toward the thesis.
Greek
φησιν ὁ νόμος Οὐ ποιήσεις σεαυτῷ στήλην α ἐμίσησεν ὁ κύριος, δηλῶν ο τι πᾶς ὁ τὰ ἀπηγορευμένα πράττων φαῦλον βίον στήλης δίκην ἐγείρει. διὸ καὶ τὸν τὰ ἀγαθὰ ποιοῦντα εἰκότως ἐρεῖς στήλην ἀνατιθέναι ου σαν σύμβολον ω ν διήθλησεν ἀγώνων. 602a Ps 57,3 Ου τος γὰρ καρπὸς δικαιοσύνης καὶ ἐν Παροιμίαις· Νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν. συμπλέκει δὲ ἀδικίαν ὁ ἁμαρτίας συνάπτων ἐν τῷ ἀδιαστάτως ἐνεργεῖν τὸ κακόν. τούτῳ ἰσοδυναμεῖ τὸ Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ε καστος σφίγγεται. Οὐ μάτην πρόσκειται τῷ ̓Ανομίας ἐργάζεσθε τὸ ̓Εν τῇ γῇ· κα ν γὰρ ἐν καρδίᾳ τις ἀνομίαν ποιήσῃ, ̓Εν τῇ γῇ τουτέστι περὶ τὰ ὑλικὰ ἐνεργεῖ αὐτήν. 603a Ps 57,4 Οἱ διαβάλλειν δὲ τὰς γραφὰς ἀποτολμῶντες καὶ ταύτην τὴν λέξιν διέσυραν, λέγοντες μὴ ει ναι οι όν τε ἀπὸ γαστρὸς πλανηθῆναι καὶ ψεῦδος λαλῆσαι· συμπεπληρωκότων γὰρ τὸν λόγον φασὶ τὸ ἁμαρτάνειν. πρὸς ου ς ῥητέον μὴ νενοηκότας τὴν συνήθειαν τῆς γραφῆς ταῦτα· τὸ ἀρτίτοκον βρέφος δεκτικὸν ἀρετῆς καὶ κακίας ἐστὶ δυνάμει, τότε δεχόμενον κατ' ἐνέργειαν ὁποτέραν τούτων τῶν ε ξεων ο ταν γνῶσιν ἀγαθοῦ καὶ κακοῦ σχῇ· τότε γὰρ καὶ συμπληροῦται ὁ λόγος ο ταν κατ' ἀρετὴν α ρξηται ἐνεργεῖν. ̓Εκ κοιλίας μητρὸς λέγεται τὸ ἀγαθὸν πεποιηκέναι. τοιοῦτόν ἐστιν ο φησιν ὁ ̓Ιώβ· Εἰ δὲ καὶ τὸν ψωμόν μου ε φαγον μόνος καὶ ὀρφανῷ οὐ μετέδωκα· ἐκ κοιλίας γὰρ μητρὸς ὡδήγουν αὐτοὺς καὶ ἐξέτρεφον ὡς πατήρ. καὶ ου τοι ου ν περὶ ω ν ὁ λόγος φθάσαντες ἐπὶ συμπλήρωσιν τοῦ λόγου ἀπὸ πλάνης η ρξαντο ἐνεργεῖν. Καὶ σημαίνει τὸ κατ' αὐτὴν τὴν λέξιν φθέγγεσθαι τὸ λελαληκέναι ψευδῆ. τάχα δὲ καὶ ὡς ἐπὶ τοῦ προάγοντος στίχου ει ποιμεν καὶ α λλην ει ναι γέννησιν· οἱ τεχθέντες ἀπὸ φαύλης διδασκαλίας ἀπ' αὐτῆς τῆς γαστρὸς τῆς αὐτοὺς τεκούσης ει χον καὶ τὸ πεπλανῆσθαι καὶ τὸ ψευδῆ λελαληκέναι. 604a Ps 57,5b.6 ̓Ασπίδα βύουσαν τὰ ω τα αὐτῆς τὴν καλουμένην παλαμναίαν φασίν. ει ποτε γὰρ ἐπαοιδὸς κατὰ τὴν σοφίαν ἑαυτοῦ ἐπῳδήν τινα προφέροι δυναμένην κατακοιμίσαι αὐτήν, εἰ ἀκούσοι, βύει τὰ ω τα ἐπὶ τῷ μὴ ἀκοῦσαι τὴν φωνὴν τοῦ ἐπᾴδοντος ου σαν φάρμακον παρὰ σοφοῦ σκευαζόμενον. βύουσι δὲ καὶ ου τοι, οὐ τὰ τῆς αἰσθήσεως ἀλλὰ τὰ τῆς νοήσεως ω τα, ο πως μὴ ἀκούσωσι τῶν τὰς σοφὰς ἐπῳδὰς προφητικὰς καὶ ἀποστολικὰς προφερόντων. τούτων γὰρ ε καστος σοφός ἐστι φαρμακεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν ἀλεξοῦν τὴν τῆς ἀσπίδος 111 ὁρμήν. Φαρμάκου δὲ ἀναγνωστέον ἐν παραθέσει ο ντος, τουτέστι συνοδῶς καὶ οὐ ῥηματικῶς φαρμακοῦται. 605a Ps 57,7.8a Τοῦτο δὲ αὐτοῖς ὁ θεὸς ποιεῖ εὐεργετῶν ι να μὴ κατεσθίοντες τοὺς ὑπὸ σφῶν ἀπατωμένους ἀνθρώπους ὑπερβαλλούσῃ τιμωρίᾳ ὑπεύθυνοι γένωνται, καὶ τὰς μύλας γοῦν αὐτῶν συνέθλασεν ο πως μὴ δάκνωσι μηδὲ κατεσθιῶσιν. σημειωτέον δὲ ο τι κατὰ τὴν γραφὴν διαφέρουσι μύλαι ὀδόντων· οἱ γὰρ τομεῖς καὶ διαιροῦντες τὴν τροφὴν ὀδόντες, αἱ δὲ μασώμεναι καὶ λεαίνουσαι μύλαι. Ωσπερ δὲ τὸ διαπορευόμενον διά τινος πόρου υ δωρ οὐ παραμένον ἀλλὰ διασκεδαννύμενον ἐξουδενεῖται καὶ εὐκαταφρόνητον γίνεται, ου τω καὶ ου τοι ἐξευτελισθήσονται οὐδὲν βέβαιον καὶ παράμονον ε χοντες ἀλλ' ὑδαρῆ καὶ ὑγρὸν βίον προσκαίρως ὑποδεξάμενοι. 606a Ps 57,8b–10 Καὶ πρότερον ει πομεν τὰ βέλη σημαίνειν αὐτοῦ τὰς κολάσεις, τόξον δ' ἐστὶν ἀφ' ου ἀφίεται τὰ βέλη· ταῦτα ἡ κριτικὴ τοῦ θεοῦ δύναμις. τοῦτο ου ν τὸ τόξον ἐντενεῖ, οὐκ ἀνιεὶς αὐτὸ ε ως ου ἀσθενήσωσιν οἱ βαλλόμενοι· πρὸς ἀγαθὸν δὲ αὐτοῖς τὸ ἀσθενῆσαι, καθαιρουμένης η ς ει χον ἰσχύος περὶ τὴν κακίαν. Ωσπερ δὲ ὁ τηκόμενος κηρὸς ἀναιρεῖται καθὸ τηκτὸς καὶ παχύτητα ε χων τοῦ πρώτου ὑποκειμένου εἰς πῦρ μεταβαλόντος, ου τως οἱ φαῦλοι κολάσεως πεπειραμένοι τὴν ἐκ μοχθηρᾶς ε ξεως παχύτητα τηκόμενοι ἀποβάλλουσι. πρὸ κολάσεως δ' ἐστὶ τὸ φῶς τὸ ἀληθινὸν τυγχάνον δικαιοσύνης η λιος· μετὰ γὰρ τὴν κόλασιν οὐχ οι όν τε προσβάλλειν τῇ λαμπηδόνι τοῦ νοητοῦ ἡλίου. ο θεν ἐνταῦθα ει ρηται· ὡς α ρα ἐπιπεσόντος τοῦ κολαστικοῦ φωτὸς οὐκ ει δον τὸν η λιον οἱ τῇ κολάσει περιπεσόντες. οἱ δὲ συνέντες τὰ ι δια πάθη ἀλληγορικώτερον ἀκάνθας ὀνομαζόμενα οὐ πειρασθήσονται κολαζούσης ὀργῆς, πρὸ τοῦ δὲ συνιέναι τὰς πνευματικῶς λεγομένας ἀκάνθας καὶ ῥάμνον ὡσεὶ ζῶντες ὑπ' ὀργῆς καταποθήσονται· οὐ γὰρ ζῶντες ἀλλὰ ζῶσιν ο μοιοι τυγχάνοντες ὑπ' ὀργῆς συλληφθήσονται. τὸ γὰρ καταπιεῖν κατὰ τὴν γραφὴν τὸ κρατῆσαι καὶ νικῆσαι σημαίνει, τοῦ καταποθέντος η δη κεκρατημένου καὶ νενικημένου. καταπίνεται γοῦν καὶ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, κρατούσης καὶ νικώσης
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.