Fragmenta in Psalmos · §u26-rem-close

Unit 26 rem close

Rem CLOSEOUT: Unit 26 CLOSEOUT.

Greek

κύριον τὸν θεὸν τῶν θείων δυνάμεων ἀλλὰ καὶ τοῦ ̓Ισραὴλ θεὸν προσέχοντα ἐπισκέψασθαι τὰ ε θνη ο πως ἰάσηται αὐτὰ διάγοντα κακῶς διὰ εἰδωλολατρείαν καὶ δαιμόνων θεράπειαν. γίνεται δὲ ἡ ἐπισκοπὴ τῶν ἐθνῶν ἀποσταλέντος τοῦ θείου λόγου ἐπὶ τῷ πάντας ἰάσασθαι καὶ σῶσαι ἐκ τῶν προκαταλαβουσῶν διαφθορῶν. ἰατρὸς γοῦν ἐστι ψυχῶν, τοὺς συντετριμμένους τῇ καρδίᾳ ἰώμενος. ∆υνάμεων δὲ θεὸν αὐτὸν καλεῖ καὶ κύριον η τοι λογικῶν ἁγίων ζῴων καὶ στρατευμάτων οὐρανίων. ὡς δὲ τούτων τῶν δυνάμεων θεός, ου τω καὶ τῶν διορατικῶν ἀνθρώπων ̓Ισραὴλ καλουμένων ̔Εβραίων φωνῇ θεός ἐστιν. 614 Ps 58,10.11 ∆ιωκόμενος ὁ ∆αυὶδ ὑπὸ Σαοὺλ διὰ τὸν προειρημένον φθόνον ε γνω ο τι ε σται τῆς ἀρχῆς διάδοχος. καὶ προφητικῶς μὲν θεωρήσας τὸ ἐσόμενον καὶ ἐκ τοῦ κεχρίσθαι εἰς τοῦτο ὑπὸ τοῦ Σαμουήλ, πλὴν εἰ καὶ ου τω πεπληροφόρητο, οὐκ ἀνῄρει αὐτὸν πολλάκις εἰς χεῖρας αὐτοῦ παραδοθέντα, νομίμως ἐκ θεοῦ ἀντιπαραλαβεῖν τὴν ἀρχὴν βουλόμενος ἀλλ' οὐκ ἐκ τοῦ ἐπιθέσθαι καὶ δολοφονῆσαι. ἀπὸ ταύτης τῆς προθέσεώς φησιν ̔Ο θεὸς τὸ κράτος μου, πρὸς σὲ φυλάξω, οὐ σφετερίσασθαι αὐτὸ προαιρούμενος ἀλλ' ἐκδεχόμενος παρὰ σοῦ αὐτὸ λαβεῖν· θαρρῶ δὲ τῇ περὶ τούτου διαβεβαιώσει, γνοὺς 113 πεῖρᾳ πολλάκις ο τι καὶ θεὸς καὶ ἀντιλήπτωρ μου τυγχάνεις. κα ν γὰρ μὴ ἐξ ἡμετέρας δυνάμεως α ξιος λαβεῖν τὸ βασιλεύειν, ἀλλά γε τὸ σὸν ε λεος προφθάσαν με δείξει μοι ἐν τοῖς ἐχθροῖς μου, ὡς αὐτοὶ μὲν παιδευθήσονται κολάσει ὑποπεσόντες, ἐγὼ δὲ τὴν βασιλείαν λήψομαι παρὰ σοῦ. Καὶ πρὸς διάνοιαν δὲ ὁ κατὰ τὸν ̓Αβραὰμ ἐκ θεοῦ τὸ βασιλεύειν ε χων. γέγραπται γὰρ ὡς ει πόν τινες τῷ πατριάρχῃ οὐκ αἰσθητῶς κρατοῦντι Βασιλεὺς παρὰ θεοῦ σὺ ει ἐν ἡμῖν. βασιλεύων ἀρεσκόντως θεῷ ἐρεῖ ̔Ο θεός μου τὸ κράτος μου, πρὸς σὲ φυλάξω· σὺ γὰρ εἰσάξεις εἰς τὴν βασιλείαν τοὺς εἰρηκότας Κορινθίους Καὶ ὀφελόν γε ἐβασιλεύσατε ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 615 Ps 58,12.13ab ̔Ως πρὸς ἱστορίαν· τοὺς ἐπικειμένους ἐχθροὺς ἐπιτιμηθῆναι πρὸς θεοῦ ἀλλ' οὐκ ἀποθανεῖν ἀξιοῖ. οι δεν γὰρ ο τι, εἰ μένοντες φαῦλοι ἀποθάνοιεν, λῆξιν ε ξουσι τοῦ θεϊκοῦ νόμου, διασκορπισθέντες δὲ τῇ τοῦ θεοῦ δυνάμει καὶ εἰς αἰχμαλωσίαν παραδοθέντες στενάξουσι πρὸς θεὸν πεῖραν κακώσεως ἐσχηκότες. Βούλεται δὲ αὐτοὺς καὶ καταχθῆναι ἀπὸ υ ψους η ς ε χουσι ὑπερηφανίας, ποιοῦντος αὐτὸ τοῦ ὑπερασπίζοντος κυρίου τοῦ τὴν δέησιν ἀναφέροντος. ἡ γὰρ παντελὴς τιμωρία εἰς ἀπόγνωσιν παρασκευάζει καὶ προτρέπεται. ο τι δὲ φειδόμενος αὐτῶν τοῦτο ὁ ∆αυὶδ ἐπρεσβεύετο, ι να τῇ μετριωτέρᾳ τιμωρίᾳ σωφρονισθέντες νήφωσιν, ἐπάγει τὰ ἑξῆς· ἐὰν γὰρ διασκορπισθῶσιν, ὁμοῦ καὶ τιμωροῦνται καὶ συναχθῆναι πάλιν δυνήσονται μετανοήσαντες. ὁμοίως δὲ καὶ καταχθῆναι τουτέστι ταπεινωθῆναι βούλεται ̔Αμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, συμφέρων αὐτοῖς τε τοῖς ταπεινουμένοις καὶ τοῖς πλείοσι ω στε μὴ παροξυνθῆναι πρὸς ζῆλον τῶν ἐν ὑπερηφανίᾳ λαλούντων καὶ φθεγγομένων α δικα. οἱ γὰρ μεθ' ὑπερηφανίας λελαληκότες οἱ κατὰ τοῦ δικαίου ψευσάμενοι· ο ταν ἐναντίαν τοῖς ε ργοις τὴν ε κβασιν ἐν τῇ ὑπερηφανίᾳ τῶν οἰκείων λόγων συλλαμβανόμενοι δέχωνται, ὡς παράνομοι καταληφθέντες ἐλέγχονται. 616a Ps 59,3b ̓Ελεγκτέον καὶ ἐκ τῆς προκειμένης λέξεως τοὺς ἀμυντικὸν φρονοῦντας ει ναι τὸν δημιουργὸν αἱρετικούς. ὀργίζεται ὁ θεὸς οὐχ ι να ἀπολέσῃ, ἀλλ' ι να οἰκτειρήσῃ. τούτῳ συνᾴδει Εὐλογήσω σε, κύριε, ο τι ὠργίσθης μοι εἰς σωτηρίαν. εἰ γὰρ εἰς σωτηρίαν ὀργίζεται καὶ ἐπὶ τῷ οἰκτεῖραι, οὐ πάθος ἡ ὀργὴ αὐτοῦ ἀλλὰ χρησίμως παραλαμβανομένη. 617a Ps 59,4 Οἱ προσπαθοῦντες τοῖς ὑλικοῖς καὶ τὰ ἐπίγεια φρονοῦντες† ἐπ' αὐτοῖς τῷ ἐμπαθεῖς ει ναι οι ονται εὐστάθειαν καὶ ἀταραξίαν ε χειν, βλάβην δὲ αὐτοῖς ἡ τοιαύτη κατάστασις φέρει· ο θεν χρήσιμον ἐλέῳ θεοῦ συσσεισθῆναι αὐτὴν καὶ ταραχθῆναι μεταμελείας τρόπῳ. γνοῦσα γὰρ ὡς ἐπιβλαβὲς τοῖς ὑλικοῖς ἐνέχεσθαι καὶ φρονεῖν τάραχον καὶ συσσεισμὸν σχοίη, μετατιθεμένη ἐκ τοῦ προτέρου φαύλου βίου ἐπὶ σπουδαῖον, ἀμέλει καὶ συντριβεῖσα, αι σθησιν λαβοῦσα τῶν ὑπαρξάντων συντριμμάτων ἐκ τῶν δαιμόνων παρακαλέσει τὸν δυνάμενον κύριον ἰᾶσαι ταῦτα. 618a Ps 59,5 ∆είκνυταί τινι σκληρά, ο ταν ἐπιπόνοις περιπέσῃ· α περ ἐάν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οι νον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετάνοιαν λαμβάνων ἐκ τοῦ ποτισμοῦ. πολλαχοῦ δὲ τῆς γραφῆς† ἀκράτου ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά,

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.