Fragmenta in Psalmos · §u27-open

Fragmenta in Psalmos Unit 27 opening

Unit 27.

Lemma-led open — ὡς ἐν τῷ Ποτήριον ἐν χειρὶ κυρίου οι νου ἀκράτου. ὁμωνυμεῖ δὲ τὰ σκληρὰ καὶ ταῖς εἰρημέναι

Greek

ὡς ἐν τῷ Ποτήριον ἐν χειρὶ κυρίου οι νου ἀκράτου. ὁμωνυμεῖ δὲ τὰ σκληρὰ καὶ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς· ἐν ις ψαλμῷ ου τως λέγει· ∆ιὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ αἱ κατ' ἀρετὴν ει ρηνται διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς, ἐνταῦθα δὲ ει δεν ὁ λαὸς σκληρὰ πειραθεὶς κακωτικῶν. 619 Ps 59,6 Τίς ἡ σημείωσις η ν δίδωσιν ὁ θεὸς η ὁ φωτισμὸς καθ' ο ν δυνατὸν διάκρισιν ε χειν πνευμάτων καὶ ἀγαθοῦ καὶ κακοῦ; ταύτης γὰρ τῆς γνώσεως ὑπαρξάσης φεύγομεν ἀπὸ τῶν χειρόνων, μακρὰν κακοῦ 114 ε ργου καὶ πνεύματος πονηροῦ γινόμενοι. δίδοται δὲ οὐ τοῖς τυχοῦσιν ἀλλὰ τοῖς κατὰ θεὸν εὐσεβέσι σημείωσις. 620 Ps 59,7 Οπως ἀβλαβεῖς διαμείναντες ῥυσθῶσιν ἀπὸ προσώπου τόξου οἱ ἀγαπητοί σου, τὴν λεχθεῖσαν σημείωσιν ε δωκας. λεκτέον καὶ ω δε· τότε ῥυσθῆναι ἀπὸ πολεμίων ἀοράτων δυνήσονται, ο ταν σώσῃ ἡ δεξιά σου, μονογενής σου υἱός. ου τος γὰρ δεξιὰ θεοῦ ἡρμήνευται πολλάκις, μάλιστα ο τε προέκειτο τὸ ̓Ησφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου, καὶ Τῇ δεξιᾷ μου ἐστερέωσα τὸν οὐρανόν. ̓Επιστατέον ὡς ε μπαλιν τῇ τάξει τῆς νοήσεως ε χει τὰ τῆς προφορᾶς. πρότερον γὰρ εἰσακούσας σῴζει θεὸς καὶ αυ τη ἡ ἀκόλουθος ἁρμονία, τῆς λέξεως μετὰ τὸ Σῶσον τὸ ̓Επάκουσόν μου ἐχούσης, εἰ μὴ α ρα ου τω νοηθείη· Σώσας τῇ δεξιᾷ ἐπάκουσόν μου, εὐχῆς ου σης ἐμοὶ τῷ σωθέντι οὐ περὶ τοῦ σωθῆναι (ἐκεῖνο γὰρ ει ρηται) ἀλλὰ περὶ θείων ἀγαθῶν αἰτουμένῳ α περ ἐστὶ τὰ τοῦ θείου πνεύματος χαρίσματα. ̓Αγαπητοὶ δὲ θεοῦ τυγχάνουσιν οἱ διὰ καλοκἀγαθίαν ο ντες, α ξιοι τοῦ ἀγαπᾶσθαι ὑπ' αὐτοῦ· οἱ κατ' εἰκόνα θεοῦ πεποιημένοι α νθρωποι, εἰ καὶ τὰ μάλιστα ὑποπεπτώκασιν τῇ ἁμαρτίᾳ, ἀλλ' ο μως διὰ τὴν τῆς ψυχῆς οὐσίαν νοερὰν ου σαν καὶ λογικὴν ει εν α ν ἀγαπητοὶ αὐτοῦ. 621a Ps 59,8a Θεὸς λαλεῖ ἐν παντὶ μετέχοντι ἁγιότητος. ου τω γοῦν καὶ ἐν Παύλῳ ἁγίῳ ο ντι ἐλάλει Χριστὸς καὶ ἐν παντὶ προφήτῃ. εἰ δὲ περὶ τοῦ πατρὸς ἐκλαμβάνεται ἡ φωνή, α γιος ἐν ῳ λαλεῖ ὁ σωτὴρ α ν ει η συμφώνως τῷ ̔Ο πατὴρ ὁ μένων ἐν ἐμοὶ ποιεῖ τὰ ε ργα, καὶ ̓Εντολὴν δέδωκέν μοι ὁ πατὴρ τί ει πω καὶ τί λαλήσω· ἁρμόζει ταῦτα τῇ οἰκονομίᾳ. 622a Ps 60,3ab ̔Ο ἐνταῦθα εὐχόμενος πόρρω ἑαυτὸν τυγχάνοντα εἰδὼς τοῦ ῳ τὴν εὐχὴν ἀναπέμπει ἐκ τῶν περάτων ει ναι τῆς γῆς λέγει καὶ κεκραγέναι πρὸς θεὸν τότε ο τε ἀκηδιᾷ· καθὰ γάρ φησιν ἐν τῷ ̓Εκκλησιαστῇ ̔Ο θεὸς ἐν τῷ οὐρανῷ α νω καὶ σὺ ἐν τῇ γῇ κάτω. σημαίνεται δὲ διὰ τῆς λέξεως οὐ διάστασις τοπικὴ ἀλλ' οὐσίας ἀκτίστου καὶ κτισμάτων διαφορᾶς, τῆς τοῦ θεοῦ ὑπάρξεως δι' ὑπεροχὴν τιμῆς α νω ἐν οὐρανῷ λεγομένης, τῆς τοῦ ἀνθρώπου κάτω εἰς γῆν τυγχανούσης τῷ ἐκ τοῦ μὴ ο ντος εἰς τὸ ει ναι ἐληλυθέναι. εἰς ταύτην τὴν διαφορὰν καὶ ὁ Βαπτιστὴς σκοπήσας τὸν σωτῆρα α νωθεν ἐξ οὐρανοῦ ει ναι λέγει, τὸν δὲ α νθρωπον ἐκ τῆς γῆς τυγχάνειν καὶ λαλεῖν· προφέρει γὰρ α κτίσματι δυνατὸν εἰπεῖν. 623a Ps 60,3c–5 Πέτραν σημαίνεσθαι ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα τὸν Χριστόν. ὁ ἐν ταύτῃ τῇ πέτρᾳ γινόμενος τῷ μετέχειν αὐτῆς (ὑπάρχει γὰρ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμός) μετεωρίζεται κατὰ τὸν νοῦν ὑψούμενος ὑπὸ θεοῦ. Καὶ οἱ ε πεσθαι δὲ τῷ σωτῆρι προθέμενοι κατὰ τὰς αὐτοῦ προτροπὰς λέγοντος ∆εῦτε ὀπίσω μου, καὶ πάλιν πρὸς Φίλιππον ̓Ακολούθει μοι, ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐτῆς ἐπάρσεως κοινωνοῦσιν, οὐκ α λλον ἐλπίσαντες ἡγεμόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αι τιον ὁδοῦ. ταύτης τῆς δωρεᾶς τυχὼν καὶ ὁ ∆αυὶδ μεθ' υ μνου λέγει τῷ κυρίῳ ̔Ωδήγησάς με ο τι ἐγενήθης ἐλπίς μου· οὐ μόνον δὲ ὁδηγὸς ἀλλὰ καὶ πύργος γέγονάς μοι ἀπὸ προσώπου ἐχθροῦ. σὲ γὰρ ἰσχὺν ε χων καὶ ἰσχύος πύργον ἀβλαβὴς διέμεινα, καίτοι τοῦ ἐχθροῦ τυγχάνοντος ἀντιπροσώπου καὶ πολεμεῖν με θέλοντος.

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.