Fragmenta in Psalmos · §u26-rem-mid

Unit 26 rem mid

Rem mid: Unit 26; lemma continues; reading with the letter.

Greek

τῆς ζωῆς τὸν θάνατον. 607a Ps 57,11a Οὐκ ἐπιχαίρων εὐφραίνεται ἀλλ' ο τι μὴ αὐτὸς ὑπόκειται τιμωρίᾳ καὶ καθαίρει τὰς ἑαυτοῦ πράξεις γινόμενος ἀσφαλέστερος. 608 Ps 58,2.3 ̔Ενὸς τοῦ Σαοὺλ διώκοντος, ἐκ πλειόνων ἐχθρῶν ἐξαιρεθῆναι ευ χεται. μήποτ' ου ν τοὺς συμπνέοντας τῷ Σαοὺλ δορυφόρους η τοὺς ἐνεργοῦντας εἰς αὐτὸν ἀλιτηρίους δαίμονας καθ' ἑαυτοῦ πληθυντικῶς ἐχθροὺς εἰπών, ῥυσθῆναι ἐξ αὐτῶν ευ χεται· καὶ λυτρωθῆναι ἐκ τούτων ἐπανισταμένων ἐπ' αὐτὸν παρακαλεῖ, εὐχόμενος τάχα γενέσθαι ἐπιδημίαν τοῦ ἐλευσομένου λύτρον δοῦναι τὴν ἑαυτοῦ ψυχὴν ἀντὶ πολλῶν. ̓Εργάται δὲ ἀνομίας οἱ πράττοντες α ἀπαγορεύει ὁ νόμος, καὶ ἐπεὶ τῶν ἀπηγορευμένων ὁ φόνος ἐστίν, οἱ ἀναιρεῖν ἀνθρώπους προτιθέμενοι διὰ τὴν προσοῦσαν ὠμότητα α νδρες αἱμάτων εἰσίν. ῥύεται δὲ ἀπὸ τῶν ἐργαζομένων τὴν ἀνομίαν ὁ μὴ ἐπηρεαζόμενος ὑπ' αὐτῶν, σκέποντος τοῦ θεοῦ, ἀλλὰ καὶ σῴζεται ἀπὸ φονικῶν ἀνδρῶν ὁ μὴ παραδιδόμενος εἰς χεῖρας τῶν ἐκχέαι τὸ αι μα αὐτοῦ ἐθελόντων. καὶ ἑτέρως δέ· ῥύεταί τις ἐκ τούτων· ὁ γὰρ μὴ ἐνεργῶν τὴν ἀνομίαν ἀλλ' ἐναντίως διακείμενος τῶν ποιούντων αὐτὴν ε ρρυσται ἀπὸ διαθέσεως ἀνομημάτων πρακτικῆς, ὡς αυ ὁ ἐκτὸς φονικῆς γνώμης ὑπάρχων σέσωται οὐ συγκαταλεγόμενος ἀνδράσι φονικοῖς. ̔Ερμηνευτέον τοὺς στίχους καὶ ου τως· ἐπεὶ ἐνεργούντων διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ ἐν τοῖς ἀνθρώποις τὴν τῆς ἀνομίας ποίησιν ἀνομοῦσιν οἱ α νθρωποι, ευ χεται ῥυσθῆναι ἀπὸ τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ προκατερχομένων τῆς ἐργασίας τῆς ἀνομίας. μαρτυρία τῆς νοήσεως ταύτης· ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. προκατερχομένου γὰρ ἐκείνου ἐφέπονται ου τοι τῷ ἁμαρτάνειν ἐν οι ς ἐνεργεῖ. βαλόντος γὰρ αὐτοῦ ἐν τῇ καρδίᾳ τοῦ ̓Ιούδα προδοσίας 112 ἐνθύμησιν προδότης γέγονεν, ἐπακολουθήσας ῳ ε τρεχεν περὶ προδοσίας λογισμῷ ἐκ τοῦ εἰς τοῦτο παρορμήσαντος. Ευ δὲ καὶ τὸ προσθεῖναι τοῖς φονικοῖς τὸ α νδρες· οὐ γὰρ τοῦ τυχόντος ἀλλ' ἰσχυροῦ καὶ τελείου ἐν κακοῖς τὸ αι μα ἀνθρώπου ἐκχεῖν. 609 Ps 58,4a Οσον εἰς τὴν πρόθεσιν καὶ ὠμότητα τοῦ Σαοὺλ καὶ τῶν πεμφθέντων παρ' αὐτοῦ ἐπὶ τῷ λαβεῖν αὐτὸν ἐκ τοῦ οι κου τοῦ ἰδίου καὶ θανατῶσαί φησιν ̓Εθήρευσαν τὴν ψυχήν μου, εἰ καὶ θεοῦ δυνάμει ἐσώθη παραδόξῳ τέχνῃ τῆς γαμετῆς. Περὶ ἀοράτων ἐχθρῶν τῶν σπουδὴν ἐχόντων θηρεύειν ψυχὴν ἑρμηνευθείη ὁ στίχος τῶν παρασκευαζόντων τὸν Σαοὺλ φονέα κατὰ τοῦ διὰ πάντων ἀμέμπτου ∆αυὶδ γενομένου πρὸς αὐτόν. 610 Ps 58,4b Κραταίους δὲ τοὺς ἐπιθεμένους αὐτῷ δηλοῖ βασιλέα καὶ τοὺς ἀφ' ἑαυτοῦ, ὡς δὲ πρὸς διάνοιαν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τούτου. 611 Ps 58,5a Ευ δὲ καὶ τὸ Εδραμον ει πεν· τελέσαντος γὰρ τὸν δρόμον ἡ φωνή. ὡς γὰρ οὐ ταὐτὸν τὸ πράττειν καὶ πεπραχέναι, ου τως οὐ ταὐτὸν τὸ τρέχειν καὶ τὸ δεδραμηκέναι. Παῦλος τοίνυν ἀμφοτέρων διδάσκαλος· ὁτὲ μὲν λέγει Ου τως τρέχω ὡς οὐκ ἀδήλως, ὁτὲ δὲ Τὸν δρόμον τετέλεκα, τοῦ τὸν δρόμον τελέσαντος οὐκέτι τρέχοντος. ̓Αντερεῖ δέ τις τοῖς εἰρημένοις, φέρων τὴν πρὸς τὴν τοῦ Οὐρίου ἁμαρτίαν ἐξομολόγησιν, ἐπεὶ καὶ ἐξωμολογήσατο τῷ θεῷ φήσας ̓Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας καθάρισόν με. γέγονε δὲ ἡ πρᾶξις περὶ η ς καὶ ἡ ἐξομολόγησις μετὰ τὸν τοῦ Σαοὺλ θάνατον. τούτου γοῦν ἀληθοῦς ο ντος, πῶς ὁ ἐπὶ τοῦ ε τι ζῶντος Σαοὺλ διωκόμενος ὡς η δη τελέσας τὸν δρόμον ει πεν Ανευ ἀνομίας ε δραμον καὶ κατεύθυνα; λεκτέον πρὸς τὴν ἀντίρρησιν πρῶτον μὲν ο τι τὴν πρὸς τὸν Σαοὺλ καὶ τὴν πρὸς αὐτὸν ὑπηρεσίαν α νευ ἀνομίας κατευθυκέναι φησὶν ὡς μάτην ἐκεῖνον ἐπιβουλεύειν, ει τα καὶ ου τως· εἰς ο τε τότε δραμὼν α νευ ἀνομίας καὶ κατευθύνας η ν πάντα τὰ διανυσθέντα αὐτῷ. ἀλλ' ἐπεὶ τρεπτὸς καθόλου πᾶς γενητὸς α νθρωπος ω ν, μετὰ ταῦτα πταίσας ῥᾷστα μετενόησεν· ἐξ ου καὶ αὐτοῦ δείκνυται ὡς οὐκ ει χε τριβὴν καὶ συνήθειαν πρὸς τὸ ἁμαρτάνειν. 612a Ps 58,5b Τῶν προειρημένων ἐχθρῶν ἐμμενόντων τῇ κατ' ἐμοῦ σπουδῇ, ἐξεγερθεὶς συνάντησον εἰς τὸ βοηθῆσαί μοι μηκέτι μακροθυμῶν ἐπ' αὐτοῖς. παρακαλῶ δὲ ἐξεγερθέντα εἰς συνάντησίν μου ἰδεῖν ὡς οὐ κατ' ἐμὴν πρόφασιν κατ' ἐμοῦ φονῶσιν ἁμαρτόντος εἰς αὐτούς. ου τε γὰρ ἡ ἀνομία μου ου τε ἡ ἁμαρτία μου ἐξεκαλέσατο αὐτοὺς ἀλλὰ τὸ φθονερὸν αὐτῶν πάθος λυπηθέντας ἐπὶ ἐυκλείᾳ ἡμετέρᾳ. 613a Ps 58,6ab Τῇ περὶ αὐτοῦ εὐχῇ συμπαραλαμβάνει τὴν περὶ πάντων τῶν ἐθνῶν ἀξίωσιν, φιλάνθρωπος α μα καὶ προφήτης ὑπάρχων. προγνοὺς γὰρ προφητικῶς τὴν τῶν ἐθνῶν κλῆσιν παρακαλεῖ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.