Unit 27 rem early
Rem early: Unit 27; lemma and argument toward the thesis.
Greek
τοῦτον τὸν πύργον ὁ οἰκοδομεῖν ἀρξάμενος ὡς θεμελίους η δη τεθεικέναι τελειωσάτω τὴν οἰκοδομὴν ὡς καὶ στεφανὴν ἐπιθεῖναι τῷ δώματι, ο πως μὴ αἰσχύνην ὀφλῇς πρὸς τῶν παραπορευομένων εἰωθότων ἐπιχλευάζειν τοῖς μὴ εἰς τέλος η ν ᾑρήσαντο πολιτείαν α γουσιν. ∆ύναται ἀναφορὰν ε χειν εἰς τὸ ̓Απὸ προσώπου ἐχθροῦ καὶ τὸ ̔Ωδήγησάς με εἱρμῷ τοιούτῳ· ̔Ωδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ ἐλπίς μου γεγενημένος, ἀλλὰ καὶ πύργος ἰσχύος πρὸς τῷ ὡδηγηκέναι με ἀπὸ προσώπου ἐχθροῦ γέγονάς μοι. ἐλπὶς τῶν ἁγίων ἀληθινὴ καὶ ἀδιάπτωτος ὁ σωτήρ, ῃ φησι Παῦλος Καὶ ̓Ιησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, καὶ ἡ προφητεία ̓Επ' αὐτῷ ε θνη ἐλπιοῦσιν· αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς ε σεσθαι ̓Εθνῶν προσδοκία. Παροικεῖ 115 δέ τις τελειωθεὶς ἐν ἁγιότητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι, ο δηλοῖ τὸ Τίς κατασκηνώσει ἐν ο ρει ἁγίῳ σου; αἰώνιον γὰρ τοῦτο ταὐτὸν ο ν τῇ σκηνῇ Ην ε πηξεν ὁ κύριος καὶ οὐκ α νθρωπος. πλὴν εἰ καὶ ου τω τελειότητος ε χει ἡ τοιαύτη σκηνὴ ὡς καὶ Αγια ἁγίων ει ναι, ἀλλ' ου ν ἐστιν μετ' αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λογικῶν καθ' η ν ε σονται ἐν πατρὶ καὶ υἱῷ, μᾶλλον δὲ τῇ τριάδι. διὸ παροικεῖν εἰς τοὺς αἰῶνας ἀλλ' οὐ κατοικεῖν ἐν τῷ σκηνώματι ει ρηται. ὁ ἐν τούτῳ τῷ οι κῳ γεγονὼς σκεπασθήσεται ἐν τῇ τῶν πτερύγων τοῦ θεοῦ σκέπῃ. 624a Ps 60,6b 624a Πλούσιος γὰρ ω ν, φησίν, καὶ μεγάλας δωρεὰς παρέχεις, μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώποις τὸ γενέσθαι σου υἱοὺς κληρονομίαν αὐτοῖς δέδωκας. εἰ γὰρ καὶ προσδοκᾶται δοθησομένη κατὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι, ἀλλά γε τῷ η δη ηὐτρεπίσθαι δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ἀχθησομένοις. Καὶ ἐπὶ τοῖς φοβουμένοις τὸ ο νομα αὐτοῦ ὁ θεὸς κληρονομίαν ε δωκεν. ἐάν τις ῃ διαφορὰ φοβουμένων τὸν θεὸν καὶ τὸ ο νομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλάκις ει ρηται ὑποδεεστέρους ει ναι τοὺς οἰκειωθέντας τῇ τοῦ θεοῦ προσηγορίᾳ τῶν ἑνωθέντων αὐτῷ τῷ θεῷ, ο ρα ὡς καὶ τοῖς φοβουμένοις τὸν θεὸν δέδοται ἡ κληρονομία· εἰ γὰρ τοῖς ὑποδεεστέροις ὑπῆρκται ἡ χάρις αυ τη, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν. 625a Ps 60,7.8 ̔Ο τυχὼν τῶν ἡρμηνευμένων δωρεῶν βασιλεύς τίς ἐστι καθ' ο σημαινόμενον ει ρηται περὶ τῶν θεοσεβῶν ὡς ει ησαν Βασίλειον ἱεράτευμα, ε θνος α γιον. τούτῳ τῷ σημαινομένῳ βασιλεῦσαι καὶ οἱ ἀπόστολοι προσδοκῶντες λέγουσι Κορινθίοις Χωρὶς ἡμῶν ἐβασιλεύσατε ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. τῷ ου τω γενομένῳ βασιλεῖ ε τη ὑπὸ τοῦ κυρίου προστίθεται, ἡμέρας ἐφ' ἡμέρας ἀγομένης. δεῖ γὰρ ἐκ προλαβούσης φωτεινῆς καταστάσεως εἰς ἑτέραν ὡσαύτως ε χουσαν μετάβασιν γίνεσθαι, ὡς ἐκ τοῦ τῶν ἡμερῶν ὀνομαζομένου συμπληροῦσθαι τὰ ε τη τὰ αἰώνια περὶ ω ν ει ρηται Καὶ ε τη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα. παρατείναι δὲ ἡ ζωὴ τῶν ἡμέρας ἐφ' ἡμέρᾳ προσλαμβανόντων ε ως ἡμέρας γενεᾶς γενεῶν ἐνώπιον τοῦ θεοῦ. Ελεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; πολλαχοῦ τῶν θείων παιδευμάτων α μα τῇ ἀληθείᾳ τοῦ θεοῦ τὸ ε λεος αὐτοῦ συνέζευκται· μήποτ' ου ν ἐπεὶ τὸ γνῶναι ἀκραιφνῶς καὶ καθαρῶς τὴν ἀλήθειαν τοῦ θεοῦ οὐχ οι όν τε περικείμενον τὴν ἀνθρωπίνην ἀσθένειαν, τούτου ε νεκα ἐλέου θεοῦ χρεία πρὸς τῷ συνιέναι τὴν ἀλήθειαν. συντείνει πρὸς τὸ προκείμενον τὸ θέλειν πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. πρῶτον μὲν γὰρ σωθῆναι ἐλέῳ θεοῦ δεῖ, ι ν' ἑπομένως ἡ ἐπίγνωσις τῆς ἀληθείας ὑπάρχῃ. ε ργον γὰρ τῆς τοῦ θεοῦ ἐλεημοσύνης ἡ ἀνθρώπων σωτηρία· ̓Εξαπέστειλεν γὰρ ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ τὰ ἑξῆς. 626a Ps 60,9 ̓Επεὶ ω ν ἠξίωσα παρὰ σοῦ τέτευχα εὐχάριστος ου τω γεγονώς, ψαλῶ τῷ ὀνόματί σου, ὑμνῶν δι' ε ργων νοημάτων τε καὶ λόγων ἀγαθῶν τὴν ἐπ' ἐμοὶ κληθεῖσαν προσηγορίαν σου· καὶ πρὸς τούτῳ ἡμέραν ἐξ ἡμέρας α ηὐξάμην ἀποδώσω, ω σπερ ὁ ̓Ιακώβ φησιν ̓Εὰν δῷ μοι ὁ θεὸς α ρτον φαγεῖν, καὶ τὰ ἑξῆς, πάντα μοι ο σα ἐὰν δῷς δεκάτην ἀποδεκατώσω σοι αὐτά. πρὸ γὰρ τούτων τῶν λόγων φέρεται τὸ Ηυ ξατο ὁ ̓Ιακώβ, λέγων τὸ ̓Εὰν ῃ κύριος μετ' ἐμοῦ ε ως τοῦ ∆εκάτην ἀποδεκατώσω αὐτά. Ευ δὲ καὶ τὸ εἰπεῖν ̔Ημέραν ἐξ ἡμέρας τὰς εὐχὰς ἀποδοῦναι ψάλλειν τε τῷ ὀνόματι τοῦ θεοῦ Εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τῷ τὸ μὲν ψάλλειν τῷ ὀνόματι τοῦ ὑμνουμένου παρεκτείνειν ε ως τοῦ μέλλοντος αἰῶνος, τῷ δὲ τὰς εὐχὰς ἀποδοῦναι πληροῦσθαι ε ως ε τι ὁ ἐξ ἡμερῶν συμπληρούμενος χρόνος ἐστίν· ου τος δέ ἐστιν ὁ παραμετρούμενος τῇ ἑκάστου ζωῇ. ε ως ου ν ἐν βίῳ ἐσμέν, τὰς εὐχὰς ἀποδώσομεν, ι να καὶ ψάλαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τῷ ὀνόματι τοῦ θεοῦ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.