Unit 27 rem close
Rem CLOSEOUT: Unit 27 CLOSEOUT.
Greek
ἀνθρώπους ἀποθνῄσκοντας τῷ μηκέτι θεοὺς καὶ υἱοὺς ὑψίστου ει ναι, καθὸ σημαινόμενον γέγραπται Οπου γὰρ ε ρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ α νθρωπον περιπατεῖτε; 634a Ps 61,11 Οὐ γὰρ δυνατὸν θεῷ δουλεύειν καὶ μαμωνᾷ, οὐδὲ μὴν ἐπ' ἀδικίαν ἐλπίσαι καὶ θεόν. ̓Εὰν δοκῇ ῥέειν καὶ μειοῦσθαι ὁ πλοῦτος τοῦ μὴ ἁρπάζοντος καὶ μὴ ἀδικοῦντος, οὐ δεῖ προστιθέναι τῇ καρδία, ι να μὴ δόξῃ λυπεῖσθαι τῶν χρημάτων μειουμένων. ̓Επεὶ τὸ τῆς ἀδικίας ο νομα σημαίνει ὁτὲ μὲν τὴν περὶ συναλλάγματα καὶ κοινωνίαν ἀνισότητα ὡς ἐν τῷ ̓Αλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε καὶ τοῦτο ἀδελφούς, ὁτὲ δὲ πᾶσαν τὴν πρακτικὴν κακίαν καθὸ λέγεται ̓Αδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, ἐπιστατέον κατὰ ποῖον σημαινόμενον τῆς λέξεως νῦν παρίσταται. καὶ ὁ μὲν ἐρεῖ τὸ πρότερον δηλοῦσθαι διὰ τὸ συνεζεῦχθαι αὐτῷ ἁρπάγματα καὶ πλοῦτον ῥέοντα, ὁ δὲ τὸ υ στερον καθὸ ει ρηται ̔Ο δὲ ἀγαπῶν τὴν ἀδικίαν. ει δος γὰρ ταύτης καθόλου ου σης καὶ ἡ περὶ χρήματα ἁρπαγή. 635 Ps 61,12.13 ̓Ασώματος ω ν ὁ θεός, μᾶλλον δὲ ὑπερέκεινα πάσης γενητῆς οὐσίας καὶ νοητῆς ὑπάρχων, οὐδὲν ε χει ἐπιπεπλεγμένον ἑαυτῷ· ο θεν λαλῶν α παξ τουτέστι μονοειδῶς καὶ ἀσυνθέτως λαλεῖ, οὐκέτ' ἐμοῦ ου τως ἀκούοντος. τὸ γὰρ α παξ λαληθὲν δύο ο ντα κατὰ τὴν δεῖξιν η κουσα· ἡ γὰρ ταῦτα φωνὴ δεικτικὴ ὑπάρχει. ε στι τοίνυν ο λέγει τοιοῦτον· καθαρᾷ νοήσει καὶ ἀσυνθέτῳ φωνῇ λέγοντος αὐτοῦ, ὡς δύο ο ντων τῶν λεγομένων ἀκούω, παρυφισταμένου τῇ φαντασίᾳ μου τοῦ παρά τισι καλουμένου λεκτοῦ ἀρρήτου τυγχάνοντος νοήσει καὶ ἀσυνθέτῳ φωνῇ λέγοντος αὐτοῦ. καὶ ο ρα εἰ τοῦτο θέλει παραστῆσαι ὁ ἀπόστολος α ρρητα ῥήματα ἀκηκοέναι γράφων, ἀρρήτων ο ντων ω ν η κουσε τῷ μὴ ἐκ συλλαβῶν καὶ φωνῶν ὑπάρχειν ἀλλὰ καὶ ῥημάτων ο ντων διὰ τὸ νόησιν ε χειν τὸ ἀληθὲς ε χουσαν. ε νθα γὰρ τὸ ἀληθές, ἐκεῖ πρότασις. ἀνάγκη δὲ τὴν πρότασιν ἐξ ὀνόματος ει ναι καὶ ῥήματος. ̔Ρητέον δὲ καὶ ἑτέρως· ἡμεῖς φωνητικοῖς ὀργάνοις χρώμεθα, καὶ α μα πολλὰ εἰπεῖν ἀδυνατοῦμεν. θεοῦ ου ν α παξ καὶ α μα λέγοντος, διττῶς ἡμεῖς ἀκούομεν. ̓Επίστησον μὴ καὶ τρίτον δυνατὸν εἰπεῖν. θεοῦ α παξ ἐντελλομένου περὶ θυσίας Φέρε, αἰσθητῶς καὶ πνευματικῶς ἀκούομεν τῆς ἐντολῆς, ὡς καὶ περιτομὴν διττῶς νοοῦμεν α παξ εἰρημένην ὑπὸ θεοῦ, τὴν μὲν σωματικήν, τὴν δὲ πνευματικήν. Πότερον θεὸν τὸν πατέρα, κύριον δὲ τὸν υἱὸν καὶ ἐν τούτοις παρίστησιν ὁ λόγος η τὸν αὐτὸν θεὸν α μα καὶ κύριον λέγει, νῦν ἐπίσκεψαι· ἑκατέρως γὰρ καὶ εὐσεβὲς καὶ ἀληθὲς τὸ θεωρούμενον. Ζητῆσαι δὲ δεῖ πῶς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ε ργα αὐτοῦ. εἰ γὰρ οὐκ α ξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι, καὶ ὁ τὰ ψεκτὰ δὲ ἐργασάμενος οὐκ ἀξίως ω ν ε πραξε τιμωρεῖται. ̓Εὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε κύριε, τίς ὑποστήσεται, πῶς κατ' ἰσότητα ἐκλαμβάνειν δεῖ; ἐπιστατέον μήποτε οὐ κατὰ τὴν ποσότητα ἀλλὰ κατὰ τὴν ποιότητα γίνηται, κα ν ποσότης δὲ δηλοῦται ἐκ τῆς λέξεως τὰ μείζονα τῆς ἀξίας τῶν πεπραγμένων ἐπαινετῶς δίδοσθαι τοῖς δικαίοις καὶ τὸ ἐλαττοῦσθαι τὴν κόλασιν. οὐ γὰρ κατὰ τὴν ἐπανορθωτικὴν δικαιοσύνην ἡ ἰσότης, ἀλλὰ κατὰ τὴν διανεμητικὴν τὸ ι σον καὶ α νισον. 636 Ps 62,2a Κατορθοῦται τοῦτο τῷ γενομένῳ ἐκτὸς ἀγνοίας καὶ κακίας, ὡς φάναι ̔Η νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα η γγικεν. τούτῳ συνᾴδει τὸ ̓Εκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός. εἰ δέ τις ε τι τὰ τῆς νυκτὸς ε ργα καὶ σκότους πράττοι, 118 πῶς α ν λέγοι τὸ ̓Ορθρίζω, μὴ ἐνστάντος αὐτῷ τοῦ ο ρθρου; Τὸ δὲ Πρὸς σὲ ὀρθρίζω οὐ τοπικῶς ἀκουστέον. οὐ γὰρ ἐν τόπῳ θεὸς ἀλλ' ἐν διαθέσει, σχέσει πρὸς θεὸν γινομένου τοῦ τὰ αἰσθητὰ ὑπερπηδήσαντος· τούτῳ γὰρ ἀκολουθεῖ τὸ πρὸς θεὸν ἐλθεῖν. Ευ δὲ καὶ τὸ εἰπεῖν ̔Ο θεὸς ὁ θεός μου. καὶ γὰρ τῶν ἁγίων ὁ θεὸς λατρευόντων αὐτῷ καὶ καθάπαξ θεός ἐστιν οὐ πάντων τῶν ἐχόντων τὸ ει ναι, τινῶν καὶ ἀπολελυμένων ο ντων. ἡ κοιλία γοῦν τῶν περὶ τρυφὴν ἐχόντων θεὸς ου σα ἁπλῶς οὐ λέγεται θεός, ἀλλ' οὐδὲ οἱ δαίμονες κυρίως εἰσὶ θεοὶ τῶν ἐθνῶν λεγόμενοι θεοί· ο θεν μόνος καὶ πᾶς ὁ ἀληθῶς σοφὸς ἐρεῖ τῷ φύσει καὶ ἀληθῶς θεῷ ̔Ο θεὸς ὁ θεός μου. 637 Ps 62,2b–3 Πάντων τῶν παρόντων ἀποστήσῃ μου τὸν πόθον· διψῶ τῇ ψυχῇ ει ναι πρὸς θεὸν ὀρέξοντά μοι πηγὴν υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. καὶ ἐπεὶ ὠφελουμένης καὶ φωτιζομένης τῆς ψυχῆς καὶ ἡ σὰρξ μεταλαμβάνει, καὶ τούτων ὡς οι όν τε καὶ αὐτὴ ποσαπλῶς διψᾷ πρὸς θεὸν καὶ *** τὴν δύναμιν καὶ τὴν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.