Fragmenta in Psalmos Unit 28 opening
Unit 28.
Lemma-led open — δόξαν αὐτοῦ. Καὶ εἰ μὲν ει η ὁ πατὴρ πρὸς ο ν διψᾷ, δύναμις καὶ δόξα αὐτοῦ ὁ μονογενής. Χρ
Greek
δόξαν αὐτοῦ. Καὶ εἰ μὲν ει η ὁ πατὴρ πρὸς ο ν διψᾷ, δύναμις καὶ δόξα αὐτοῦ ὁ μονογενής. Χριστὸς γὰρ θεοῦ δύναμις, αὐτὸς ω ν καὶ ἡ δόξα περὶ η ς ει ρηται ̓Οφθήσεται ἡ δόξα κυρίου. εἰ δὲ ὁ υἱὸς δόξα αὐτοῦ καὶ δύναμις, ἡ περὶ αὐτοῦ θεολογία καὶ τεραστίων ἐπιτελεστικὴ ἐνέργεια ὑπάρχει κατὰ τὸ γεγραμμένον ἐν τῷ Εὐαγγελίῳ ∆ύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας, καὶ πάλιν Καὶ δύναμις η ν θεοῦ εἰς τὸ ἰᾶσθαι αὐτόν. καταλλήλως ταύτῃ τῇ δυνάμει καὶ τὰ περὶ τῆς δόξης αὐτοῦ ἐκλήψῃ ε κ τε τοῦ ̓Εθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς, καὶ τοῦ ∆όξασόν με, πάτερ, τῇ δόξῃ ῃ ει χον πρὸ τοῦ τὸν κόσμον ει ναι. ̔Επομένως ἑκατέρᾳ ἀποδώσει ἐκλήψῃ τὸ ̓Εν τῷ ἁγίῳ ω φθην σοι, ἐπειδὴ ἡ ψυχή μου ἐδίψησέν σοι, ἡ σάρξ μου ποσαπλῶς ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Καὶ ο ρα μὴ ὁ περὶ γῆν τόπος δηλοῦται διὰ τῆς λέξεως, ε ρημος ω ν τῆς τελειότητος καὶ α νυδρος τῷ μὴ ε χειν δαψιλῶς τὰ χαρίσματα τοῦ πνεύματος Ποταμοὶ υ δατος ζῶντος εἰρημένα ἐξιόντες ἐκ νηδύος τοῦ πεπιστευκότος· διὸ καὶ α βατός ἐστιν, οὐδενὸς ἐπ' αὐτοῦ διατρίβοντος τῶν πάντῃ κατὰ τὸ δυνατὸν θεῷ ὁμοιωμένων. πῶς γὰρ οὐκ ε ρημος ὁ ἑρμηνευθεὶς χῶρος ἐκ μέρους ου σης ἐν αὐτῷ γνώσεως, καὶ α νυδρος ἀρραβῶνος πνεύματος ἐν αὐτῷ γινομένου; οὐ γὰρ ε ρημος καὶ α νυδρος κατὰ παντελῆ στέρησιν οἰκούντων καὶ πατούντων καὶ υ δατος ει ρηται, ἀλλὰ διὰ τὸ σπανίως καὶ βραχέως ἐν αὐτῷ ταῦτα γίνεσθαι. ̓Εκδεκτέον δὲ καὶ ἑτέρως τὸ προκείμενον· ὁ ἐκτὸς κακίας καὶ ἀγνοίας ε ρημός ἐστι τούτων, ω ν δὲ καὶ τῆς τῶν παθῶν ὑγρότητος ἐκτὸς α νυδρος ὑπάρχει, ὡς α βατος ει ναι η δη τοῖς χείροσι διὰ τὸ μὴ εὑρίσκεσθαι ἐν αὐτῷ τόπον διαβόλου η τινος α λλου χείρονος πνεύματος. κα ν ποτε ου ν ἐπιτολμήσῃ τὸ πνεῦμα τὸ ἀκάθαρτον πλησιάσαι τοῖς ου τως ἀνύδροις τόποις, διέρχεται αὐτοὺς οὐχ εὑρίσκον παρ' αὐτοῖς ἀνάπαυσιν· πεπληρωμένοι γὰρ πάντων ἀγαθῶν εἰσι τῶν ἀπελαυνόντων καὶ καταπονούντων πᾶσαν πονηρὰν δύναμιν. ̓Εν τῇ ἑκατέρως ἑρμηνευθείσῃ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ γῇ τυγχάνων τις ὀφθῆναι, ἐν τῷ ἁγίῳ πόθῳ διψᾷ ψυχῇ πρὸς τὸν θεόν, ἐπακολουθούσης καὶ τῆς σαρκὸς κατὰ τὸ ἐφικτόν. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ Καὶ ἐτάκη ἡ σάρξ μου, περὶ η ς λεκτέον τάδε· ο τε ἡ ψυχή μου πρὸς θεὸν διψᾷ, τήκεται ἡ σὰρξ ἀπολαβοῦσα παχύτητα τὴν ἐξ αἰσχρῶν ἐπιθυμιῶν τῶν τε α λλων παθῶν συνισταμένην. εἰς τοῦτο λήψῃ τὸ ω δε ε χον εὐαγγελικόν· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ο ταν γὰρ προθυμίαν ε χῃ τις διψώσης τῆς ψυχῆς πρὸς τὸν θεόν, τὸ ἠγγίκεναι δὲ ἀσθενεῖ ἡ σὰρξ τηκομένη. 638a Ps 62,4a Γέγραφεν ὁ ἀπόστολος ὡς πρὸς πάντα ὠφέλιμος ου σα ἡ εὐσέβεια ἐπαγγελίαν ζωῆς ε χει τῆς τε νῦν καὶ τῆς μελλούσης. τῆς δὲ νῦν εἰπὼν οὐ τῆς κοινῆς λέγει τῶν ζῴων ἀλλὰ τῆς ἐν βίῳ δυνατῆς ὑπαρχθῆναι, περὶ η ς φησιν ὁ σωτὴρ ̔Ο πιστεύων εἰς ἐμὲ ε χει ζωὴν αἰώνιον, καὶ Αυ τη ἐστὶν ἡ αἰώνιος ζωή, ι να γινωσκῶσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ο ν ἀπέστειλας ̓Ιησοῦν Χριστόν. ταύτης τῆς νῦν 119 ζωῆς καὶ τῆς μελλούσης η τις κατὰ τὴν τελειότητα γίνεται τοῖς προσβάλλουσι τῇ ἀληθείᾳ πρόσωπον πρὸς πρόσωπον κρεῖσσόν ἐστι τὸ ε λεος τοῦ θεοῦ τῷ δι' αὐτὸ καὶ καθ' αὐτὸ γίνεσθαι ἐν ταῖς ζωαῖς τὸν εἰς αὐτὰς ἀναγόμενον. οὐ γὰρ κατ' ἀξίαν πράξεως καὶ θεωρίας ἀλλ' ἀγαθότητι καὶ ἐλέου θεοῦ ε ρχεταί τις ἐπὶ τὸ ζῆν κατ' ἀμφοτέρας τὰς ζωάς. κρεῖσσον δὲ αὐτῶν ει ρηται τὸ ε λεος ὡς αι τιον αἰτιατοῦ. Ορα γε μὴ τὸ λεγόμενον ἐνταῦθα ε λεος οὐχ ε τερόν ἐστι τοῦ θεοῦ λόγου, περὶ ου γέγραπται ̓Εξαπέστειλεν ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. 639a Ps 62,6 Ορα εἰ στέαρ ἐστὶ πληροῦν τὴν ψυχὴν α ε σφαξε θύματα ἡ σοφία καὶ ἡ ἀληθινὴ βρῶσις σὰρξ τοῦ λόγου καὶ πιότης εὐφραίνουσα τὸν ε σω α νθρωπον ὁ τρυγώμενος
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.