Fragmenta in Psalmos · §u27-rem-mid

Unit 27 rem mid

Rem mid: Unit 27; lemma continues; reading with the letter.

Greek

δυνηθῶμεν. 116 627a Ps 61,3 β Σαλεύεται πᾶς ὁ ἐξ ἀρετῆς εἰς κακίαν μεταπίπτων· ἀλλ' οὐκ ἀθρόως συμβαίνει τοῦτο, προτέρας γινομένης ταραχῆς ἐν λογισμοῖς διὰ παθῶν μεθ' η ν, εἰ προσληφθείη κατάλληλος πρᾶξις, τοῖς τεταραγμένοις λογισμοῖς κλόνος καὶ πτῶμα γίνεται. ἀρχομένης τοιγαροῦν αἰσχρᾶς ἐπιθυμίας η ἑτέρου τινὸς ἀλόγου κινήματος, ἐπισχεῖν δεῖ τῷ εὐσεβεῖ λογισμῷ, συλλαμβανομένου θεοῦ, τὴν ἐπὶ τὴν πρᾶξιν ὁρμήν, ι να μὴ ἐπὶ πλεῖον κλόνος γένηται. ταῦτα ὁ σωτὴρ σαφῶς ἐν τῷ εὐαγγελίῳ διδάσκει, τὰς ἀρχὰς τῶν ἁμαρτημάτων ἀναιρῶν ι να μὴ μενόντων αὐτῶν τὸ ἐπὶ πλεῖον σαλευθῆναι πρακτικῶς γένηται. 628 Ps 61,4c ̔Ο ἐν ἀγάπῃ τεθεμελιωμένος καὶ ἐρριζωμένος α σειστός ἐστι τοῖχος καὶ φραγμὸν ε χει ἠσφαλισμένον, ο πως μὴ τρυγῶσιν αὐτὸν οἱ τὴν ὁδὸν παραπορευόμενοι φαῦλοι α νθρωποι καὶ πονηραὶ δυνάμεις. τὸν ου τως ἀσφαλῶς ε χοντα φραγμὸν ὁ θεὸς περιβάλλει, φάσκων Καὶ ἐχαράκωσα καὶ φραγμὸν περιέθηκα. σύγκειται γὰρ ου τος ὁ φραγμὸς ἐξ ἀγγέλων φρουρούντων καὶ δογμάτων ἀληθείας καὶ πράξεων κατ' ἀρετὴν ἐπιτελουμένων. τούτου μένοντος, οὐδεὶς βλάψαι τοὺς θείους καρποὺς τοῦ πνευματικοῦ φυτοῦ δυνήσεται. εἰ δὲ συμβαίη ποτὲ ἀντὶ σταφυλῶν ἀκάνθας ἐξενέγκειν τὸν φρουρούμενον ἀμπελῶνα, ἐγκαταλιπὼν αὐτὸν ὁ θεὸς λέγει ̓Αφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ε σται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ε σται εἰς καταπάτημα. εἰ δὴ τοῦτο συμβαίνει διὰ τὸ φαῦλον καρπὸν γενέσθαι ἐξ ἡμῶν, κεκλιμένος ὁ τοῖχος καὶ ὠσμένος γίνεται ὁ φραγμός. *** 629 Ps 61,5 Τιμὴ τοῦ σοφοῦ η ν βουλεύονται ἀπώσασθαι οἱ πονηροὶ ἡ ἀρετὴ καὶ ἡ εὐσέβεια, κατὰ τὸ ∆όξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν. ἀτιμία τοίνυν ἐστὶν ἡ κακία εἰς η ν οἱ ἐκπεσόντες ο πεπόνθασιν αἰσθανόμενοι λέγουσιν ̓Επεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν εἰς θλῖψιν. εἰς τοῦτο λήψῃ καὶ τὸ Ανθρωπος ἐν τιμῇ ω ν οὐ συνῆκεν. ει τ' ἐπεὶ μὴ βίᾳ ἑλκύσαι εἰς κακίαν δύνανται οἱ ἐπικείμενοι ἀπατεῶνες, οὐκ ̓Απώσαντο ει πε τὴν τιμήν μου ἀλλ' ̓Εβουλεύσαντο ἀπώσασθαι· οὐ γὰρ οι οί τέ εἰσιν ἑλεῖν τὸν ἰσχυρῶς ἀνθιστάμενον. τούτων συγγενεῖς εἰσι περὶ ω ν γράφει ὁ Παῦλος ∆ι' εὐλογίας καὶ χρηστολογίας ἐξαπατῶντες τὰς τῶν ἀκάκων καρδίας. τῆς αὐτῆς διανοίας ἐστὶ τὸ ̓Εὰν δέηταί σου ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ, ἐγγινόμεναι τάχα ἀπὸ τῶν Ζ πνευμάτων ω ν παραλαμβάνει τὸ ἀκάθαρτον πνεῦμα πονηρωτέρων ἑαυτοῦ ὑπαρχόντων ** ...σαν τὰς ἑπτὰ πονηρίας ε χων ἐν τῇ ψυχῇ ἑαυτοῦ ἱκετεύησε, τὸ Πρωῒ λαμπρὰ καὶ ἡδέα λέγων κολαστικῶς, μὴ πεισθῇς· στόματι γὰρ εὐλογῶν καταρᾶται τῇ καρδίᾳ. 630 Ps 61,7b Οὐ μὴ μεταναστεύσω, μετανάστου γινομένου τοῦ δι' ἁμαρτίας μακρυνομένου τοῦ θεοῦ, κατὰ τὸ γεγραμμένον περὶ τοῦ ̓Ιακὼβ ̓Ελιπάνθη, ἐπαχύνθη καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ. 631 Ps 61,8 ̓Αντιλαμβανομένου θεοῦ οὐ γέγονα μετανάστης, ο θεν η ν ε χω σωτηρίαν καὶ δόξαν ἐπὶ τῷ θεῷ τυγχάνουσι· οὐ γὰρ ἰδίᾳ δυνάμει η τέχνῃ ἐσώθην. δόξαν δὲ λέγει ἐπὶ θεῷ ε χειν η ν δίδωσιν ὁ μόνος θεὸς τοῖς ζητοῦσιν αὐτόν, καὶ σωτηρίαν οὐ τὴν σαρκῶν ἀλλὰ τὴν ψυχῆς λογικῆς η ν ε χει ὁ πιστεύσας εἰς τὴν τριάδα κατὰ τὸ λεχθὲν Κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. ∆ιὸ κα ν τι πάλιν εἰς σάλον με βιάζηται, ἐπ' αὐτῷ τὴν ἐλπίδα ποιοῦμαι πολλάκις με σώσαντι. 632a Ps 61,9 Πᾶσαι αἱ τῶν λαῶν τῶν πιστευσάντων ἀπὸ ἐθνῶν συναγωγαί, ο πως μηκέτι α θεοι καὶ ἐλπίδα μὴ ε χοντες η τε, ἐλπίσατε ἐπ' αὐτὸν α νευ πάσης πανουργίας, ἐνώπιον αὐτοῦ φανερώσαντες τὰς καρδίας ὑμῶν· γενήσεται γὰρ ὑμῖν ὁ θεὸς βοηθός. Ταὐτὸν τῷ ἐκχεῖν ἐνώπιον αὐτοῦ τὴν καρδίαν τὸ ἐξ ο λης ψυχῆς καὶ ἐξ ο λης καρδίας ἀγαπᾶν αὐτόν. πολλαχοῦ γὰρ τὸ ἐκχέαι ἀντὶ δαψιλείας πλουσίας καὶ χορηγίας τέτακται, ὡς ἐν τῷ ̔Η ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν διὰ πνεύματος ἁγίου. 633a Ps 61,10 633a Πρὸς τοὺς τοιούτους ἐρρήθη Ινα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, καίτοι παραγγέλλονται μὴ στάθμιον ε χειν μικρὸν 117 καὶ μέγα ἀλλὰ ζυγὸν ἀληθινόν, ἐπείπερ βδέλυγμα κυρίῳ ἐστὶ δισσὸν στάθμιον. ̔Ρητέον δὲ εἰ βουλητὸν ταῦτα καὶ πρὸς ῥητὸν τοῖς περὶ συναλλάγματα καὶ κοινωνίαν ε χουσιν· ἐν παντὶ γὰρ πράγματι ποθεινὴ ἡ δικαιοσύνη· οἱ γὰρ συντρέχοντες εἰς τὴν ματαιότητα ἐπὶ τὸ αὐτὸ ματαιοῦνται, ἀεὶ περὶ ματαίαν συμφωνίαν καὶ σπουδὴν ε χοντες. ̓Ενταῦθα δ' ἰστέον· τὸ Υἱοὶ ἀνθρώπων περιφραστικῶς σημαίνει τοὺς ὡς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.