Unit 28 rem early
Rem early: Unit 28; lemma and argument toward the thesis.
Greek
οι νος ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς καὶ ἡ ἀληθινὴ πόσις τῆς σοφίας τὸ αι μα. κληθεὶς γὰρ ὁ ταῦτα λέγων εἰς τὸ μετασχεῖν τῆς ἑτοιμασθείσης τραπέζης ὑπὸ τῆς σοφίας σφαξάσης τὰ ἑαυτῆς θύματα καὶ τὸν ἑαυτῆς κερασάσης οι νον. ̓Εμφορηθεὶς η δη τῆς θείας ἑστιάσεως καὶ ε τι ἐμφορηθήσεσθαι προσδοκῶν ου τως ει πεν· ̔Ωσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. καὶ ἐπεὶ ἀεὶ ὁ ταύτης τῆς εὐωχίας μεταλαμβάνων πεινᾷ διὰ τὸ τῆς ὀρέξεως τοῦ νοῦ ἀκόρεστον ̓Εμπλησθείη ει πεν καὶ οὐκ ̓Ενεπλήσθη ἡ ψυχή μου, καίπερ η δη δαψιλῶς μετειληφὼς τῆς τροφῆς καὶ τοῦ πόματος. ̓Εντρεπέσθωσαν καὶ ἐκ ταύτης τῆς λέξεως οἱ μετὰ ἀνάστασιν αἰσθητὴν τροφὴν καὶ μέθην ὀνειροπολοῦντες. οὐ γὰρ ει πε τὴν σάρκα η τὸ σῶμα ἀλλὰ τὴν ψυχὴν ἐμπλησθήσεσθαι στέατος καὶ πιότητος, πληροῦντος τοῦ θεοῦ ἐν ἀγαθοῖς τὴν τῆς ψυχῆς ἐπιθυμίαν ὡς ει πεν ἐν ἑτέρῳ ψαλμῷ. Πληρωθεὶς δὲ τῆς εὐφροσύνης χαριστηρίως ἀγαλλιᾷ τῷ ὀρέξαντι τὴν τροφήν, λέγων Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ο νομά σου, περὶ ω ν ε λεγε Τὰ χείλη μου ἐπαινέσουσί σε. Χείλη δὲ ἀγαλλιάσεως τυγχάνει ἡ ἀρετή. ὡς γὰρ λέγεται ἀφροσύνης μέλη ὡς ἐν τῷ Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ, ου τω μήποτε καὶ τῆς ἀγαλλιάσεως ει η χείλη, εἰ μὴ α ρα καὶ ἐν τούτοις ει πῃ τις τοὺς ε χοντας τὰς ε ξεις δηλοῦσθαι διὰ τῶν ε ξεων, ὡς περὶ τοῦ α φρονος εἰρῆσθαι, ὡς ε χει πόδας τοὺς κατάγοντας εἰς τὸν ᾳ δην τοὺς χρωμένους αὐτοῖς, καὶ περὶ τοῦ ἀγαλλιῶντος ὡς χείλεσιν ἀγαλλιάσεως αἰνοῦντος τὴν τοῦ θεοῦ προσηγορίαν. 640a Ps 62,7 ∆ύναται δὲ ταῦτα λέγειν ὁ ἀγαμίᾳ σχολάζων, ι να μεριμνῶν τὰ τοῦ κυρίου ἀρέσῃ αὐτῷ, καὶ ὁ κοίτην ἀμίαντον ε χων τῷ κατὰ τοὺς ἁγίους α νδρας τιμίως συνεῖναι τῇ γαμετῇ. 641a Ps 62,9.10a Ωσπερ δέ ἐστι τὸν τρέχοντα ἐπὶ τὴν ἀρετὴν καὶ τὴν εὐσέβειαν τέλος ἐπιθεῖναι κατὰ τὸ λεχθὲν Τὸν δρόμον τετέλεκα, καὶ τὸ Ανευ ἀνομίας ε δραμον καὶ κατεύθυνα (τελέσαντος γάρ ἐστι τὸ Εδραμον), ου τως ὁ ἑπόμενος θεῷ κατὰ τὸν ̔Ιερεμίαν ̓Εγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ κατὰ τὸν ̔Ωσηὲ ̓Οπίσω κυρίου πορεύσομαι, καὶ καθά φησιν Μωυσῆς ̓Οπίσω κυρίουτοῦ θεοῦ σου πορεύσῃ, τελέσοι α ν ποτε τὴν ὀπίσω τοῦ θεοῦ πορείαν ἐπ' αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος ο τε ἀκούσεται πρὸς θεοῦ Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. Οὐ γὰρ ε τι πορευομένου φωνή. εἰς ταύτην τὴν κατάστασιν μετὰ τὸ πορευθῆναι ὀπίσω καταφθάσας ὡς κολληθῆναι ὀπίσω ου ει πετό φησιν ̓Εκολλήθη ἡ ψυχή μου ὀπίσω σου, δηλούσης τῆς φωνῆς τῆς ̓Εκολλήθη τὸ ̔Ηνώθη. ου τω γὰρ ἀκουστέον καὶ τοῦ ̓Αποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ. ε νωσιν τὴν πρὸς θεὸν δηλοῖ καὶ τὸ ̔Ο κολλώμενος τῷ κυρίῳ ε ν πνεῦμά ἐστιν· ο περ ζητητέον εἰ ταὐτόν ἐστι τῷ ̓Εκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ὡς μὴ διαφθείρειν τὸ κολληθῆναι τῷ κυρίῳ καὶ τὸ κολληθῆναι τὴν ψυχήν τινος ὀπίσω ἑτέρου οὐ ταὐτὸν ει ναι βουλομένου τῷ τέλει τὸ αὐτῷ τῷ κυρίῳ κολληθῆναι. τέλος μὲν γὰρ τοῦ ὀπίσω κυρίου πορευθῆναι τὸ κολληθῆναι τὴν ψυχὴν τοῦ πορευομένου ὀπίσω αὐτοῦ· πλὴν εἰ καὶ τέλος πορείας τὸ φθάσαντα ἑνωθῆναι ὀπίσω, ἀλλ' ου ν ε τι τούτου τελειότερον τὸ κολληθῆναι πρὸς τὸν κύριον ἐπὶ τῷ ε ν πνεῦμα πρὸς αὐτὸν γενέσθαι. Οπως δ' α ν δέχῃ τὰ τῆς θεωρίας, 120 ὁμολογεῖ κεκολλῆσθαι ὀπίσω τοῦ θεοῦ τὴν ψυχὴν ἑαυτοῦ, ἀντιλαμβανομένης τῆς τοῦ θεοῦ δεξιᾶς. αυ τη δέ ἐστιν ἡ μονογενὴς θεοῦ δύναμις· η ς ἀντιλαμβανομένης καὶ κρατούσης ἀσφαλῶς, εἰς μάτην ἐζήτησαν τὴν ψυχὴν τοῦ ταῦτα λέγοντος οἱ ἐπικείμενοι ὁρατοὶ καὶ ἀόρατοι ἐχθροὶ, οὐ δυνάμενοι ἁρπάσαι τὸν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ φρουρούμενον. 642a Ps 62,10b.11 Σύμφωνον τῷ εἰσελεύσεσθαι τοὺς φαύλους εἰς τὰ κατώτατα τῆς γῆς τὸ ̓Αποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾳ δην πάντα τὰ ε θνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ. εἰσελθόντα δὲ κολάσει παραδοθήσονται σημαινομένῃ ὀνόματι τῆς ῥομφαίας. χεῖρες τῆς ῥομφαίας ταύτης η τοι ου ς ἐνεργεῖ πόνους καὶ πικρία ἐστὶν η οἱ ὑπηρετοῦντες αὐτῇ, σκεύη ὀργῆς ἐν ἑτέροις ὀνομαζόμενοι. ἀλωπέκων δὲ μερίδας τὰς πονηρὰς δυνάμεις καλεῖ, διὰ τὸ πανοῦργον καὶ δολερὸν καὶ κακόηθες ἀλωπέκων ὀνομαζομένων. ̔Ερμηνευτέον δὲ τὰ προκείμενα καὶ α λλως· ἐπεὶ ε στιν ἐπιτεταμένως ὑλικὸν καὶ σάρκινον γενέσθαι τὸν τοιοῦτον, ἐρεῖς βεβαθυγκέναι ἑαυτῷ εἰς γῆν κάθεσιν ὡς εἰς αὐτὰ τὰ κατώτατα αὐτῆς προαιρετικῶς εἰσελθεῖν. πάσχουσι δὲ τοῦτο οἱ παραδιδόμενοι εἰς ἀτιμίας πάθη οι ς ε χειν ει λοντο καὶ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν. τούτῳ τῷ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.