Unit 28 rem close
Rem CLOSEOUT: Unit 28 CLOSEOUT.
Greek
ηὐφράνθη, ὡς λοιπὸν ἐπαινεῖσθαι μόνους τοὺς εὐθεῖαν ε χοντας καρδίαν ἐπὶ πρακτικῷ καὶ θεωρητικῷ βίῳ. 651a Ps 64 αργ Ει ρηται δὲ πρότερον ὡς πρᾶξιν μὲν ὁ ψαλμός, θεωρίαν δὲ ἡ ᾠδὴ δηλοῖ. ὁ πρακτικὸς α ρα α μα τῷ θεωρητικῷ βίῳ κατορθούμενος α νδρα τέλειον ἀποδείκνυσιν. 652a Ps 64,2.3a ̓Εκ τοῦ ῥητοῦ μεταβατέον ἐπὶ τὴν ἐκκλησιαστικὴν γνώμην. διὰ τὸ σκοπευτικὸν τῆς ἀληθείας Σιὼν ὀνομαζομένης, ἐν ταύτῃ πρεπόντως υ μνος καὶ εὐχὴ ἀποδίδοται τῷ πάντων αἰτίῳ. σημαίνει δὲ ὁ μὲν υ μνος θεωρίαν θεοῦ καὶ τῆς ἀληθείας, ἡ δὲ εὐχὴ εὐχαριστίαν. ὁ ἐν παντὶ τοίνυν εὐχαριστῶν ἐν τῇ Σιὼν τοῦτο ποιείτω, ἀρξάμενος ἀπὸ τοῦ ὑμνεῖν τὸν ῳ τὴν εὐχὴν ἀποδίδωσιν. η ς τοίνυν προσηγάγομεν νῷ καὶ πνεύματι θεοῦ προσευχῆς εἰσάκουσον, ω κύριε· ε στι δὲ περὶ ου ἠξιώσαμεν τὸ ι λεών σε ε χειν ὑπὲρ ω ν ἀσεβεῖν ἐδόξαμεν κατὰ α γνοιαν. 653a Ps 64,3b Ερχεται πρὸς τὸν θεὸν πᾶσα σάρξ, πληρουμένου τοῦ Πρὸς σὲ ε θνη η ξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ τοῦ Πάντα τὰ ε θνη ο σα ἐποίησας η ξουσιν ἐναντίον σου. ̓Εκληπτέον δὲ καὶ ἑτέρως πρὸς θεὸν ε ρχεσθαι πᾶσαν σάρκα τὴν ευ εικτον ψυχὴν πρὸς τὸ ῥᾷστα τυποῦσθαι πρὸς τῶν θείων νόμων καὶ τῶν χαρακτήρων τῆς ἀληθείας· καθὸ σημαινόμενον ει ρηται ὁ πνευματικὸς νόμος ἐν πλαξὶ καρδίας σαρκίναις γεγράφθαι καὶ οὐκ ἐν πλαξὶ λιθίναις. τοῦτο δὲ αὐτὸ παρίσταται καὶ ἐκ τῆς τοῦ ̓Ιεζεκιὴλ προφητείας, τοῦ θεοῦ λέγοντος περὶ τῶν σκληροκαρδίων λεγομένων κατ' ἠλιθιότητα ̓Εκσπάσω ἀπ' αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐνθήσω καρδίας σαρκίνας, ο πως ἐν τοῖς προστάγμασί μου πορεύωνται. 654a Ps 64,5ab ̔Ο ἐκλεγεὶς δι' ἁγιότητα, ἐὰν ἐπιμείνῃ τῇ ἐκλογῇ, προσλαμβάνεται ὑπὸ τοῦ θεοῦ, ὡς μετοικισθέντα αὐτὸν τοῦ περὶ γῆν τόπου κατασκηνῶσαι ἐν ταῖς αὐλαῖς τοῦ ἐκλεξαμένου περὶ ω ν ει ρηται Εἰσέλθετε εἰς τὰς αὐλὰς αὐτοῦ ἐν υ μνοις· ω ν ἀπεντεῦθεν πόθον τις ε χων ει πεν ̓Επιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς 122 τοῦ κυρίου. καὶ ἐπεὶ οὐκ ἐν ταῖς αὐλαῖς τὸ τῆς μακαριότητος τέλος, κατασκηνοῖ ἐν αὐταῖς ὁ ἐκεῖ παραληφθείς, ι να προκόψας καὶ ἐπ' αὐτὸν τὸν οι κον ἐλθὼν κατοικῇ μακαριζόμενος· Μακάριοι γάρ φησιν οἱ κατοικοῦντες ἐν τῷ οι κῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. ο τι τελειότερον τοῦ ἐκλεγῆναι τὸ προσληφθῆναι ὑπὸ τοῦ ἐκλεξαμένου δῆλον ἐκ τοῦ ̓Εν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με. ο ταν γὰρ ὁ ἐκλεγεὶς πάντα κατὰ βούλησιν θεοῦ πράττῃ, τότε μετὰ δόξης τὰς ἐπαγγελίας προσλαμβάνεται. Τὰς δὲ λέξεις ταύτας προφέρουσιν οἱ τοὺς ἀπαλλαγέντας τοῦ βίου δοξολογοῦντες. 655a Ps 64,5cδ Οι κον θεοῦ τὴν ἐκκλησίαν ἐπιστέλλων ὁ Παῦλος Τιμοθέῳ καλεῖ· ̓Εὰν δὲ βραδύνω ι να ι δῃς πῶς δεῖ ἐν οι κῳ θεοῦ ἀναστρέφεσθαι, η τις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος. τούτου τοῦ οι κου ἀγαθὰ τὰ τοῦ πνεύματος χαρίσματα τά τε περὶ τριάδος καὶ τὰ λοιπὰ δόγματα οι τε παραδοθέντες ὑπὸ τῶν ἀποστόλων θεσμοὶ καὶ κανόνες. Τούτων τῶν ἀγαθῶν ἐμπλησθήσεσθαι προσδοκῶσιν οἱ εἰρηκότες ̔Ιλάσθητι ταῖς ἀσεβείαις ἡμῶν α ς ε χειν ἐδόξαμεν, τῶν ἀνόμων λόγοις ὑπερδυναμωθέντων καθ' ἡμῶν. ̔Η ἀρετὴ τῷ τῆς δικαιοσύνης ὀνόματι σημαινομένη θαυμαστῶς ἐν αὐτῷ ἐπιτελεῖται. ̔Ο πιστεύων καὶ ε ργων ἀγαθῶν πληρωθεὶς ε χει τὸν κύριον ἐν ἑαυτῷ· ει ρηται γὰρ διὰ τῆς πίστεως κατοικεῖν τὸν Χριστὸν εἰς τὸν ε σω α νθρωπον. ου τως ὁ κύριος πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ πατρὸς ἐρχόμενος μονὴν ποιεῖται, ω στε ναὸς α γιος ὁ α νθρωπός ἐστιν· γέγραπται γὰρ Οὐκ οι δατε ο τι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; καὶ μεθ' ε τερα· ̔Ο γὰρ ναὸς τοῦ θεοῦ α γιός ἐστιν οι τινές ἐστε ὑμεῖς. ου τος θαυμαστός ἐστι καὶ ἐν δικαιοσύνῃ κατορθοῖ τῇ διὰ τῆς πίστεως ̓Ιησοῦ Χριστοῦ συνισταμένῃ, πλήρης ω ν ἀγαθῶν θείων χαρισμάτων τοῦ πνεύματος ω ν οἱ μετασχεῖν προσδοκῶντες ἐροῦσι Πλησθησόμεθα. 656 Ps 64,8c.9 Πῶς γὰρ οὐκ ἐφοβοῦντο οἱ κατοικοῦντες τὰ πέρατα καὶ συνεταράσσοντο τὰ ε θνη, τῶν χρηστηρίων καταλυθέντων ὡς μὴ κομπάζειν ε τι τοὺς μαντικοὺς δαίμονας καὶ ἰατρείαν ἐπαγγελλομένους, πρὸς τούτοις μαγείας καὶ φαρμακείας καταλυομένης καὶ αὐτοῦ τοῦ Σατανᾶ τοῦ τὸ κράτος ε χοντος τοῦ θανάτου καταργουμένου; σημεῖα γὰρ ἱκανὰ τὰ τελεσθέντα, δεικνῦντα θεὸν ει ναι τὸν ἐργασάμενον. ἀμέλει γνόντες αὐτοῦ τὴν θεότητα ἐκ τῶν γινομένων, ἐπίστανται λοιπὸν ὡς καὶ τῶν κατ' οὐρανὸν αὐτὸς προνοεῖ, ὡς τοῖς νόμοις αὐτοῦ ἀνατέλλει καὶ δύεται τὰ α στρα. ε ξοδοι γὰρ πρωΐας αἱ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.