Fragmenta in Psalmos Unit 29 opening
Unit 29.
Lemma-led open — ἀνατολαί, ἑσπέρας δὲ τέρψεις αἱ δύσεις, τερπομένων καὶ εὐφραινομένων λοιπὸν τῶν πιστευσάντ
Greek
ἀνατολαί, ἑσπέρας δὲ τέρψεις αἱ δύσεις, τερπομένων καὶ εὐφραινομένων λοιπὸν τῶν πιστευσάντων ἐθνῶν θεωρησάντων ο τι ὁ τὸν η λιον καὶ τὴν σελήνην καὶ τοὺς α λλους ἀστέρας ἐπιτέλλειν καὶ δύεσθαι ποιῶν αὐτός ἐστιν ὁ γενόμενος α νθρωπος καὶ τῆς ἀπάτης καὶ τοῦ θανάτου ἐλευθερώσας. 657a Ps 64,10ab ̓Επεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν, ὑετὸν πνευματικὸν διδούς, πρώϊμον μὲν διὰ τῆς παλαιᾶς ο ψιμον δὲ διὰ τῆς καινῆς διαθήκης δι' ω ν μεθυσθεῖσα ἡ ἀλληγορουμένη γῆ (ψυχὴ δὲ ἀνθρώπου αὐτή) ἐπλουτίσθη παντὶ λόγῳ καὶ πάσῃ γνώσει καὶ ε ργοις ἀγαθοῖς, πληθύνοντος αὐτοῦ τοῦ θεοῦ. 658a Ps 64,10cδ.11 Θεοῦ ποταμὸς ὁ λόγος αὐτοῦ τυγχάνει καὶ ζωὴ καὶ πηγὴ αὐτὸς ω ν. καὶ τάχα ο τε πρὸς τὸν θεόν ἐστι, πηγὴ ὑπάρχει· ει ρηται γὰρ Παρὰ σοὶ πηγὴ ζωῆς, ποταμὸς τότε εὑρισκόμενος ο ταν τὴν λογικὴν κτίσιν ποτίζῃ. τούτου τὰ ὁρμήματα τουτέστιν αἱ κατὰ μέρος διδασκαλίαι εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ η τοι τὴν ἐκκλησίαν. καὶ ἐπεὶ τὸ πλήρωμα τῆς θεότητος ἐν αὐτῷ κατοικεῖ, πεπληρωμένος ὑδάτων ἐστίν, καθὸ λέγεται περὶ αὐτοῦ ̓Εθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. οὐ μόνον τοίνυν ἐκ τούτων τῶν ὑδάτων ω ν πλήρης ὁ ποταμός ἐστιν ποτίζεται πᾶσα ἡ λογικὴ κτίσις, ἀλλὰ καὶ τροφὴν θεόθεν ἑτοιμαζομένην ε χει, σπείροντος ̓Ιησοῦ σπορὰν ἑκατονταπλασίονα καρποφοροῦσαν. ̓Εκ τούτου τοῦ ποταμοῦ οἱ αυ λακες τῆς γῆς ἐφ' η ν βέβληται τὸ πνευματικὸν 123 α ροτρον μεθύσκονται πίνοντες ἐπ' εὐφροσύνῃ, ὡς καὶ τὰ γενήματα τῆς δικαιοσύνης αὐξανόμενα ἐν αὐτῇ πληθύνεσθαι, περὶ ω ν ει ρηται Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς· καὶ ε τι ̓Εκζητήσατε τὸν κύριον ε ως ε λθῃ ὑμῖν γενήματα δικαιοσύνης. Καὶ ἐπεὶ μὴ ἐκ τοῦ ποταμοῦ μόνον μεθύουσιν οἱ ἐκ τῆς γῆς αυ λακες ἀλλὰ καὶ ἐκ τοῦ πνευματικοῦ ὑετοῦ ου ῥαίνουσιν αἱ νεφέλαι κατὰ τὸ λεχθὲν Καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, εὐφραίνεται ἀνατέλλουσα ἡ γῆ ἐν ταῖς σταγόσι ταῖς ἐπ' αὐτῆς ἐρχομέναις. εἰσὶ δὲ αυ ται αἱ τῶν θεοπνευστῶν γραφῶν λέξεις καὶ τὰ νοήματα. 659a Ps 64,13b.14ab ∆υνατὸν εἰπεῖν ἀγαλλίασιν ἐνδεδύσθαι τοὺς κριοὺς ι ν' ῃ κατὰ κοινοῦ λεχθὲν τὸ ̓Αγαλλίασιν οἱ βουνοὶ περιζώσονται, ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, ὡς τὴν ἀγαλλίασιν τῶν μὲν ε νδυμα τῶν δὲ ζώνην ει ναι. Πάντων καρποφορούντων τῶν προειρημένων, καὶ αἱ κεκοιλωμέναι ψυχαί, τῷ μὴ ε χειν ε παρμα νοήσεως κοιλάδες καλούμεναι, ἐπλήθυναν σῖτον ἐκεῖνον ο ν ἀρτοποιήσας τις τραφῆναι δύναται, κατὰ τὸ ∆ιάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι α ρτων· ο περ ἐστὶ τοὺς τῆς καρδίας ὀφθαλμοὺς διάνοιξον ι να μεταλάβωσι φῶς γνώσεως. τούτου γὰρ γινομένου, πληθύνονται οἱ α ρτοι, αἱ πρακτικαὶ ἀρεταί, τρέφοντες τὸν ε σω α νθρωπον. 660a Ps 64,14bc ̔Ο νύμφιος ἐν τῷ Αισματι τῶν ᾀσμάτων (ου τος δ' ἐστὶν ὁ σωτήρ) φησὶν ̓Εγὼ α νθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. ο δὲ λέγει τοιοῦτόν ἐστιν· ἐγὼ γέγονα α νθος τοῦ περὶ γῆν τόπου πεδίον διὰ τὸ χθαμαλὸν ὠνομασμένου ι ν' ἀρχὴν καρποφορίας οἱ α νθρωποι λάβωσιν, γέγονα δὲ καὶ ταῖς κοιλάσι (ταῖς ἐν ᾳ δου ψυχαῖς) κρίνον, νεκρότητα ἀναδεξάμενος. ὁ γεγονὼς τοίνυν τῶν κοιλάδων κρίνον καὶ κόκκος ε σται σίτου, ὡς αὐτὸς ει πεν ̓Αμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ πεσὼν ἀποθάνῃ, πλείονα καρπὸν φέρει. ἐπεὶ πεσὼν ὁ κόκκος διὰ τοῦ σταυροῦ εἰς τὴν γῆν μέχρι τῆς καρδίας αὐτῆς ε φθασε καρπὸν πλείονα ποιήσας, καὶ ἐν ἐκείνοις τοῖς χωρίοις αι τιος γέγονε καὶ ταῖς κοιλάσι πλήθους σίτου. ∆ιὰ παντὸς τοῦ ψαλμοῦ ε ργων θαυμασίων θεοῦ δηλουμένων, εἰκότως εἰς υ μνον κατέπαυσεν· ἐπενήνεκται γὰρ τοῖς σπουδαίως τελεσθεῖσι· Κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν, πάντων τῶν εὐπαθόντων μεγαλοφώνως
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.