Fragmenta in Psalmos · §u28-rem-mid

Unit 28 rem mid

Rem mid: Unit 28; lemma continues; reading with the letter.

Greek

τρόπῳ καὶ ὁ Φαραὼ καὶ οἱ ἀμφ' αὐτὸν ὑπὸ γῆς κατεπόθησαν, καὶ Μωυσῆς ὡς ἐν ἐπινικίῳ υ μνῳ ει πε πρὸς θεὸν ̓Εξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. καὶ μὴν ο σον ἐπὶ τῇ ἱστορίᾳ οὐχ ὑπὸ γῆς ἀλλ' ὑπὸ βυθοῦ κατεπόθησαν, οἱ ου τως καταποθέντες ὑπὸ τῆς γῆς καὶ εἰς τὰ κατώτατα τῆς γῆς κατεληλυθότες παρεδόθησαν εἰς χεῖρας διαβόλου ῥομφαίας ἀλληγορικῶς καλουμένου. χεῖρες δὲ αὐτοῦ η τοι οἱ α γγελοι αὐτοῦ η αἱ χείρισται πράξεις τυγχάνουσιν. ου τω παραδοθέντες μερίδες ἀλωπέκων γενήσονται. 643a Ps 62,12b ̓Επαινεῖται δὲ καὶ ὁ ὀμνύων ἐπὶ τῷ θεῷ τῷ εὐφραίνοντι τὸν βασιλέα. 644a Ps 63,2b Εξω δὲ ποιεῖ φόβου θεός, οὐ πάντως ἀνατρέπων η καταβάλλων τὸν ἀντικείμενον ἀλλ' ἀνδρείαν ὀρέγων τῷ προσευχομένῳ. 645a Ps 63,3.4a ∆ιττῆς ου σης τῆς ἐκ κακίας βλάβης ζημιούσης ὁτὲ μὲν τὸ φρόνημα, ὁτὲ δὲ τὴν πρᾶξιν, δύο φάλαγγές εἰσιν αἱ προσπολεμοῦσαι τοῖς δικαίοις ἀφ' ω ν ῥυσθῆναι ἀβλαβὴς παρακαλεῖ ὁ ᾳ δων τὰ προκείμενα, φάσκων τῷ θεῷ Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων (ου τοι δέ εἰσιν οἱ παραχαράττειν τὴν τῶν δογμάτων ἀλήθειαν θέλοντες), ἀλλὰ καὶ ἀπὸ τῶν πρακτικὴν ἀδικίαν ἐπιτελούντων καὶ εἰς αὐτὴν ἑλκῦσαι με θελόντων. ἀμφότερα γὰρ τὰ στρατόπεδα ταῦτα ῥομφαίας δίκην τὰς γλώσσας ἑαυτῶν ἠκόνησαν ὡς λόγον ε χοντας τοὺς μὲν πονηρευομένους συναγορεύοντας καὶ ψευδωνύμῳ γνώσει, τοὺς δὲ τῇ πρακτικῇ κακίᾳ. 646a Ps 63,6ab Πλὴν εἰ καὶ ου τοι πονηρῶς εἰσι παρεσκευασμένοι, ἀλλ' ὁ εὐεργέτης θεὸς τοῖς φοβουμένοις αὐτὸν δίδωσι σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. ο περ ει ρηται τυγχάνειν πρᾶγμα πικρόν (τοιοῦτο δ' ἐστὶ πᾶν κακίας ει δος καὶ ἀσεβὲς δόγμα), τοῦτο ἐντείναντες οι α τόξον ἀπ' αὐτοῦ βάλλουσιν, ἀναλογίαν ε χοντα βέλη πρὸς τὰ πεπυρωμένα τοῦ ἐχθροῦ βέλη. 647a Ps 63,6c Καὶ οἱ ἑτερόδοξοί φασι μηδένα ει ναι τὸν καταλαβεῖν δυνάμενον τὴν κεκομψευμένην αὐτῶν καὶ σεσοφισμένην διδασκαλίαν. 648a Ps 63,7.8a ̓Εκλειπόντων ἐρευνᾶν ἐξερευνήσεις διὰ τὸ σφόδρα ἐξηρευνηκέναι τὴν ἀνομίαν ὡς καὶ λόγον ἑαυτοῖς κραταιῶσαι πονηρὸν καὶ παγίδας κρύψαι ἐν τοῖς διηγήμασιν ἑαυτῶν ἐφ' οι ς σὺν πολλῇ κομψείᾳ ἐσπουδασμένοις σεμνύνονται ὡς ἀλύτους ε χειν λόγους ὡς μὴ φωρᾶσαί τινα τὴν ἀπάτην, προσελεύσεται αὐτοῖς α νθρωπος ἀληθινὸς σῴζων τὸ κατ' εἰκόνα καὶ τὸ ει ναι διηρθρωμένος λόγιος καὶ βαθεῖαν καρδίαν τουτέστι νόησιν ε χων βαθεῖαν, ὡς ὑψωθῆναι τὸν θεὸν δραττόμενον τῶν σοφῶν ἐν τῇ πανουργίᾳ αὐτῶν· ου τω γοῦν καὶ διὰ Παύλου τοῦ ἀποστόλου ̓Ελύμαν τὸν μάγον φανερώσας αὐτοῦ τὸν δόλον καὶ 121 τὴν πανουργίαν. πῶς γὰρ οὐχ ὑψοῦται θεὸς δι' ἁγίων ἀνδρῶν, τῆς πλάνης λυομένης τῶν ἀπατεώνων; Μέγα ἐφρόνουν ἐπὶ γοητείᾳ καὶ σοφιστείᾳ οἱ Αἰγύπτου φαρμακοὶ καὶ ἐπαοιδοί, ἀλλ' ὁ θεοῦ ἱεροφάντης Μωυσῆς, ε χων ἐν ἑαυτῷ καρδίαν βαθεῖαν. προσελθὼν ἀνέτρεψε τὴν ἀπάτην ἐφ' ῃ μέγα ἐφρόνουν. καὶ ου τως ὑψώθη θεὸς πρὸς πάντων ἀνυμνούμενος. ὁ ταύτην δὲ τὴν βαθεῖαν νόησιν ε χων δέχεται αὐτὴν ὑπὸ τοῦ τὰ πάντα ἐρευνῶντος πνεύματος. 649a Ps 63,8b–10 Ωσπερ τὰ πεμπόμενα νηπίων βέλη οὐδὲ μέχρις ἀμυχῆς πλήττει τι τιτρώσκοντα, ου τω καὶ τῶν παρεσκευασμένων σοφιστῶν ἐντεινάντων πρᾶγμα πικρὸν κεχώρηκε κατ' αὐτῶν ἡ λώβη· καὶ αἱ γλῶσσαι ἠσθένησαν δ' αὐτῶν, τουτέστιν οἱ λόγοι, ὡς μηδὲ κατὰ ποσὸν βαλεῖν δύνασθαι τὸν ἀναλαμβάνοντα τὸν τῆς πίστεως θυρεόν. Θεωροῦντες οἱ α νθρωποι τὰ προειρημένα, οἱ πάλαι δεινότητα ἑαυτοῖς μαρτυροῦντες, ἐταράχθησαν, οὐκέτι μένοντες ἐν αι ς ε σχον ὑπὸ τῶν σοφιστῶν ἠπατημέναις δόξαις, φόβον ἐσχηκότες διὰ τὸ τοιούτοις ἀσεβέσι δόγμασιν συγκατατεθεῖσθαι. μαθόντες γὰρ η σαν παρ' αὐτῶν ὡς οὐκ ει η πρόνοια· ὡς ἐκ ταὐτομάτου φέρονται τὰ πάντα, καὶ πρὸς α λλων ἀπατεώνων ε τεροι συναρπαγέντες φύσει ἀγαθοὺς καὶ κακοὺς ἀνθρώπους παρεδέξαντο, καὶ προσέτι ὡς εἱμαρμένης πρυτανευούσης. τούτων κλονηθεισῶν τῶν ψευδοδοξιῶν ἐν τῷ ταράττεσθαι αὐτούς, ἀληθῆ φανέρωσιν ε σχον ὡς ει η θεὸς ποιητὴς τῶν ο λων καὶ προνοητής. ἀνήγγειλαν γοῦν τὰ τῆς προνοίας ε ργα καὶ τὰ κτίσματα αὐτοῦ συνῆκαν καὶ τὸν προνοούμενον ε γνωσαν, ἐκ τοῦ μεγέθους καὶ κάλλους αὐτῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσαντες. 650a Ps 63,11 ∆ιελεγχομένης τῆς πλάνης, ὁ δίκαιος εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ὁρῶν τοὺς πάλαι πλανωμένους ἀνθρώπους ἀναγγέλλοντας τὰ ε ργα τοῦ θεοῦ καὶ σύνεσιν ε χοντας τῶν ποιημάτων αὐτοῦ. καὶ πρὸς τούτῳ ε τι μᾶλλον ἐλπίσει ἐπὶ τῷ κυρίῳ ἐν ῳ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.