Unit 29 rem early
Rem early: Unit 29; lemma and argument toward the thesis.
Greek
ἐπιτεταμένῃ νοήσει δοξολογούντων τὸν τῶν ἀγαθῶν αι τιον. 661a Ps 65,1b.2 ̔Ο ἀλαλαγμὸς φωνή ἐστι νενικηκότων κατὰ τῶν ἑαλωκότων, ἀσήμως ἀναπεμπόμενος ὑπὲρ τοῦ εἰς μήκιστον τὸν ψόφον τῆς φωνῆς διαδοθῆναι. ἐπεὶ τοίνυν χάριτι θεοῦ, ̓Ιησοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου, οἱ νεκροὶ ἐγείρονται, καταλυθέντος τοῦ διαβόλου τοῦ τὸ κράτος ε χοντος τοῦ θανάτου, προστάττεται οὐ μέρος τῆς γῆς ἀλλὰ πᾶσα αὐτὴ ἀλαλάξαι τῷ θεῷ, ἐγειρομένων τῶν ἁπανταχοῦ νεκρῶν δικαίων καὶ ἀδίκων. Καὶ πρὸς τὸ ε γειρον δὲ ει δος τῆς κατὰ μετάνοιαν ἀναστάσεως ἁρμόζει πᾶσαν τὴν γῆν ἀλαλάξαι, τοῖς ἁπανταχοῦ γῆς ἀνθρώποις τόπου μετανοίας λεγομένου. λέγεται γὰρ πρὸς ε καστον Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται, καὶ πρὸς πᾶσαν τὴν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν ὁ κύριος λέγει ̓Ανάστα ἐλθέ, ἡ πλησίον μου, εἰς τὸ ἀναστῆναι διὰ μετανοίας καὶ η κειν πρὸς αὐτόν. Γενομένης ου ν ἀλαλαγμῷ τῆς φωνῆς κατὰ τῶν ἡττηθέντων, προστάττονται οἱ ἐλευθερωθέντες τῶν πολεμίων τῷ θεῷ τὴν αἰτίαν τῆς νίκης ὁμολογοῦντες αἰνεῖν αὐτὸν καὶ ψάλλειν τῷ ὀνόματι αὐτοῦ, πλὴν οὐχ ὡς ε τυχεν ἀλλ' ἐπιδόξως· ∆ότε γάρ φησι δόξαν αἰνέσει. γίνεται δὲ τοῦτο ο ταν ὁ ὑμνῶν κατάλληλον τῇ αἰνέσει πρᾶξιν ε χῃ· Τοῖς γὰρ εὐθέσι πρέπει αι νεσις. διὸ κωλύεται ὁ ε τι φαῦλος τοῦτο ποιεῖν, οὐκ ο ντος ὡραίου αι νου ἐν στόματι ἁμαρτωλοῦ. 662a Ps 65,3 Οὐκ ἀεὶ τὸ ψεῦδος ἐπὶ λόγου καὶ δόξης λαμβάνειν δεῖ. ε στι γὰρ ο τε καὶ ἐπὶ τοῦ διαμαρτάνειν τοῦ σκοποῦ κεῖται ἡ φωνὴ αυ τη. τούτῳ τῷ σημαινομένῳ ἐψεύσαντο οἱ ἐχθροὶ τοῦ θεοῦ οὐδὲ 124 κατὰ ποσὸν ἀντιστῆναι αὐτῷ δυνηθέντες. θεϊκῶν γὰρ ε ργων ὑπὸ ̓Ιησοῦ γινομένων πλήθους τε δυνάμεως θεϊκῆς ἐκφαινομένης ἐν τοῖς γινομένοις, οἱ ἐχθρεύειν βουλόμενοι ̓Ιουδαῖοι ψιλὸν α νθρωπον τὸν ̓Ιησοῦν οἰόμενοι ἐψεύδοντο λέγοντες ̓Εν Βεεζεβοὺλ α ρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια, καίτοι τῶν ε ργων δηλούντων ὡς κρείττω ταῦτα παντὸς γεννητοῦ· διὸ πρὸς κατανόησιν καλῶν αὐτοὺς ὁ σωτὴρ ε λεγε Κα ν ἐμοὶ μὴ πιστεύητε, τοῖς ε ργοις πιστεύετε ι να γνῶτε ο τι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. 663a Ps 65,4 Τοῦ σωτῆρος ἐπιδημήσαντος, τέλος ἀπείληφεν ἡ τοῦ νόμου σκιά· ο θεν οὐ σπουδάζεται ε τι ἐν τῷ ναῷ τῷ ἐν ̔Ιεροσολύμοις τελεῖσθαι ἡ θεοῦ προσκύνησις, γινομένη η δη ἐν πνεύματι καὶ ἀληθείᾳ ὡς μὴ κωλύεσθαι τὸν θεοῦ προσκυνητὴν ἐν παντὶ τόπῳ τοῦτο ποιεῖν. προσκυνήσουσι γὰρ αὐτῷ, ε καστος ἐκ τοῦ τόπου αὐτοῦ πράττων κατάλληλα τῷ προσκυνεῖν θεῷ, ο θεν α μα ει ρηται Προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. ποιοῦσι δὲ τοῦτο ἀμέμπτως, ἐπικληθείσης αὐτοῖς τῆς σῆς προσηγορίας, ο θεν ἀναγκαίως ἐπενήνεκται τὸ Ψαλάτωσαν τῷ ὀνόματί σου, υ ψιστε. 664a Ps 65,5.6a,b ∆εῦτε, ω φιλομαθεῖς, καὶ ι δετε τὰ ε ργα τοῦ θεοῦ κατορθούμενα ἐν τοῖς πιστοῖς ἀνθρώποις, ἀνυόμενα οὐκ ἀνθρωπίνῃ ἀλλὰ θεοῦ βουλῇ. πῶς γὰρ ἀγαμίαν καὶ ἀκτημοσύνην ὡς δεῖ κατορθῶσαι δυνατόν, μὴ θεοῦ βουλῆς ἐξευμαριζούσης αὐτά; ο τι δὲ θεός ἐστιν ὁ δύναμιν παρέχων τοῦ ἀνυσθῆναι ταῦτα. τὸν βίον τῶν ἀνθρώπων κυματούμενον καὶ ταραττόμενον οι α ἀθάλατταν εἰς ξηρὰν μετέβαλεν, βαλὼν πυρὸς ἐπὶ τῆς γῆς λόγον πᾶσαν ὑγρότητα ξηραίνοντα, ὡς ἑκάστῳ τῶν ἐκ κακίας εἰς ἀρετὴν καὶ ἐξ ἀπιστίας εἰς πίστιν ἐρχομένων μετεστράφθαι τὴν θάλασσαν ὡς ποσὶ περιπατεῖσθαι. τούτου σύμβολον εἰκονογραφεῖται Πέτρου τοῦ ἀποστόλου πίστει τῇ εἰς τὸν σωτῆρα ἐπὶ τῆς θαλάσσης περιπατοῦντος. ̔Ο δὲ ποταμὸς λόγος ἐστὶν ὠχυρωμένος ̔Ελληνικῇ σοφίᾳ καὶ τέχνῃ, κωλύων τὴν ὁδὸν τὴν ἐπὶ τὴν ἁγίαν ἀπάγουσαν γῆν. ἀλλὰ καὶ τοῦτον μετέστρεψεν ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν καὶ βάσιμον ἀπειργάσατο τοῖς πορευομένοις εἰς ἁγιότητα. Ελεγχος δ' ἐστὶ τὰ ου τως λεγόμενα κατὰ τῶν διακοπτόντων τὴν θεότητα. οὐ γὰρ α λλος θεὸς τὴν ἐρύθραν θάλασσαν διεῖλε καὶ τὰς ἐν τοῖς Εὐαγγελίοις τεραστίους δυνάμεις πεποίηκεν. ̓Ιησοῦς γὰρ ἐν Αἰγύπτῳ τὸν λαὸν ε σωσεν, ὡς ἐν ἐπιστολῇ φησιν ἀποστολικῇ. 665a Ps 65,6c.7a Γενόμενοι ε ργῳ καὶ διαθέσει ε νθα ἡ θάλασσα καὶ ὁ ποταμὸς εἰς ξηρὰν μετεστράφη ὡς ποδὶ λοιπὸν διαβαίνειν ἀκωλύτως ὁδεύοντας ἀπὸ κακίας καὶ ἀσεβείας ἐπ' ἀρετὴν καὶ εὐσέβειαν, εὐφραινόμεθα ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ εὐμαρῆ, θεοῦ βασιλικῶς δεσπόζοντος τοῦ αἰῶνος καὶ τῶν ἐν αὐτῷ, ὡς ἐξαιρεῖσθαι ἀπὸ τῆς ἐν αὐτῷ πονηρίας τοὺς πιστεύσαντας κατὰ τὸ λεχθὲν Οπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστηκότος αἰῶνος πονηροῦ. ∆υνατὸν δὲ τὸν αἰῶνα τὸν ἐπ' α πειρον ἐκλαβεῖν ἐκ τῆς προκειμένης λέξεως συμφώνως τῷ Κύριος
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.