Fragmenta in Psalmos · §u29-rem-close

Unit 29 rem close

Rem CLOSEOUT: Unit 29 CLOSEOUT.

Greek

τοῦτο λήψῃ τὸ λεγόμενον ὑπὸ Παύλου Οὐδὲν ἐμαυτῷ σύνοιδα ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, τῷ ἐγχωρεῖν θεὸν ὁρᾶν ἐν ἐμοὶ ἀδικίαν κα ν ἡ ἐμὴ καρδία μὴ θεωρεῖ αὐτήν. εἰς τοῦτο παραλήψῃ καὶ τὸ Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. 674a Ps 65,20 ̔Υπῆρκται δέ μοι τοῦτο, οὐ τοσοῦτον διὰ τὸ ἀναμάρτητόν μου ο σον διὰ τὸ ε λεος αὐτοῦ, ο οὐκ ἀπέστησέ μου, ἀφισταμένου τοῦ θεϊκοῦ ἐλέους ἀπὸ τοῦ μὴ εἰσακουομένου διὰ τὸ μὴ ἀγαθὰ αἰτεῖσθαι ἀλλὰ τὰ ἀνθρώποις φίλα τε καὶ ἡδέα. 126 675a Ps 66 αργ Ου τος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν ε χει καὶ πολλῶν λόγων εἰς ἑρμηνείαν οὐ δεῖται. προκηρύττει γὰρ τοῦ θεοῦ λόγου τὴν ἐνανθρώπησιν καὶ τὴν σωτήριον ἐπιφάνειαν καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν· ο θεν Εἰς τὸ τέλος ἐπιγέγραπται. καὶ ἐπεὶ μὴ ἀνθρώπινα ε ργα τὰ κατορθωθέντα, οὐκ ἐν ἐγκωμίοις η ἐπαίνοις ἀλλ' ̓Εν υ μνοις ἐπιγέγραπται· θεοῦ γὰρ τὸ ὑμνεῖσθαι, ἀνθρώπων δὲ τὸ δι' ἐπαίνων ἐγκωμιάζεσθαι. ἀμέλει γοῦν ὁ θεῖος υ μνος Ψαλμὸς ᾠδῆς τυγχάνων τῷ καὶ πράξεις δηλοῦν τοῦ σωτῆρος καὶ θεωρίαν αὐτῶν μεγίστην οὐκ ἐν τῷ τυχόντι ἀλλὰ κάλλη περιέχοντι ἀριθμῷ τέτακται· ὁ γὰρ ΞΣ τὸ τέλειος ει ναι ε χει καὶ ἐν μονάσι καὶ ἐν δεκάσιν. 676a Ps 66,2 Οἰκτιρμῶν καὶ εὐλογιῶν πληροῦνται οἱ α νθρωποι, ἐπιφαίνοντος τὸ πρόσωπον ἑαυτοῦ τοῖς τυχεῖν τούτου εὐχομένοις. ἐπιφαίνεται δὲ τὸ πρόσωπον τοῦ πάντων δημιουργοῦ, ο ταν ἐπιδημήσῃ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ α νθρωπος γεγονὼς καὶ ἐμφανίσῃ ἑαυτὸν τοῖς ἀξίοις ῃ φησι περὶ τοῦ τηροῦντος τὰς ἐντολὰς αὐτοῦ ̓Εμφανίσω αὐτῷ ἐμαυτόν. τούτου ὑπάρξαντος ἐπεὶ εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου ὁ ταῦτα λέγων, ὁ αὐτῷ προσβάλλων νῷ καθαρῷ ὁρᾷ τὸν πατέρα· ̔Ο ἐμὲ γάρ φησιν ἑωρακὼς ἑώρακε τὸν πατέρα. τῷ τρόπῳ τούτῳ τοῦ θεϊκοῦ προσώπου ἐπιφανέντος, οἰκτείρονται οἱ εὐεργετούμενοι καὶ εὐλογοῦνται πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ̓Ιησοῦ. 677a Ps 66,3 ̓Επιφάναντος σοῦ τὸ πρόσωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ α γουσα τὸν πατέρα. τίς δὲ αυ τη η ὁ εἰπὼν ̓Εγώ εἰμι ἡ ὁδὸς καὶ οὐδεὶς ε ρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ; συμφώνως δὲ τῷ γνωσθῆναι ἐν τῇ γῇ τὴν ὁδὸν τοῦ θεοῦ καὶ τὸ σωτήριον αὐτοῦ, οὐχ ε τερον ο ν τῆς ὁδοῦ, γνωσθήσεται ἐν πᾶσι τοῖς ε θνεσιν, πληρωθέντος τοῦ Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. ∆υνατὸν δὲ ὁδὸν τοῦ θεοῦ γνωριζομένην ἐν τῇ γῇ τὰς ἐντολὰς αὐτοῦ λαβεῖν, κατὰ τὸ ̔Οδὸν ἐντολῶν σου ε δραμον. σωτήριον ἁρμωνίως ταύτῃ τῇ ὁδῷ γνωσθὲν πᾶσι τοῖς ε θνεσιν ἡ σωτηρία ἐστὶν η ν ἐλήλυθε παράσχειν. 678a Ps 66,4 Πάλαι ἑνὸς λαοῦ τοῦ τῶν ̔Εβραίων ἐξομολογουμένου τῷ λέγοντι θεῷ ̓Εγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· διὸ λέγε πρῶτος τὰς ἁμαρτίας σου (ἐξαγορεύων αὐτὰς μετανοίας τρόπῳ), ι να δικαιωθῇς– τούτου τοῦ λαοῦ πρόσωπον φέρων ὁ α γιος τῷ θεῷ φησι Τὴν ἀνομίαν μου ἐγνώρισα καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα· ἀφ' ου δὲ ἡ ἐπιδημία τοῦ σωτῆρος, πάντες οἱ ἀπὸ τῶν πιστευόντων ἐθνῶν συμπληρούμενοι λαοὶ ἐπὶ μετάνοιαν καλοῦνται ἐπὶ τῷ ἐξομολογησαμένους θεῷ ἀφέσεως ἁμαρτιῶν τυχεῖν. πῶς δὲ οὐκ ἀκόλουθον εὐχαρίστως ἐξομολογεῖσθαι πάντας τοὺς λαούς, ἐπιφανέντος αὐτοῖς τοῦ προσώπου τοῦ θεοῦ; 679a Ps 66,5 Γνωσθείσης τῆς ὁδοῦ ἐν τῇ γῇ καὶ τοῦ σωτηρίου τοῦ θεοῦ ἐν πᾶσι τοῖς ε θνεσιν, ἐλευθερωθέντα πάσης κακίας καὶ πολυθέου ἀπάτης τὰ ε θνη εὐφραίνεται κατορθοῦντα ἠθικὴν ἀρετὴν καὶ ἀγαλλιᾶται λαβόντα θεοῦ γνῶσιν, μαθόντα καὶ ὡς ἐν εὐθύτητι κρινεῖ λαοὺς καὶ ὁδηγήσει ε θνη ἐν τῇ γῇ ὁ κύριος. λαοὶ δὲ καὶ ε θνη η ἐκ παραλλήλου οἱ αὐτοὶ η λαοὶ μὲν οἱ ἐκ περιτομῆς, ε θνη δὲ οἱ ἀπὸ ἐθνῶν. 680a Ps 66,6.7 Πῶς γὰρ οὐκ ε μελλε πᾶσα ἡ γῆ, τουτέστιν οἱ ἐπ' αὐτῆς α νθρωποι, αἰνέσεως πληροῦσθαι καὶ καρπὸν εὐσεβείας φέρειν, ἐν παντὶ τόπῳ προσαγομένου θυμιάματος καὶ θυσίας καθαρᾶς ἐν τοῖς ε θνεσιν, μεγαλυνθέντος τοῦ ὀνόματος τοῦ κυρίου κατὰ τὸ φερόμενον ἐν ἑνὶ τῶν ΙΒ προφητῶν; 681 Ps 67,2 Προσευχή ἐστιν ἀναπεμπομένη ῥήμασι προστακτικοῖς ἐξενεχθεῖσα· ἀντὶ γὰρ τοῦ ἀνασταίη τὸ ἀναστήτω καὶ ἀντὶ τοῦ φύγοιεν φυγέτωσαν ἐγράφη. συνεχέστατα γὰρ ἐν ταῖς γραφαῖς εὑρίσκεται τοῦτο τὸ ει δος, λέγω δὴ ἀντὶ τοῦ εὐκτικῶς προστακτικῶς λεγόμενα. ∆υνατὸν δὲ εἰπεῖν ἐχθροὺς σκορπισθησομένους τοὺς περὶ τὴν γνῶσιν τῆς ἀληθείας ἀσεβοῦντας, μισοῦντας δὲ θεὸν καὶ φεύγοντας ἀπὸ προσώπου αὐτοῦ τοὺς περὶ πρακτικὴν κακίαν ε χοντας. εἰ γὰρ ὁ ἀγαπῶν αὐτὸν τηρεῖ 127

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.