Fragmenta in Psalmos · §u30-open

Fragmenta in Psalmos Unit 30 opening

Unit 30.

Lemma-led open — τὰς ἐντολὰς αὐτοῦ, ὁ μὴ τηρῶν αὐτὰς οὐκ ἀγαπᾷ τὸν θεόν. ̔Ρηθείη δὲ ταῦτα εὐχῆς τρόπῳ πρὸς

Greek

τὰς ἐντολὰς αὐτοῦ, ὁ μὴ τηρῶν αὐτὰς οὐκ ἀγαπᾷ τὸν θεόν. ̔Ρηθείη δὲ ταῦτα εὐχῆς τρόπῳ πρὸς τὸν πατέρα, ο τε τοῦ Χριστοῦ παθόντος καὶ ε τι ἐν τῷ μνημείῳ κειμένου τοῦ σώματος αὐτοῦ τε σκυλεύοντος τὸν ᾳ δην συνήγοντο οἱ ̓Ιουδαῖοι α μα τοῖς πληροῦσιν αὐτοὺς ἀλιτηρίοις δαίμοσι καὶ ταῖς α λλαις πονηραῖς δυνάμεσιν· ἀναστήτω ὁ θεὸς ὁ εἰς θάνατον κατελθὼν ῃ α νθρωπος γέγονεν, ι να διασκορπισθῶσιν οἱ κατ' αὐτοῦ συναχθέντες. τότε γὰρ καὶ οἱ μισοῦντες αὐτὸν ἀντιβλέψαι αὐτῷ μὴ δυνάμενοι ἐκ νεκρῶν ἀναστάντι φεύξονται ἀπὸ προσώπου αὐτοῦ. 682 Ps 67,3.4 Οὐχ ὡς ἡ κακία ἀπόλλυται, ου τως ἡ ἀρετὴ τῶν δικαίων· γέγραπται γὰρ ̔Η δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. μαρτύριον δὲ τοῦ τὴν κακίαν καπνὸν ει ναι τὸ Ωσπερ ο μφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ο μμασιν, ου τω παρανομία τοῖς χρωμένοις αὐτῇ, βλάπτουσα κατὰ τὰ αὐτὰ τὰς τῆς ψυχῆς δυνάμεις, τροπικῶς ὀδόντας αὐτὰς καλουμένας, αι ς τέμνει καὶ λεαίνει τὰς πνευματικὰς τροφάς, ἀλλὰ καὶ τὰς νοήσεις αὐτῆς ο ψεις καλουμένας. ̓Ιστέον ο τι ὁ τηκόμενος κηρὸς ἀπὸ προσώπου αὐτοῦ οὐκ εἰς τὸ μὴ ο ν καταστρέφει, ἀλλ' εἰς τὴν τοῦ πυρὸς ἀναδίδοται οὐσίαν. ο θεν κα ν ἀπηλλοίηται ἡ ποιότης καθ' η ν ἁμαρτωλός τίς ἐστιν, ἡ οὐσία αὐτοῦ ἀδιάφθορος μένει. ευ δὲ καὶ τὸ φάναι μὴ καθάπαξ ἀπόλλυσθαι τοὺς ἁμαρτωλοὺς μηδὲ ἐκλείπειν ἀλλ' ἀπὸ προσώπου τοῦ θεοῦ, ἐπείπερ τοιοῦτοι γεγενημένοι ὡς μισεῖν αὐτὸν φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ τῷ παρανόμους μὴ διαμένειν ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. ∆ύναται ἀγαλλίασις καθ' η ν ἐνώπιον τοῦ θεοῦ ἀγαλλιῶσιν οἱ δίκαιοι χαρὰ ει ναι η τις Καρπός ἐστι τοῦ πνεύματος ἀγάπη χαρὰ εἰρήνη, εὐφροσύνη δὲ ἡ διαχέουσα τῆς ψυχῆς τὸ φρονοῦν, εὐπάθεια εἰκότως καλουμένη. 683a Ps 67,5b Οὐκ α ν δέ τις πράξοι τὸ ἀγαθὸν μὴ ἀποστὰς τοῦ κακοῦ (ἀσυνύπαρκτα γάρ) οὐδ' α ν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης φωτίζοιτο μετέχων ε τι τοῦ μετασχηματιζομένου εἰς α γγελον φωτὸς καὶ τὸν η λιον ὑποκρινομένου τῆς δικαιοσύνης, καλουμένου δὲ φωτὸς ἀσεβείας· Φῶς γὰρ ἀσεβῶν σβεσθήσεται. τούτου γὰρ καταδυομένου, ἐκεῖνος ἐν ταῖς ἡμῶν ἀνίσχει καρδίαις, ἐπιβαίνων ταῖς ἐκείνου δυσμαῖς. ̔Οδοποιήσατε τῷ ἐρχομένῳ μετὰ κυριακῆς προσηγορίας κατὰ Μωυσῆ καὶ τοὺς προφήτας ἐπὶ τῷ ἐπιβῆναι ἐπὶ δυσμάς. ε νθα ἐκβέβληται ἐκ τοῦ κατὰ ἀνατολὰς πεφυτευμένου παραδείσου ̓Αδὰμ ἐπὶ τῷ εἰς τὰς ἀνατολὰς πάλιν αὐτὸν εἰσαγαγεῖν, ο περ καὶ πεποίηκεν εἰπὼν τῷ μετανοοῦντι λῃστῇ Σήμερον μετ' ἐμοῦ ε σῃ ἐν τῷ παραδείσῳ. 684 Ps 67,6a Εὐθυμοποιῶν ὁ λόγος τοὺς καταπονουμένους ὑπὸ τοῦ Σατανᾶ εἰς ἀγαλλίασιν αὐτοὺς προτρέπει διὰ δείξεως τοῦ προστάτου καὶ ἐπικούρου αὐτῶν ἐσομένου ο ς πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν ἐστιν. ο θεν σπουδὴ ὑμῖν γενέσθω ἀγαλλιᾶσθαι ἐνώπιον αὐτοῦ, ο ταν μάλιστα καταλιπόντες τὸν πρότερον πατέρα γεννήσαντα κατὰ κακίαν καὶ τὸν πρῶτον α νδρα ἀνόμως συνοικοῦντα ὀρφανοὶ ἀπ' ἐκείνου γένησθε· πατέρα γὰρ ε ξετε τὸν θεόν. ἀλλὰ καὶ αἱ τῇ παρανόμῳ μίξει ἀποταξάμεναι ψυχαὶ χηρεύσασαι τῆς συνοικήσεως τοῦ θεοῦ πειράσονται. 685a Ps 67,6b Τόπος α γιος αὐτοῦ τυγχάνει η τοι ἡ ἐκκλησία ἡ ἡγιασμένη ὑπὸ Χριστοῦ η ὁ καθεῖς τῶν πεπιστευκότων· ἀληθεῖ γὰρ καὶ ἀμφότερα. τόπος δὲ α γιος αὐτοῦ καὶ ο ἀνείληφεν ε μψυχον σῶμα καὶ λογικόν. 686a Ps 67,7bc ̓Αλλὰ καὶ ἐκ τάφων ἐξάγει τοὺς νεκροὺς κατὰ τὸ ̓Αναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημίοις· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ι αμα αὐτοῖς ἐστιν· ὁποῖον καὶ τὸ ἐν Εὐαγγελίῳ ̓Ελεύσεται ω ρα ο τε πάντες οἱ ἐν τοῖς μνημίοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ (δηλονότι τοῦ υἱοῦ) καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 687a Ps 67,8.9a Ηγουν ἐν τῷ ἐκπορεύεσθαι τὸν θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ η ἐκ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.