Fragmenta in Psalmos · §u29-rem-mid

Unit 29 rem mid

Rem mid: Unit 29; lemma continues; reading with the letter.

Greek

βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ε τι· ου τω γὰρ βασιλεύων τὸν αἰῶνα ἐπ' α πειρον δεσπόζει αὐτοῦ τῇ δυναστείᾳ τῆς συμφυοῦς βασιλείας αὐτοῦ. 666a Ps 65,7b.ξ Εἰ δὲ καὶ πᾶσαν τῶν ἐναντίων τὴν δύναμιν παραπικραίνοντας ει ποις, οὐκ α ν ἁμάρτοις· ἠπείλουν γὰρ τοῖς ἀφισταμένοις ε θνεσιν. θάρσος τοίνυν καὶ εὐθυμίαν ἐμποιῶν τοῖς πιστεύουσιν ἀπὸ ἐθνῶν, φόβον δὲ τοῖς ἀπειλοῦσιν αὐτοῖς, Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ε θνη, φησίν, ἐπιβλέπουσιν, φρουροῦντες αὐτοὺς ἀβλαβεῖς· ο θεν Οἱ παραπικραινόμενοι μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς, ὡς δυνάμενοι ἀπολέσαι τοὺς τῷ εὐαγγελίῳ προσερχομένους. 667a Ps 65,9 Τίθεται εἰς ζωὴν ἡ ψυχὴ τοῦ τέλος κομιζομένου τῆς πίστεως σωτηρίαν, ὡς εἰπεῖν πιστῇ προθέσει ̔Η ψυχή μου αὐτῷ ζῇ (δῆλον δὲ ο τι τῷ θεῷ). ζῇ δὲ ψυχὴ ἀρετὴν καὶ σοφίαν ε χουσα, ὡς ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται, ὡς εἰπεῖν τῷ θεῷ ̓Εν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Οὐ δίδονται εἰς σάλον οἱ πόδες τοῦ ε σω ἀνθρώπου, ο ταν τις ἱδρυνθῇ ἐπὶ τὸν ἀρραγῆ 125 καὶ ἰσχυρότατον τοῦ θεοῦ λόγον, ὡς χαριστηρίως εἰπεῖν Εστησας ἐπὶ πέτραν τοὺς πόδας μου. 668a Ps 65,10 Πυροῦταί τις ὡς τὸ ἀργύριον φλεγούσαις περιστάσεσιν ὑποπίπτων· α ς γενναίως τις ἐνέγκων δόκιμος ἀναδείκνυται, οὐδὲν ε χων ψεκτὸν ἐν ἑαυτῷ. εἰς τοῦτο λήψῃ Μακάριος ἀνὴρ ο ς ὑπομένει πειρασμόν, ο τι δόκιμος γενόμενος λήψεται τὸν στεφανὸν τῆς ζωῆς. 669a Ps 65,11b.12 ∆ιὰ πολλῶν θλίψεων δεῖ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἀλλ' εἰ καὶ ̓Επεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, ἀλλ' ου ν θαρροῦμεν δι' ὑπομονῆς μετεωρίσαι αὐτάς, κατασπωμένων ἀπ' αὐτῶν τῶν ἐπικειμένων πολεμίων ἀνθρώπων. σημαίνει ἐνταῦθα τὸ τῆς κεφαλῆς ο νομα ὡς καὶ ἐν ἑτέραις γραφαῖς τὸ ἡγεμονικόν, ὡς ἐν τῷ Εὐλογίᾳ κυρίου ἐπὶ κεφαλὴν δικαίου, καὶ Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. Τῶν δ' ἐχθρῶν θλίβειν με θελόντων, ὀπίσω μου αὐτοὺς ε ρριψας, παρασκευάσας με συντόνως τρέχειν. διὸ καὶ σπεύδοντες καταλαμβάνειν με ὀπίσω μένουσιν ἀεί, ὀξέως μου τρέχοντος συνεργείᾳ σῇ· ο θεν ἐπὶ τοῦ νώτου ε χω τὰς θλίψεις, οὐδ' ο λως ἰδεῖν αὐτὰς βουλόμενος· οὐ γὰρ στρέφομαι πρὸς αὐτάς, πόνου η ὀλιγωρίας ἑλκυσάντων. ∆ιήλθομεν διὰ πυρὸς καὶ υ δατος. ι να ει πῃ τὰ περιστατικὰ ἱκανὰ ο ντα πυρῶσαι καὶ θερμῶς κινῆσαι ψυχήν, ῥηθείη πῦρ, καθ' ἑτέραν δὲ ἐπίνοιαν καὶ υ δωρ λεγόμενα διὰ τὸ βυθίζειν καὶ ἀποπνίγειν τοὺς μὴ γενναίως αὐτὰ φέροντες. ὁ ταῦτα διεληλυθὼς συνεργείᾳ θεοῦ ἐξέρχεται εἰς ἀναψυχήν, ἐλπίζων τὰς ἐπ' αὐτοῖς ἀμοιβάς. Καὶ ἐπεὶ αἱ ἀρχαὶ καὶ αἱ προκοπαὶ τοῖς πρακτικοῖς ἡμετέραι, τὰ δὲ τέλη τῆς τοῦ θεοῦ δωρεᾶς, τὸ μὲν διελθεῖν διὰ πυρὸς καὶ υ δατος ἑαυτοῖς δόντες, τοῦ δὲ τέλους τὴν αἰτίαν τῷ θεῷ ἐπιγράφουσιν. ο τι δὲ πῦρ καὶ υ δωρ τὰ περιστατικά, παρίσταται ἐκ τοῦ προφήτου ̔Ησαΐου λέγοντος ἐκ προσώπου θεοῦ Μὴ φοβοῦ, μετὰ σοῦ εἰμι· καὶ ἐὰν διέλθῃς διὰ πυρός, φλὸξ οὐ κατακαύσει σε· καὶ ἐὰν διέλθῃς δι' υ δατος, ποταμοὶ οὐ συγκλείσουσί σε. 670a Ps 65,13.14a Εἰσελεύσομαι εἰς τὸν οι κόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου· η τοι τὰς κατὰ νόμον θυσίας πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας η πνευματικὰς εἰσερχόμενος εἰς τὸν οι κον τοῦ θεοῦ (ου τος δ' ἐστὶν ἡ ἐκκλησία) ἐν ὁλοκαυτώμασι τελείας καὶ ὁλοκλήρους ἀρετὰς ἐξ ο λων ἱερουργῶν, καταλλήλους ταύτῃ τῇ ὁλοκαυτώσει ἀποδιδοὺς καὶ α ς διέστειλεν τὰ χείλη αὐτοῦ εὐχάς. 671a Ps 65,15 Τὰ προερμηνευθέντα πνευματικὰ ὁλοκαυτώματα εὐτραφῆ καὶ μεμυαλωμένα τυγχάνει, ο τε μὴ α λλου του χάριν ἀλλὰ τοῦ θεοῦ ἀναφέρεται. ταῦτα γοῦν, ο πως ο ν δεῖ τρόπον ἀνυσθῇ, μεθ' ἱκεσίας ἀναφέρεται· σημαίνεται δὲ αὐτῇ τῇ ὀνομασίᾳ τοῦ θυμιάματος. Κατευθυνθήτω γὰρ ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. καὶ οὐ μετὰ μόνου θυμιάματος ἡ προσφορὰ γίνεται ἀλλὰ καὶ κριῶν. εἰσὶν οἱ κριοὶ κινήσεις καὶ θυμία, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ε χουσαι. Σὺν τοῖς μεμυαλωμένοις ὁλοκαυτώμασι καὶ τοῦ θυμιάματος καὶ τῶν κριῶν ἀνοίσειν ἐπαγγέλλεται βόας μετὰ χιμάρων, ἱερουργοῦντος τάχα βοῦν τοῦ προσάγοντος θυσίαν ζῶσαν τῷ θεῷ τὸ ι διον σῶμα· γεωπόνον γὰρ τὸ ζῷον, ο θεν ἀναλογίαν ε χει τῷ σώματι ἐκ γῆς τὴν πλάσιν ε χοντι. οἱ χίμαροι δέ εἰσι τὰ μετανοίας ε ργα καὶ λόγοι· περὶ ἁμαρτίας γὰρ προσφέρεται ὁ χίμαρος. 672a Ps 65,17 Ανευ γλώττης καὶ προσφορᾶς αὐτῆς κατὰ τὸ σιωπώμενον ἐν διανοίᾳ υ ψωσα. 673a Ps 65,18 ∆υνατὸν δὲ τὸν στίχον ἐκλαβεῖν τῇ νοήσει τοιαύτῃ· εἰ τῇ καρδίᾳ μου ἀδικίαν ἐθεώρουν, μὴ εἰσακουσάτω κύριος. εἰς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.