Unit 30 rem early
Rem early: Unit 30; lemma and argument toward the thesis.
Greek
128 μέσου αὐτοῦ, ο τε ει πεν ̓Ιδοὺ ἀφίεται ὑμῖν ὁ οι κος ὑμῶν, κατὰ τὸ παρ' ̔Ιερεμίᾳ ̓Εγκατέλειπον τὸν οι κόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἐν τῷ διαβαίνειν αὐτὸν ἐν τῇ ἐρήμῳ τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ, γῆ ἐσείσθη τουτέστι τὸ γράμμα καὶ ἡ σκιὰ τοῦ νόμου, διὰ τὸ παχυλὸν ου τω κεκλημένη. γέγονε δὲ ὁ σεισμὸς ταύτης, σταξάντων τῶν οὐρανῶν τὸν θεῖον νοῦν κατὰ τὸ ζωοποιὸν πνεῦμα τῶν θείων γραφῶν. οὐρανοὶ δὲ ἐν τούτοις λελέξονται η τοι Μωσῆς καὶ οἱ προφῆται η τὰ μυστικὰ θεωρήματα· οὐρανὸς δὲ καὶ νεφέλαι ταὐτὸν εἰς τοῦτο. ω δε μὲν οἱ οὐρανοὶ ε σταξαν, ἀλλαχοῦ δ' Αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. ̓Αλλὰ καὶ τῶν τῆς εἰδωλολατρείας μετατεθέντων ἐθνῶν, ἐσείσθη ἡ γῆ, κρατούσης λοιπὸν τῆς εὐαγγελικῆς διατάξεως ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ τῶν λοιπῶν διδασκάλων τὰς πνευματικὰς σταζόντων γονάς. 688a Ps 67,10.11 ̔Η ῥηθεῖσα βροχὴ τῷ αἱρετὴν ει ναι καὶ ποθεινὴν σταυρὸν ἐξ ἀσθενείας ἀναδεξαμένην τὴν ζωοποιὸν τοῦ κυρίου σάρκα κατηρτίσθη, ζήσασα ἐκ δυνάμεως θεοῦ. ὁ γὰρ θεῖος λόγος ἐζωοποίησε τὸ ἑαυτοῦ σῶμα σταυρωθὲν ἐξ ἀσθενείας. Πτωχὸς δὲ ἑνικῶς ὁ πιστεύσας ἀπὸ τῶν ἐθνῶν λαὸς ει ναι δύναται διὰ τὸ α θεος ει ναι καὶ μηδόλως ἐλπίδα ε χειν. περὶ αὐτοῦ φησιν ἡ προφητεία ̔Ησαΐου ∆ιὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε· ἠδικοῦντο δὲ οἱ καταδυναστευόμενοι ὑπὸ τοῦ Σατανᾶ. 689a Ps 67,17 Ετερος σημαίνειν ε φη τοὺς κλήρους καὶ τοὺς τῶν ὑδάτων ἀγωγούς. ει ρηται γὰρ ἐν Γενέσει περὶ τοῦ ̓Ισσάχαρ ὡς κληθεὶς ἀνὴρ γεωργὸς ἀνὰ μέσον τῶν κλήρων ἀνεπαύετο· ο δὴ τρεπτέον νῦν εἰς τὴν παλαιὰν καὶ καινὴν διαθήκην. αυ ται γὰρ α γουσι τὸν νοητὸν ταῖς ψυχαῖς ποτισμὸν ἐπὶ καρποφορίᾳ πνευματικῇ. Τούτων τῶν δύο κλήρων κοιμᾶταί τις, ἀνὰ μέσον ἑνὸς θεοῦ ει ναι αὐτὰς συγκατατιθέμενος, ὡς διαστέλλειν τὸ πνεῦμα ἀπὸ τοῦ γράμματος. ου τω κοιμηθείς τις μεταξὺ τῶν κλήρων πτεροῦται, κατὰ τὸ α γιον πνεῦμα νοῶν. καὶ ἐπειδὴ τὰς πτέρυγας ταύτης τῆς περιστερᾶς ου σας νοήσεις ἐπαιρούσας τὴν ἐπτερωμένην ψυχὴν καὶ ἐκ τῶν θείων λογίων μαρτυρεῖσθαι α ει ρηται ἀργύριον πεπυρωμένον ὑπάρχειν, περιηργυρωμέναι εἰσίν, τῶν μεταφρένων τῆς περιστερᾶς χλωρότητι χρυσίου συνηρμοσμένων. πολλαχοῦ τῶν θείων γραφῶν τὸ χρυσίον ἐπὶ ἀκραιφνεστάτου νοῦ λαμβάνεται. ε χει δὲ χλωρότητα τὸ χρυσίον σημαίνουσαν τὴν ζωὴν αὐτοῦ· σύμβολον γὰρ ζώντων φυτῶν τὸ χρῶμα τοῦτο. Λέγοις δ' α ν εἰς τὸ ̓Ανὰ μέσον τῶν κλήρων καὶ ου τως· ἐν τῷ Λευιτικῷ τῇ τοῦ ἱλασμοῦ ἡμέρᾳ δύο προσηγάγοντο τράγοι εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· ει τα κλήρου βληθέντος, ὁ ει ς ἐπὶ τὸ θυσιαστήριον η γετο τυφησόμενος τῷ κυρίῳ, τοῦ ἑτέρου τῷ ἀποπομπαίῳ εἰς τὴν ε ρημον ἐκπεμπομένου. σύμβολα δὲ ταῦτα ἀγαθοῦ καὶ κακοῦ· ω ν ἐν μέσῳ γινόμενον χρὴ διακρίναντα, τὸ μὲν ἀγαθὸν ἱερουργεῖν τῷ κυρίῳ, τὸ δὲ κακὸν ἐκπέμπειν τῷ ἀρεσκομένῳ, ἐπεὶ καὶ ἀπ' αὐτοῦ τὴν ἀρχὴν ε λαβεν. ου τω γάρ τις σχήσει τὰς περιηργυρωμένας πτέρυγας καὶ τὴν χλωρότητα τοῦ χρυσίου ἐν τοῖς μεταφρένοις. 690a Ps 67,14c Καὶ ἡ γνῶσις τῆς θείας γραφῆς ὡς χρυσίον ἐξαστράπτων. 691a Ps 67,15 ∆ιασταλεῖσι τοῖς βασιλεῦσιν ἀκολουθήσει τὸ Χιονωθήσονται ἐν Σελμών, τουτέστι πληρωθήσονται χιόνων. αυ ται δέ εἰσιν αἱ ἀρεταί, ποτίζουσαι νᾶμα τὸν νοῦν καὶ καταψύχουσαι τῶν παθῶν τὸν φλογμόν. οὐδὲ γὰρ ἐν τῷ Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, περὶ αἰσθητῆς χιόνος ὁ λόγος. ἀσύμβλητος γὰρ αυ τη πρὸς λαμπρότητα κεκαθαρμένης ψυχῆς. τοιοῦτον καὶ τὸ ̓Εὰν ω σιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ, καὶ τὸ ̓Εκαθαριώθησαν οἱ Ναζωραῖοι αὐτῆς ὑπὲρ χιόνα. Σαλωμὼν δὲ σκιὰ μερίδος ἑρμηνεύεται. μήποτε τοίνυν, ἐπεὶ οἱ βασιλεῖς (ου τοι οἱ ἀπόστολοι) ἰουδάϊσάν ποτε τηροῦντες τὸν κατὰ σκιὰν νόμον, μερίδος εἰσὶν σκιᾶς, ε χοντες μὲν πνευματικὴν μερίδα, πεπειραμένοι δὲ καὶ τῆς σκιᾶς. ὁποῖος ὁ λέγων ̔Εβραῖος ἐξ ̔Εβραίων, κατὰ νόμον Φαρισαῖος. η ἐπειδὴ ἡ 129 μερὶς μὲν η ν τῶν Χριστοῦ μαθητῶν ἐν τοῖς οὐρανοῖς κατὰ τὸ ̔Ικανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τῶν ἁγίων ἐν φωτί, ου πω δὲ ε φθασαν ἐπ' αὐτήν, κα ν ἐν οὐρανοῖς ε χωσι τὸ πολίτευμα, ἐπὶ γῆς ε τι περιπατοῦντες, ἐκ μέρους γινώσκοντες καὶ ἐκ μέρους προφητεύοντες καὶ ἀρραβῶνα τοῦ πνεύματος ε χοντες, ἐν σκιᾷ τῆς ἑαυτῶν μερίδος εἰσίν. διὸ καὶ μέγα τυγχάνει τὸ ἐν ταύτῃ τυγχάνοντα χιονωθῆναι βίον ἀκηλίδωτον ε χοντα. 692a Ps 67,16 Κυρίως ο ρος θεοῦ ὁ σωτὴρ ὑπάρχει· ει ρηται γὰρ περὶ αὐτοῦ Εσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ο ρος κυρίου· καὶ πάλιν ̓Επ'
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.