Unit 31 rem close
Rem CLOSEOUT: Unit 31 CLOSEOUT.
Greek
ψυχῇ μου καὶ λύτρωσαι αὐτήν. ἐστὶ δὲ τὸ λυτρωθῆναι αὐτὴν τὸ μὴ γενομένην ἐν νεκροῖς κατασχεθῆναι ἐν τῷ ᾳ δῃ ἀλλὰ καὶ λυτρώσασθαι τοὺς ἐκεῖ. ταῦτα περὶ ἀλόγου ψυχῆς οὐδεὶς νοῦν ε χων ει ποι, ζωὴν καὶ ὑπόστασιν καθ' ἑαυτὴν οὐκ ἐχούσης. πῶς δὲ καὶ λυτρωθείη αὐτή, εἰπάτωσαν οἱ ου τω φρονοῦντες· ἀνθρωπίνης γὰρ ψυχῆς τὸ λυτροῦσθαι, τουτέστι λογικῆς. ∆υνατὸν καὶ πιθανῶς εἰπεῖν ψυχὴν ει ναι τοῦ πρεσβευομένου πᾶσαν τὴν οἰκειωθεῖσαν αὐτῷ, ι να, ω σπερ τις α νθρωπος θεοῦ λέγεται οι ον Μωυσῆς καὶ ̓Ηλίας, ου τω καὶ ψυχὴ αὐτοῦ ῥηθείη ἡ κολληθεῖσα αὐτῷ καὶ ε ν πνεῦμα πρὸς αὐτὸν γεγενημένη. πᾶσαν γὰρ ταύτην λυτροῦται διδοὺς ὑπὲρ αὐτῆς η ν ἀνείληφεν· ὡς γὰρ ὑπὲρ τῶν σωμάτων τῶν ἀνθρωπίνων δέδοται τὸ ̓Ιησοῦ σῶμα, ου τως ἡ ψυχὴ αὐτοῦ ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ι ν' ο λος α νθρωπος ὑπὲρ πάντων δοθῇ πρὸς τοῦ αὐτὸν ἀνειληφότος. Ενεκα τοίνυν τῶν ἐχθρῶν μου τῶν ἐναλλομένων τῇ ἀπωλείᾳ τῶν ἀνθρώπων ῥῦσαί με ἐγείρας ἐκ νεκρῶν, ι ν' αὐτοὶ καὶ ὁ τὸ κράτος ε χων τοῦ θανάτου διάβολος καταλυθῶσιν, ἀναστῶσι δὲ οἱ α νθρωποι σωτηρίαν κοιμιούμενοι· ευ χομαι δὲ ἀπὸ ἐχθρῶν θλιβόντων με οὐκ ἀγνοουμένων· εἰσὶ γὰρ ἐνώπιόν σου. ἐμὴ δὲ θλῖψις τὸ καταπονεῖσθαι τοὺς ἀνθρώπους ὑπὲρ ω ν ἀπέστειλάς με, ι να λυτρώσωμαι τοῦ καταδυναστεύοντος αὐτοὺς διαβόλου. Ταῦτα δὲ λέγει πρὸς τὸν πατέρα, ι να οἱ α νθρωποι παιδευθῶμεν, η ν ε χει φροντίδα ὑπὲρ ἡμῶν ὁ θεὸς οὐ φεισάμενος τοῦ υἱοῦ, ι ν' ἡμῶν φείσηται. 717a Ps 68,21.22 Περίλυπος ἡ ψυχή μου γέγονεν ε ως θανάτου, προσδοκώσης τῆς καρδίας μου ὀνειδισμὸν καὶ 135 ταλαιπωρίαν. (ὁ σταυρὸς δέ ἐστιν ὁ δηλούμενος διὰ τοῦ ὀνειδισμοῦ καὶ τῆς ταλαιπωρίας.) ταύτης τῆς προσδοκίας ου σης ἐν τῇ καρδίᾳ μου, ὑπέμεινα συλλυπούμενον εὑρεῖν ἐκ τῶν ̓Ιουδαίων τῶν ἀπιστούντων, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ ευ ρον. πῶς γὰρ συνελυποῦντο καὶ παρεκάλουν φάσκοντες Πιλάτῳ τῷ ἡγεμόνι Σταύρωσον σταύρωσον αὐτόν· ἐφ' ἡμᾶς τὸ αι μα αὐτοῦ καὶ ἐπὶ τὰ τέκνα ἡμῶν; πῶς δὲ παρεκάλουν η συνελυποῦντο οἱ δεδωκότες αὐτῷ ο ξος μετὰ χολῆς μεμιγμένον; Πρὸς ἀλληγορίαν τοῦ ̓Ιησοῦ προσδοκῶντος ὀνειδισμὸν καὶ ταλαιπωρίαν, ι ν' ὑπὲρ τοῦ κόσμου παθὼν α ρῃ τὴν ἁμαρτίαν αὐτοῦ· οὐδεὶς τῶν κατὰ σάρκα ̓Ισραηλιτῶν συναποθανεῖν ἠθέλησεν αὐτῷ, ι να συλλυπηθῇ περίλυπον αὐτῷ ε χοντι τὴν ψυχὴν ε ως θανάτου, οὐδὲ παρεκάλεσεν αὐτὸν συγκαταθέμενος ταῖς περὶ τοῦ θανάτου αὐτοῦ προφητείαις· ο θεν πρὸς τῷ ταῦτα μὴ ποιεῖν εἰς μείζονα ἀσέβειαν διαβάντες χολὴν αὐτὸν διέθρεψαν καὶ ἐπότισαν ο ξος. πῶς γὰρ οὐ χολὴ καὶ ο ξος ὁ καρπὸς αὐτῶν ἐγεγόνει μὴ τηρησάντων τὴν ἐξ ἀρχῆς φυτείαν; τοῦ γὰρ θεοῦ α μπελον καρποφόρον πᾶσαν ἀληθινὴν τὴν ̓Ιουδαικὴν πληθὺν φυτεύσαντος, αυ τη ὁρμῇ ἰδίᾳ στραφεῖσα εἰς πικρίαν γέγονεν α μπελος ἀλλοτρία. ει ρηται γοῦν περὶ αὐτῶν ἐχθρῶν καὶ ἀνοήτων γεγενημένων ̓Εκ γὰρ ἀμπέλου Σοδόμων ἡ α μπελος αὐτῶν καὶ κληματὶς αὐτῶν ἐκ Γομόρρας, σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῆς· θυμὸς δρακόντων ὁ οι νος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος. ταύτην τὴν τῆς σταφυλῆς χολὴν καὶ τῆς πικρίας τὸν βότρυν προσήγαγον αὐτῷ πότον, καίτοι διψῶντι αὐτῷ τὴν αὐτῶν σωτηρίαν. οι νου γὰρ παράβασις τὸ ο ξος. Πλὴν εἰ καὶ μὴ εὑρεθῇ ἐν τοῖς προδόταις ̓Ιουδαίοις συλλυπούμενος καὶ παρακαλῶν, ἀλλ' ἐν τῇ κλήσει τῶν ἐθνῶν εὑρίσκεται. φασὶ γοῦν οἱ ου τω γνώμην ε χοντες Εἰ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ Εἰ σύμφυτοι τοῦ θανάτου αὐτοῦ γεγόναμεν, ἀλλὰ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐσόμεθα. 718a Ps 68,26 Τὸ Γενηθήτω ἡ ε παυλις αὐτῶν ε ρημος καὶ τὸν ἑξῆς στίχον περὶ ̓Ιούδα πεπροφητεῦσθαι Πέτρος ὁ πρόκριτος τῶν ἀποστόλων ἐξείληφεν. καὶ ἐπεὶ πληθυντικῶς ἐξενήνεκται, περὶ πάντων τῶν ̓Ιησοῦ προδοτῶν ἐκληπτέον αὐτό, ἐρημωθείσης τῆς πόλεως αὐτῶν καὶ ἐπαύλεως γεγενημένης διὰ τὸν κτηνώδη αὐτῶν τρόπον. ἐν ἐπαύλεσι γὰρ τὰ θρέμματα τὴν κοίτην ε χει· καὶ α λλως δὲ μὴ ε χουσα τὸν θεὸν ἐν ἑαυτῇ ἀλλ' ου τε ἀγγέλους τοὺς πάλαι αὐτὴν ἐφορῶντας. 719a Ps 68,27 Τὰς ἁμαρτίας ἡμῶν ἀναλαμβάνων εἰς τὸ ἑαυτοῦ σῶμα ὁ ̓Ιησοῦς, δι' α ς μὲν η μεν τραυματίαι πληγέντες ὑπὸ λῃστῶν ἐν τῷ καταβαίνειν ἀπὸ ̔Ιερουσαλὴμ εἰς ̔Ιεριχώ, ἰδιοποιησάμενος ὑπὲρ τοῦ ἰάσασθαι τραύματα ἑαυτοῦ ει πεν· ἀλγήδονα δὲ ε χει ταῦτα, εἰς ο σον ἐπιμένομεν τῷ ἁμαρτάνειν. εἰ δὲ πρὸς τούτῳ καὶ διωγμὸν κατ' αὐτοῦ κινοῖμεν, προσθήκην ἀλγήματος ποιοῦμεν τῷ μηκέτι ὑπὲρ ἁμαρτωλῶν ἁπλῶς ἀλλὰ καὶ διωκόντων αὐτὸν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.