Fragmenta in Psalmos Unit 32 opening
Unit 32.
Lemma-led open — ἀλγεῖν ὑπὲρ ἡμῶν. , Ταῖς αὐτῶν ἐπιθυμίαις καὶ αι ς ει λαντο ε χειν πάθεσιν παραδιδόμενοι,
Greek
ἀλγεῖν ὑπὲρ ἡμῶν. 720a Ps 68,28 Ταῖς αὐτῶν ἐπιθυμίαις καὶ αι ς ει λαντο ε χειν πάθεσιν παραδιδόμενοι, ἑαυτοῖς εἰσιν αι τιοι τοῦ ὑπομένειν ταῦτα, τοῦ θεοῦ αἰτίαν οὐκ ε χοντος, εἰ οι ς ἐπόθησαν παραδέδονται· ̓Εξαπέστειλε γοῦν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, προσθήκης γενομένης ἀνομίας ἐπὶ τὴν ἀνομίαν αὐτῶν. ἐπεὶ τοίνυν οὐχ ει λαντο τὴν ἀλήθειαν ἐλθοῦσαν ἀλλ' ἐν τῇ σκιᾷ τοῦ νόμου παρανόμως διαβιῶναι ἠθέλησαν, ἐξώσθησαν καὶ τοῦ τόπου τῆς τυπικῆς λατρείας, ι να προσθῶσι τῇ προτέρᾳ ἀνομίᾳ καὶ α λλην τῷ ε ξωθεν τῆς ̓Ιουδαίας βούλεσθαι ταύτην φυλάττειν. διὸ οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῇ διὰ πίστεως ̓Ιησοῦ Χριστοῦ, περὶ η ς γράφεται Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρομένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. πῶς γὰρ οι όν τε η ν ἀεὶ περὶ τὰ ε ξω καὶ τὴν σκιὰν ε χοντας εἰσελθεῖν ἐν δικαιοσύνῃ, η ν ἠγνόησαν θεοῦ ου σαν, ι να στήσωσι τὴν ἰδίαν; ̓Αγνοοῦντες γάρ φησι τοῦ θεοῦ τὴν δικαιοσύνην καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ 136 οὐχ ὑπετάγησαν· ταὐτὸν τὸ ὑποταγῆναι δικαιοσύνῃ καὶ τὸ εἰσελθεῖν ἐν αὐτῇ. 721a Ps 68,29 Οτι γὰρ οἱ ἀρετὴν καὶ πίστιν καὶ γνῶσιν θεοῦ ε χοντες ζῶσιν, ἀκουστέον τοῦ Αυ τη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, ἀγαπᾶν σε κύριον τὸν θεόν σου ἐξ ο λης καρδίας καὶ ἐξ ο λης ψυχῆς σου· ἀλλὰ καὶ ἐκ τοῦ ̔Ο πιστεύων εἰς ἐμὲ ε χει ζωὴν αἰώνιον. βίβλος ἐν ῃ οἱ ου τως ζῶντες γράφονται ἡ θεοῦ γνῶσίς ἐστιν γινώσκοντος τοὺς ο ντας αὐτοῦ, ῳ ε πεται ἐξαλείφεσθαι τοὺς μὴ ὑποπίπτοντας τῷ μνημονεύεσθαι ὑπὸ θεοῦ. 722a Ps 68,30–33a Πλούσιος καὶ ἐκτὸς τραυμάτων ὑπάρχων πτωχὸς γέγονα, ι να οἱ πτωχοὶ πλουτήσωσιν τῇ ἐμῇ πτωχείᾳ, καὶ η λγησα τραυματισθεὶς ὑπὲρ τραυματιῶν γενομένων ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ. κα ν ου τω μου ο ντος ἀναισθητῶσί τινες τῶν ὑπὲρ ω ν γέγονα πτωχὸς καὶ ἀλγῶν, ὡς προστιθέναι α λγος ἐπὶ τὰ τραύματά μου καὶ οι εσθαί με κατὰ φύσιν πτωχὸν ει ναι, ἀλλ' ου ν ἡ σωτηρία ἐκ προσώπου τοῦ θεοῦ ἀντελάβετό μου. ̓Αναστὰς γὰρ ἐκ νεκρῶν καὶ ἀναληφθεὶς ἀπέβαλεν τὰ τραύματα καὶ τὴν πτωχείαν η ν ει χεν ὑπὲρ ἀνθρώπων. Καταλυθέντων δὲ τῶν ἐχθρῶν καὶ μάλιστα τοῦ διαβόλου, ἀκόλουθον η ν ᾠδὴν ἐπινίκιον ἀνακρουθῆναι ὑπ' αὐτοῦ νικήσαντος τῷ ὀνόματι περὶ ου ει πεν ̓Εγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ ε τι ὑπερβάντα τῇ νοήσει αὐτὸν τὸν ου τὸ ο νομα μεγαλύναι ἐν αἰνέσει μεγάλα λέγοντα ἐν τῷ αἰνεῖν καὶ δοξολογεῖν αὐτὸν ἀλλὰ καὶ θεωροῦντα ὑψηλῶς τὰ περὶ αὐτοῦ· οὐ γὰρ οι όν τε ἑτέρως η ου τως μεγαλύνεσθαι τὸν θεὸν τῷ πᾶν αἰσθητὸν μέγεθος μακρὰν αὐτοῦ τυγχάνειν ἀσωμάτου ο ντος. Καὶ ἐπεὶ τὸ αἰνεῖν τὸν θεόν ἐστι θυσία κατὰ τὸ Θυσία αἰνέσεως δοξάσει σε, αἰνέσας τὸ ο νομα τοῦ θεοῦ μετ' ᾠδῆς καὶ μεγαλύνας αὐτὸν ἐν αἰνέσει θαρρεῖ ὡς ̓Αρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς, προσαγόμενον εἰς θυσίαν. διὸ καὶ τοῖς ου τω θύουσιν ἀρεσκόμενός φησιν Ελεος θέλω η θυσίαν, ἐπίγνωσιν θεοῦ η ὁλοκαυτώματα. Ταῦτα ἰδέτωσαν οἱ πτωχοὶ τῷ πνεύματι α κατώρθωσεν ̓Ιησοῦς κατὰ πάσης πονηρὰς φάλαγγος· ε ψεται γὰρ τῷ ἰδεῖν αὐτοὺς τὴν τοσαύτην ἀνδραγαθίαν τὸ εὐφρανθῆναι αἰωνίως κατὰ τὸ Εὐφροσύνη αἰώνιος καταλήψεται αὐτούς. 723a Ps 68,34a Ου τος γάρ ἐστιν ὁ λύων τοὺς πεπεδημένους καὶ ἐξάγων ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οι κου φυλακῆς. 724a Ps 68,37 Οι τε πάλαι λεγόμενοι προφῆται καὶ θεοφιλεῖς α νδρες καὶ οἱ μετὰ ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ εὐαγγελίου. 725 Ps 69 αργ Εἰκότως εἰς ἀνάμνησιν περὶ σωτηρίας ὁ ψαλμὸς ᾳ δεται, πάντων τῶν μετανοούντων ἀναμιμνῃσκομένων καὶ ἀναγνωριζόντων τὸ ἀγαθὸν καὶ τὴν ἀλήθειαν καὶ ἐρχομένων ἐπ' αὐτά· Μνησθήσονται γάρ φησιν καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς. καὶ ἐπεὶ τέλος τῆς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.