Fragmenta in Psalmos · §u32-rem-early

Unit 32 rem early

Rem early: Unit 32; lemma and argument toward the thesis.

Greek

ἀναμνήσεως ἀναπολῆσαί ἐστιν ἐκεῖνα α πρότερον ἐπιλέλῃστο ὡς ἀκριβῆ καὶ τελείαν γνῶσιν ε χειν, ἀκολούθως Εἰς τὸ τέλος εἰς ἀνάμνησιν εἰς τὸ σῶσαί με κύριον ει πεν, σῳζομένου παντὸς τοῦ τὴν λήθην τῶν καλῶν ἀποβαλόντος ὡς χρῆσιν καὶ γνῶσιν αὐτῶν ε χειν. πάντες γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ καὶ εὐθεῖς γεγενημένοι ἐσπαρμένας ε χουσι τὰς περὶ θεοῦ ἐννοίας. κα ν ποτε γοῦν ἐξ ἀμελείας ἡ ἁμαρτία παρείσδυσιν λάβῃ, εἰ συμβαίνει μετὰ τὴν πρᾶξιν αὐτῆς μετανοῆσαι, ἀναμιμνῄσκεται τοῦ ἀγαθοῦ ου κατὰ φύσιν τὴν ε ννοιαν ει χε λογικὸς καὶ κατ' εἰκόνα θεοῦ γεγονώς. 726 Ps 69,3.4 ̓Επεὶ ἡγεῖται τῆς ἁμαρτίας ἀναισθησίᾳ καὶ ἀγνοίᾳ τῶν καλῶν ὡς διὰ τοῦτο σὺν ἡδονῇ καὶ παρρησίᾳ πράττειν αὐτά, ει ρηται γοῦν περί τινων ὡς δόξαν ε χουσιν ἐφ' οι ς αἰσχύνεσθαι ε δει· ω ν γάρ φησιν ̔Η δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· πρὸς ου ς καὶ ἡ προφητεία φησὶν Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν· ψόγον γὰρ καὶ ἀπώλειαν φέρει. οἱ ου τως ἀναισθήτως ἐπὶ τὸ κακὸν τρέχοντες, εἰ αι σθησιν καὶ ε ννοιαν αὐτοῦ λάβοιεν, πεπαύσεσθαι τοῦ ποιεῖν αὐτὸ θελήσαιεν· ῳ 137 ε πεται ἐκκλίναντας αὐτοὺς ἀπὸ τοῦ κακοῦ τὸ ἀγαθὸν ποιῆσαι. τοῦτο αὐτὸ ὑπαρχθῆναι τοῖς ἐπικειμένοις διαφόροις εὐχόμενός φησι περὶ αὐτῶν Αἰσχυνθείησαν γνόντες οι κακῶν εἰσιν, ἐντραπείησαν ἀναπολήσαντες α ε πραξαν· τὴν γὰρ ψυχήν μου εἰς τὴν αὐτὴν αὐτοῖς κακίαν ἀγαγεῖν ἐζήτησαν, η ἀποκτεῖναί με, ἐπεὶ μὴ συντρέχω αὐτοῖς εἰς τὴν ἀποστασίαν καθ' η ν ἐκτὸς θεοῦ εἰσιν. Τοῦτο αὐτὸ συμφέρον αὐτοῖς προσλιπαρεῖ λέγων ̓Αποστραφείησαν εἰς τὰ ὀπίσω, μηκέτι ἐπὶ τὸ κακὸν ἐπείγεσθαι ποθοῦντες, καὶ καταισχυνθείησαν, ἐφ' οι ς ε δρασαν κακῶς βουλόμενοι ὑπαρχθῆναί μοι τὰ βλάπτοντα. ̓Αποστρέφεται εἰς τὰ ὀπίσω ὁ μετανοῶν, πάλιν δρομῶν ἐφ' ο καταλέλοιπεν ἀγαθὸν μετὰ τοῦ αἰσχύνεσθαι θέλειν, καίτοι πρὸ τῆς μετανοίας ἀλαζονικῶς κατὰ τοῦ διωκομένου λέγων Ευ γε ευ γε, τουτέστιν Κρατήσομέν σου φεύγοντος ἀφ' ἡμῶν. ̓Επιστατέον τὸ Οἱ βουλόμενοί μοι κακά· μέχρι τοῦ βουληθῆναι κακῶσαι καὶ βλάψαι ε χουσι δύναμιν· α ἐπαγαγεῖν βούλονται κακὰ οὐχ οι οί τε ο ντες, εἰ μὴ θεὸς παραδῷ. 727a Ps 69,3a Οὐ κατεύχεται τῶν εἰς χρήματα ἐπιβουλευόντων η περὶ τῆς † ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. ἡ δὲ τῆς ψυχῆς ἐπιβουλὴ ἡ ἀπὸ θεοῦ ἐστιν ἀλλοτρίωσις. ει η δ' α ν αυ τη ἐκ παθῶν καὶ δαιμόνων καὶ ἐμπαθοῦς διαθέσεως καὶ τῶν τούτοις συνεργούντων κακοήθων ἀνθρώπων. 728a Ps 69,5 Πιστεύσας ο τι πάντως εὑρήσει τὸν βοηθήσαντα αὐτῷ περὶ πάντων τῶν ὡσαύτως διακειμένων ο τε περιστάσεις διάφοροι πάρεισιν, φησὶν ὑμνῶν ̓Αγαλλιάσονται καὶ εὐφρανθήσονται οἱ ζητοῦντές σε, κύριε. κα ν γὰρ σὺν πόνῳ καὶ ἱδρῶτι τὸ ζητεῖν τὸν κύριον γίνηται, ἀλλ' ου ν αὐτοῦ ἐπιφαινομένου ἀγαθότητι πολλῇ οι ς ποθοῦσιν ἰδεῖν ἀγαλλίασις θεία καὶ εὐφροσύνη διαδέχεται τὸν ἐν τῷ ζητεῖν πόνον. Ταύτης δὲ τῆς χάριτος τυχόντες διαπαντὸς ε ργῳ καὶ λόγῳ ἀλλὰ καὶ διαθέσει πιστῇ ἐροῦσι Μεγαλυνθήτω ὁ κύριος, ἀεὶ μέγεθος νοήσεως αὐτοῦ εὐχόμενοι δέχεσθαι. ̔Υμνοῦσι δὲ ου τως οἱ πεῖραν λαβόντες τῆς παρ' αὐτοῦ σωτηρίας ὡς ἀγαπᾶν αὐτὴν σωτήριον ὀνομαζομένην, η ἀγαπῶσι τὸ σωτήριον· τοῦτο δ' ἐστὶν ὁ Χριστὸς ὁ αι τιος αὐτοῖς αἰωνίου σωτηρίας ω ν· τοῦτο τὸ σωτήριον ο ψεται πᾶσα σάρξ. 729a Ps 69,5b Καὶ τὰ μὲν εἰρημένα ἐκεῖνοι πείσονται, οἱ δὲ τῆς ἐμῆς μερίδος η τοι οἱ τὴν παρὰ σοῦ σωτηρίαν ἐλπίζοντες καὶ οὐχὶ πλήθει καὶ δυνάμει θαρροῦντες θυμηδίας τῆς ἀπὸ σοῦ ἐμπλησθεῖεν, ι να σε μεγαλύνωσιν. 730a Ps 69,6a Πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ πτωχὸν καὶ πένητα διὰ τῶν προκειμένων ἑαυτὸν ὀνομάζει· καὶ ἀρχόμενος δὲ τοῦ λόγου ὡς μηδενὸς αὐτῷ αὐτῷ συμβαλλομένου, μὴ πλούτου μὴ βασιλείας μὴ τῆς τοῦ παντὸς ε θνους βοηθείας μηδὲ τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ θεοῦ βοήθειαν ἐκζητεῖ. 731a Ps 69,6b Μὴ εἰς μακρούς, φησίν, χρόνους πολεμούμενόν με καταλείψῃς, ι να μὴ μεγάλην ἀπενέγκωμαι βλάβην· ἀλλὰ βοήθειαν ο ρεξον, ι να ταύτῃ σκεπόμενος ὡς ο πλῳ εὐδοκίας μὴ βληθῶ ὑπ' αὐτῶν. 732a Ps 70,1b.2a ̔Ο ε χων τὴν ἐπὶ θεὸν ἐλπίδα ἀκαταίσχυντον ε χει τέλος, μέχρι τοῦ παντὸς αἰῶνος παρρησιαζόμενος ἐφ' ῃ ε σχεν προσδοκίᾳ, παντὸς τοῦ ἐπὶ ε τερόν τι τὴν πεποίθησιν ε χοντος καταισχυνομένου, ο ταν διαμάρτῃ τῆς ἐλπίδος. ̔Ο πεποιθὼς γάρ φησιν ἐπὶ πλούτῳ, ου τος πεσεῖται· καὶ Μὴ ἐλπίζετε, φησίν, ἐπ' α ρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων οι ς οὐκ ε στι σωτηρία· καὶ ̓Επικατάρατος ο ς τὴν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.