Fragmenta in Psalmos · §u32-rem-close

Unit 32 rem close

Rem CLOSEOUT: Unit 32 CLOSEOUT.

Greek

139 ἐπιστηρίζεσθαι ἐπ' αὐτῷ προαιρετικῶς; ο σημαίνεται τοίνυν ἐστὶ τοιοῦτον· ἀφ' ου ἠρξάμην νοεῖν καὶ ἐνεργεῖν, τὴν ἀρχὴν τοῦ νοεῖν καὶ ἐνεργεῖν ἀνέθηκά σοι, ἐπιστηριζόμενός σοι καὶ σκεπόμενος ὑπὸ σοῦ, τοῦ μετὰ κακίαν ἀρξαμένην μετανοοῦντος ὡς δι' εὐσέβειαν η ν ἀνείληφεν ἐπιστηρίζεσθαι ἐπὶ θεὸν καὶ σκέπεσθαι ὑπ' αὐτοῦ οὐ δυναμένου εἰπεῖν τοὺς προκειμένους στίχους ἀλλ' η μόνου τοῦ ἀμεσολαβήτως ἐπὶ θεὸν ἑαυτὸν ἐπιδεδωκότος. δείκνυται τουτὶ καὶ ἐκ τῶν λόγων τοῦ ̓Ιὼβ εἰρηκότος Εἰ δὲ καὶ τὸν ψωμόν μου ε φαγον μόνος καὶ ὀρφανοῖς οὐ μετέδωκα, εἰ μὴ ἐκ κοιλίας μητρός μου ὡδήγουν αὐτοὺς καὶ ἐξέστρεφον ὡς πατήρ. νοῦν γὰρ ε χων οὐδεὶς ἡγήσεται ὡς ἀπ' αὐτῆς τῆς ω ρας τῆς ἀποτέξεως δυνατὸν κατορθοῦσθαι τὸ εἰρημένον, ἀρχὴν τοῦ γενέσθαι τότε λαμβάνοντα ο ταν συμπληρωθῇ ὁ λόγος καθ' ο ν οἱ λογικοί εἰσι τοιοῦτοι ω σπερ οἱ λέγοντες Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματός σου, εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον. Εἰ δυνατὸν καὶ περὶ πνευματικῆς γεννήσεως ἐκλαβεῖν τοὺς στίχους, ἐπίστησον, τοῦ ἐκ διδασκαλίας θείας καὶ ἐξ υ δατος καὶ πνεύματος γεννωμένου καταλλήλως τῇ γεννήσει ταύτῃ γαστρὸς καὶ κοιλίας νοουμένων ἀφ' ω ν ὁ γεννηθεὶς νοητῶς προελήλυθεν. 738a Ps 70,6c Πᾶν τὸ καλὸν καὶ εὐσεβὲς ἀνύεται σὺν θεῷ. ο θεν ὁ ὁμολογῶν τὸν ̓Ιησοῦν ε μπροσθεν τῶν ἀνθρώπων ἐν αὐτῷ αὐτὸ ποιεῖ, ι ν' ἀκολούθως καὶ αὐτὸς ὁμολογηθῇ ὑπὸ τοῦ σωτῆρος ο ντος ἐν τῷ ὁμολογοῦντι αὐτόν. ἐπεὶ γὰρ δικαιοσύνη καὶ σοφία ἁγιασμός τε καὶ ζωὴ καὶ ἀλήθεια ὁ σωτὴρ ὁ πραγματικῶς ὁμολογῶν αὐτὸν ῳ ε πεται καὶ διὰ φωνῆς ὁμολογία, ἐν τῷ ὁμολογουμένῳ τυγχάνει ω ν, ἐν δικαιοσύνῃ καὶ σοφίᾳ δίκαιος καὶ σοφὸς ὑπάρχων ἀλλὰ καὶ ἐν ἁγιασμῷ καὶ ζωῇ καὶ ἀληθείᾳ α γιος καὶ ζῶν καὶ ἀληθὴς ἀποδειχθείς. ὡς ου ν αὐτὸς ἐν τῷ μετεχομένῳ, ου τω καὶ ὁ μεθεκτὸς ἐν τῷ μετέχοντι, καθὸ λέγομεν ἐν τῷ σπουδαίῳ τὴν ἀρετὴν καὶ ἐν αὐτῇ τὸν σπουδαῖον ει ναι. κατὰ τοῦτο τὸ σημαινόμενον ὁ ἀπόστολος α νθρωπος η ν ἐν Χριστῷ καὶ ει χεν Χριστὸν ἐν ἑαυτῷ, ῃ φησιν Ει τις ἐν Χριστῷ, καινὴ κτίσις, καὶ Ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ταύτης τῆς θεωρίας καθόλου ου σης, καὶ ὁ ὑμνῶν θεὸν ἐν αὐτῷ τυγχάνει, ο ντος καὶ τοῦ ὑμνουμένου ἐν τῷ ὑμνοῦντι. Αλλων ὑμνούντων α ρχοντας διδασκάλους ἀνθρωπίνων μαθημάτων καὶ αὐτὰ τὰ μαθήματα ε τι μὴν δοξάρια καὶ πλοῦτον γεραιρόντων, ἡ υ μνησις ἡ ἡμετέρα ἐν σοὶ καὶ οὐκ ἐν α λλῳ τινὶ γίνεται. φέρεται γραφὴ ω δε ε χουσα· ̓Εν σοὶ ἡ ὑπόμνησίς μου διαπαντός. κατ' ἀμφοτέρας τοιγαροῦν τὰς γραφὰς ἐκληπτέον τὸ διαπαντὸς ὑπὲρ τοῦ συνεχῶς καῖ ἀδιαστάτως ἐν θεῷ τὴν υ μνησιν καὶ τὴν ὑπόμνησιν ε χειν. 739 Ps 70,7 Οἱ ἀρετὴν εὐτελίζοντες καὶ βδέλυγμα τὴν θεοσέβειαν ἡγούμενοι ἁμαρτωλοὶ τὸν σπουδαῖον καὶ εὐτελῆ βδελυττόμενοι τέρας ἀποκαλοῦσιν. φάσκουσι γὰρ ἐν ἑαυτοῖς ∆ήσωμεν τὸν δίκαιον, ο τι δύσχρηστος ἡμῖν ἐστιν. καὶ ἐπεὶ φαῦλοί εἰσιν ἡμῖν οἱ τὰ τοιαῦτα διανοούμενοι καὶ λέγοντες, εἰκότως οὐ καθάπαξ ει πεν τέρας ἀλλὰ τοῖς πολλοῖς γεγονέναι τουτέστι τοῖς χυδαιοτέροις καὶ φεύγουσι τὴν ἀρετήν. ̓Αλλ' εἰ κἀκεῖνοι προφέρονταί μοι τῷ εἰρημένῳ τρόπῳ, ἀλλ' ου ν σὺ κραταιὸς ω ν βοηθὸς φυλάττεις με ἀζημίωτον ὑπ' αὐτῶν. ταύτῃ τῇ διανοίᾳ καὶ ὁ ἀπόστολός φησιν ὡς περικαθάρματα τοῦ κόσμου καὶ περίψημα πάντων ἀνθρώπων γεγενῆσθαι. συμφώνως τούτοις ε χει καὶ τὸ ̔Ημεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι. ἀπὸ τῆς αὐτῆς διαθέσεως γράφεται καὶ τὸ ∆οκῶ γὰρ ο τι ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, καὶ τὸ Οτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ. τοιοῦτον καὶ τὸ τοῖς ἁμαρτωλοῖς εἰρημένον ὑπὸ θεοῦ Καὶ ε σται ̔Ιεζεκιὴλ εἰς τέρας, ὡς αὐτός φησιν ὁ προφήτης διὰ τὰ συμβολικῶς μάλιστα γινόμενα παρ' αὐτοῦ οι ον τὸ ἐπὶ τοσάσδε καταθεῖναι τοῦτον ἡμέρας ἐπὶ πλευροῦ δεξιοῦ καὶ τόσας πάλιν ἐπὶ εὐωνύμου καὶ τῶν τριχῶν τοῦ σώματος ξύρησιν. Εἰ δὲ καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναφέρεται δόξαντα τοῖς πολλοῖς ὡσεὶ τέρας γεγονέναι διὰ τὸν σταυρόν, 140 συνεπίσκεψαι. Ευ δὲ καὶ τὸ φάναι ̔Ωσεὶ τέρας· οὐδεὶς γὰρ τῶν προειρημένων τοιοῦτος η ν, ὡς ὑπελαμβάνετο τοῖς πολλοῖς. 740a Ps 70,8 ̓Αξιοῖ αἰνέσεως πληρωθῆναι αὐτοῦ τὸν λόγον στόμα ὠνομασμένον. δόξα δὲ θεοῦ η τοι ἡ περὶ αὐτοῦ διάληψις η ὁ μονογενὴς υἱὸς αὐτοῦ ὑπάρχει· ει ρηται γὰρ περὶ Χριστοῦ ὡς ει η δόξα θεοῦ ὀφθησομένου κατὰ τὴν ἐπιδημίαν. ὀφθήσεται γὰρ ἡ δόξα θεοῦ, μεγαλοπρεπείας

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.