Fragmenta in Psalmos · §u33-open

Fragmenta in Psalmos Unit 33 opening

Unit 33.

Lemma-led open — αὐτοῦ νοουμένης τῆς ἐν προνοίᾳ καὶ δημιουργίᾳ τάξεως ὡς πολὺ τὸ πρέπον ἐμφαινούσης, μόνῳ γ

Greek

αὐτοῦ νοουμένης τῆς ἐν προνοίᾳ καὶ δημιουργίᾳ τάξεως ὡς πολὺ τὸ πρέπον ἐμφαινούσης, μόνῳ γινομένης κελεύματι. τοιαύτη γὰρ καὶ ἡ προνοητικὴ τῷ δυναμένῳ λέγειν Κατενόησα τὰ ε ργα σου καὶ ἐξέστην· σύμφωνον δὲ τῷ παρόντι τὸ ̓Ενέβαλεν εἰς τὸ στόμα μου ᾳ σμα καινόν, υ μνον τῷ θεῷ ἡμῶν. 741a Ps 70,9a ̓Επὶ σοὶ ἡ ἐλπίς μου ἐκ νεότητός μου. παρακαλῶ ἐν τῇ καταστάσει ταύτῃ μέχρι γήρως διαμεῖναι οὐκ ἀπορριπτόμενος ἀπὸ σοῦ, παντὸς τοῦ φαῦλα πράσσοντος καὶ ἀνομοῦντος ἀπορριπτομένου. Θεωρηθείη δὲ καὶ πρὸς διάνοιαν· ἐπεὶ γῆρας τίμιον οὐ τὸ πολυχρόνιον, πολιᾶς ου σης τοῦ ε νδον ἀνθρώπου τῆς θείας φρονήσεως καὶ γήρως τοῦ δι' ἀκροτάτην ἀρετὴν ἀκηλιδώτου βίου· ἐπεὶ ἀκμὴν ἐν τῷ προκόπτειν εἰμί, παρακαλῶ μὴ ἀπορριφῆναι ἀλλὰ συνεργεῖσθαι ὑπὸ τῆς ἀγαθότητός σου, ε ως φθάσω ἐπὶ τὸν καιρὸν τοῦ ἀκηλιδώτου βίου. 742a Ps 70,10.11 Εἰ γὰρ Χριστὸς ὁ λέγων, ε πεται τῷ Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα α ν. τοῦτο γὰρ καὶ τὰ ἐπὶ τούτων περὶ τοῦ ̓Ιούδα φησίν. 743a Ps 70,14–16 Τῶν ἐμῶν αἰσχυνομένων ἐχθρῶν τῷ κατ' ἐμοῦ μάτην ἐσπουδακέναι, προστίθημι καὶ νῦν ἐπινικίως αἰνῶν σε τῇ προλαβούσῃ αἰνέσει περὶ η ς ε φην ̓Εν σοὶ ἡ υ μνησίς μου διαπαντός. ἐνδιέβαλλον δὲ τὴν ψυχὴν αὐτοῦ οἱ λέγοντες ̔Ο θεὸς ἐγκατέλιπεν αὐτόν. μεγίστη γὰρ δηλοῦται κατὰ τοῦ ἐγκαταλειπομένου διαβολὴ πρὸς ο τὸ ̓Εγὼ δὲ διὰ παντὸς ἐλπιῶ φησίν, δεικνὺς ὡς οὐδεμίαν ἐγκαταλείψει παρέσχετο χώραν. Πρὸς τὸ ̔Ο θεὸς ἐγκατέλιπεν αὐτὸν τὸ ̓Εγὼ δὲ διαπαντὸς ἐλπιῶ ει πεν. καὶ τῶν ἐχθρῶν ἀδίκως φονώντων ὡς ἀπωλείᾳ περιβαλεῖν αὐτὸν θέλειν, ἀβλαβὴς διαμείνας ἀπ' αὐτῶν ἐξαγγέλλει παρ' ο λον αὐτοῦ τὸν βίον (ἡμέραν ὀνομαζόμενον) τὴν δικαιοσύνην καὶ σωτηρίαν τοῦ κυρίου. Καὶ ἐπεὶ μὴ ε γνων, φησί, γραμματείας τι τοῦ νόμου, τούτου χάριν οὐκ ε ξω μένων ἐπὶ τῆς λέξεως καὶ τῆς σκιᾶς εἰσελεύσομαι, κατὰ τὸ ζωοποιοῦν πνεῦμα καὶ τὸν θεῖον τῶν γεγραμμένων νοῦν δυναστεύων βασιλικῶς, θεοῦ δεδωκότος. διό φημι Μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου, οὐκ ε τι φροντίζων τὴν κατὰ σκιὰν τοῦ νόμου δικαιοσύνην, περὶ η ς γενόμενος κατὰ τὴν ἐν νόμῳ δικαιοσύνην α μεμπτος Παῦλος γράφει πάντα τὰ σκιώδη α η ν αὐτοῦ πρότερον κέρδη ἐζημιῶσθαι καὶ σκύβαλον ἡγεῖσθαι διὰ τὸ ὑπερέχον τῆς γνώσεως. 744a Ps 70,19a Ταῦτα ε ως ὑψίστων μεγαλεῖα καὶ σὺν αὐτοῖς τὰ θαυμάσια ὑπῆρκται, τοῦ σωτῆρος ἀνθρώπου γεγενημένου. τεχθέντος γὰρ αὐτοῦ ἐκ τῆς παρθένου, πλῆθος οὐρανίου στρατιᾶς ∆όξα ἐν ὑψίστοις θεῷ, ε λεγε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. τῆς γὰρ γενομένης εὐδοκίας ἐν ἀνθρώποις εἰρήνη πολλὴ ἐκράτησεν, τῶν ἐπὶ γῆς πάντων πολεμίων καταλυθέντων· ἀλλὰ καὶ δόξα ἐν ὑψίστοις γέγονεν, τῶν σῳζομένων ἀνθρώπων μέχρι τῶν ὑψίστων τὴν ἀνάβασιν ἐχόντων. πῶς γὰρ οὐκ ε μελλον οἱ γενόμενοι τέλειοι, ὡς ὁ πατὴρ ὁ οὐράνιος τέλειός ἐστιν, ἐν ἀνυπερβλήτῳ ἁγιότητι γενόμενοι, ε χειν ἐν ἑαυτοῖς τὸν θεὸν πάντα ἐν πᾶσιν γενόμενον; καὶ αὐτὸς δὲ ὁ κύριος ἐν Εὐαγγελίοις ε φη πρὸς τὸν ἑαυτοῦ πατέρα Θέλω, πάτερ, ι να ο που εἰμὶ ἐγὼ καὶ ου τοι ω σιν μετ' ἐμοῦ, ι να θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. 745 Ps 70,20 ̓Επεὶ ἀγαθότητι ὁ θεὸς πειραθῆναι θλιβερῶν καὶ κακωτικῶν πρὸς σύμφορόν τι συνεχώρησεν, πάλιν ἐπιστρέψας πρὸς ἑαυτὸν ζωοποιεῖ, μεταδιδοὺς ζωῆς τοῖς ἑωρακόσι διὰ πείρας θλίψεις καὶ κακά, ὡς καὶ ἐξ αὐτῶν τῶν ἀβύσσων τουτέστι τοῦ βάθους τῶν περιστατικῶν ἀνιμήσασθαι τὸν κατενεχθέντα. καὶ ἐπειδὴ τὰ κακὰ κατάλληλα ταῖς θλίψεσι τὰ ἐπίπονα καὶ κακωτικὰ ἐξειλήφαμεν, ἀκολούθως ἡ 141 ζωοποίησις κατὰ τὴν κοινὴν ζωὴν ἐκληφθήσεται καὶ ἡ ἐκ τῆς ἀβύσσου α νοδος· ἐπεὶ γὰρ τὰ κακωτικὰ ἐκταθέντα θανατοῦν δοκεῖ καὶ καταβιβάζειν εἰς ᾳ δην, ο ταν τέλος λάβῃ τὰ αι τια, ζωοποιεῖταί τις ὑπὸ θεοῦ καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀναβιβάζεται.

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.