Fragmenta in Psalmos · §u32-rem-mid

Unit 32 rem mid

Rem mid: Unit 32; lemma continues; reading with the letter.

Greek

ἐλπίδα ε χει ἐπ' α νθρωπον. ο θεν σπουδαστέον τὸν κύριον ε χειν ἐλπίδα· Εὐλογημένος γὰρ ὁ α νθρωπος ο ς πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ ε σται κύριος ἐλπὶς αὐτοῦ. ζῶσα γὰρ αυ τη ἡ ἐλπίς· διὸ γέγραπται ̓Αναγεγεννημένοι εἰς ἐλπίδα ζῶσαν. ο θεν ει ρηται ὑπὸ τοῦ ε χοντος αὐτὴν Οὐ καταισχυνθείην εἰς τὸν αἰῶνα· καὶ ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. ̔Ρύεται ἐν δικαιοσύνῃ θεὸς τοὺς σπεύδοντας ει ναι ἐκτὸς ἀδικημάτων, ὡς ἐν σοφίᾳ τοὺς ποθοῦντας ἀναλαμβάνειν αὐτήν. εἰ δὲ 138 καὶ ἐξ ἀδικούντων ἀνθρώπων ευ χεται ῥυσθῆναι καὶ ἐξαιρεθῆναι ὁ τὰ προκείμενα λέγων, ἐπίστησον. δοκεῖ γὰρ ἀκολουθίαν ε χειν τὸ ὑποβαλεῖν τοῦτο τοῖς ἐν τῇ προγραφῇ εἰρημένοις Περὶ τῶν αἰχμαλωτισθέντων α λλων χάριν· δικαίως γὰρ ου τοι ῥυσθῆναι καὶ ἐξαιρεθῆναι ἀπαιτοῦσιν. οἱ μὲν γὰρ ἠδίκουν, οἱ δὲ ̓Ισραηλῖται οὐδὲν ἠδίκησαν. Λελέξεται καὶ ω δε· ἐπεὶ ἡ πρακτικὴ ἀρετὴ δικαιοσύνη ὀνομαζομένη καὶ ἐκ τοῦ ἐναντίου ἀδικία πᾶσα ἡ ἐν πράξεσιν ἁμαρτία, ἐν τῇ δικαιοσύνῃ ἀξιοῖ ῥυσθῆναι ἐκ τῆς ἀδικίας η ν ὁ ἀγαπῶν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. μαρτυρία δὲ τοῦ τὴν καθόλου ἀρετὴν ου τως εἰρῆσθαι τὸ Πορευόμενος α μωμος καὶ ἐργαζόμενος δικαιοσύνην, τοῦ δὲ τὴν καθόλου ἁμαρτίαν προσαγορεύεσθαι ἀδικίαν μαρτυρία τὸ ̓Αδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, καὶ Τὸ αι μα ̓Ιησοῦ Χριστοῦ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας. ̓Ερεῖ τὴν φωνὴν καὶ ὁ ὑπερβῆναι βουλόμενος τὴν κατὰ τὸν νόμον σκιάν, ι να σχῇ θεοῦ δικαιοσύνην πιστεύσας εἰς ̓Ιησοῦν Χριστὸν, ο πως εὑρεθῇ μὴ ε χων ἐν ἑαυτῷ ἰδίαν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ἀλλὰ τὴν θεοῦ τὴν εἰς δικαιοσύνην λελογισμένην. 733a Ps 70,2b Πολλῆς ὑπεροχῆς ου σης σου, ω δέσποτα, πρὸς τὰ κτίσματα, μάλιστα δὲ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους κράζειν τοσοῦτον, οὐ σθένομεν τοῦ φθάνειν εἰς τὰ ω τά σου τὸν προσευχὴν η ν ἀναπέμπομεν· διὸ παρακαλῶ ἀγαθότητι πολλῇ κλῖναί σε τρόπῳ συγκαταβάσεως τὸ ου ς σου πρὸς μέ, ι να σώσῃς με δεξάμενος τὴν περὶ σωτηρίας δέησίν μου. 734a Ps 70,3 Πολλῶν πολεμεῖν με θελόντων, ὑπερασπιστής μου γενοῦ σκέπων με τῇ σῇ ἀσπίδι περὶ η ς ει ρηται Οπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. καὶ ἐπειδὴ σὲ θέλω ει ναί μοι πάντα, καὶ φρούριον ἀκαταμάχητον καὶ ε ρυμα ἀκαθαίρετον γενοῦ μοι, ι ν' ὀχυρώτατον τόπον σε ε χων παντὸς φόβου τοῦ ἀπὸ ἐχθρῶν ἐκτὸς μένω, σοῦ καταφυγῆς καὶ στερεώματός μου ο ντος. 735a Ps 70,4 Χεὶρ ἁμαρτωλοῦ ἡ ἁμαρτητική ἐστι πρᾶξις ἀφ' η ς ῥυσθῆναι ἀξιοῖ, ι να μηδὲ κατὰ ποσὸν ἐνεργῇ κατ' αὐτὴν πράττων, ὡσαύτως παρανομοῦντος καὶ ἀδικοῦντος πράξεις αἱ ἀποτελεστικαὶ ἐνέργειαι ω ν καὶ αὐτῶν ε ξω ει ναι ποθεῖ, ῥυσαμένου θεοῦ. πότερον δὲ ὁ αὐτὸς η ε τερος καθ' ὑποκείμενον ὁ ἁμαρτωλὸς τῷ παρανομοῦντι καὶ ἀδικοῦντι, ἐπίστησον. δοκεῖ γὰρ εἰς ἑκάτερα ῥέπειν, παντὸς παρανομοῦντος καὶ ἀδικοῦντος ἁμαρτωλοῦ ο ντος. ἐὰν δὲ ὁ διάβολος ῃ ἐκ τούτων τῶν ὀνομάτων σημαινόμενος, χεῖρα αὐτοῦ ἐκληπτέον καὶ τὴν ὡσεὶ στρατιωτικὴν αὐτοῦ δύναμιν συνταττομένην ἐκ παντὸς πνεύματος πονηροῦ καὶ ἀκαθάρτου. ὁ ῥυσθεὶς ου ν ἐκ χειρὸς τῶν ἐκκειμένων ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ γενόμενος ὑπ' οὐδενὸς ἁρπάζεται ἐξ αὐτῆς. 736a Ps 70,5 Ωσπερ σοφία καὶ δύναμις τοῦ ἁγίου ὁ θεός, ου τω καὶ ὑπομονὴ καὶ ἐλπὶς ὑπομείναντος εἰς σωτηρίαν καὶ ἐλπίζοντος ἐπ' αὐτόν. ει ρηται γοῦν περὶ τούτων ἐν τῷ ΛΗ ψαλμῷ, προκειμένου Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος; καὶ ἐν τῷ ̔Η ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. ̓Επιστατέον τὸ ̔Η ἐλπίς μου ἐκ νεότητός μου δυναμένου δηλοῦν ὡς ὁ ἐκ βρέφους κατὰ θεὸν ἀνατραφεὶς α λλην τοῦ θεοῦ ἐλπίδα οὐκ ε σχε ποτέ. πρὸς δὲ τούτοις ἐκ νεότητος ει ναί τινος ἐλπίδα τὸν θεὸν ἐρεῖς, ἀφ' ου τὸν παλαιὸν α νθρωπον ἐκδυσάμενος τὸν καινὸν καὶ νέον ἐνεδύσατο κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ γνώσει τῆς ἀληθείας. 737a Ps 70,6ab 737a Τὸ ̓Απὸ γαστρὸς ἐκ κοιλίας μητρός μου ἐκληπτέον συνετῶς, οὐ σημαινομένου τοῦ ἀπὸ τῆς ω ρας τῆς ἀποτέξεως, ου πω τότε κινουμένου λογικῶς καὶ θεοσεβῶς τοῦ τικτομένου· γέγραπται γὰρ Καὶ τὸν Σαμουὴλ πρὶν γνῶναι θεόν, καίτοι παρὰ θεοσεβέσι γονεῦσιν ἐξ ἀπαλῶν ὀνύχων θεοσεβῶς ἀνατραφέντος. ε χει γὰρ τὰ ἀνθρώπων τέκνα καιρὸν ἀφ' ου λογικῶς κινεῖσθαι δύναται. φησὶν ὁ μέγας Μωσῆς ἐν τῇ ἐρήμῳ Καὶ πάντα τὰ παιδία μεθ' ἡμῶν σήμερον α οὐκ οι δεν ἀγαθὸν η κακὸν εἰσελεύσεται εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰ τοίνυν ἀγαθὸν η κακὸν οὐκ ἐπίστανται τὰ παιδία πρὸ τῆς τοῦ ἐνδιαθέτου λόγου συμπληρώσεως, πῶς οι όν τε τὸν ἐν ταύτῃ τῇ ἡλικίᾳ ο ντα θεὸν εἰδέναι, ὡς καὶ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.