Fragmenta in Psalmos · §u33-rem-early

Unit 33 rem early

Rem early: Unit 33; lemma and argument toward the thesis.

Greek

Ταῦτα δὲ οὐκ ἀπὸ ἰδίου προσώπου ὁ α γιος λέγει ἀλλὰ τοῦ τῶν ἀνθρώπων γένους πειραθέντος πλείστων ο σων κακῶν καὶ θλίψεως πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας· μεθ' η ν πεῖραν ἐπιστρέψας ὁ κύριος πρὸς ἡμᾶς ἐλήλυθεν καὶ ἐζωοποίησεν δοὺς ἀνθ' ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν λύτρον ω στε πάντα τὸν πιστεύοντα εἰς αὐτὸν καὶ δεχόμενον τὴν διδασκαλίαν αὐτοῦ ε χειν ζωὴν αἰώνιον, ἀνήγαγεν δὲ ἐκ τῶν ἀβύσσων τῆς γῆς τουτέστι τοῦ ᾳ δου γενόμενος ἐκεῖ μετὰ ἀπόθεσιν ου ει χεν σώματος οὐκ α λλου ε νεκα η τοῦ ἀναγαγεῖν τοὺς ἐκεῖ καταχθέντας δι' ἁμαρτίας ἰδίας. 746 Ps 70,21 Προσκειμένου τῷ ̓Εκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με τοῦ πάλιν–εἰ μὲν ἡ α βυσσος σημαίνοι τὸν ἐν τοῖς περιστατικοῖς βυθισμόν (ὡς ἑρμηνεύεται), ἀκόλουθον ἐκλαβεῖν ὡς πολλάκις ε στιν ὑπὸ θεοῦ ἐκεῖθεν ἀναχθῆναι ἀεὶ εὐεργετοῦντος (μαρτύριον τούτου τὸ φερόμενον ου τως· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος)· εἰ δὲ ἀντὶ τοῦ ᾳ δου ἡ α βυσσος παραληφθῇ, ε ργον εἰπεῖν πῶς πάλιν ἐκεῖθέν τις ἀνάγεται· ὡς γὰρ μία ει σοδος εἰς τὸν βίον καὶ ε ξοδος ἀπ' αὐτοῦ μία, ἀνάγκη καὶ τοὺς χωριζομένους τοῦ σώματος ου ε σχον ἐν τῷ ᾳ δῃ α παξ γίνεσθαι. Ητοι ου ν παρέλκει τὸ πάλιν η παραμυθίας τεύξεται, ἀλλὰ μὴν οὐδὲν τοῖς θείοις παρέλκον καὶ περιττόν. ε σται αὐτοῦ α ρα νόησις τοιαύτη· ζωοποιήσας με εὐεργεσίᾳ τῇ σῇ, ἀλλὰ καὶ τὴν δικαιοσύνην σου πλεονάσας ἐπ' ἐμέ, πάλιν εὐεργετῶν ἀνήγαγές με ἐκ τῶν ἀβύσσων τῆς γῆς τῷ μὴ μόνον ἐζωοποιηκέναι με καὶ πεπλεονακέναι σου τὴν δικαιοσύνην ἐπ' ἐμὲ ἀλλὰ καὶ ἐκ τῶν κάτω ἀναγαγεῖν με. 747 Ps 70,22.23 Σκεῦος ψαλμοῦ τὸ ψαλτήριον, δι' ου λέγει ̓Εξομολογήσομαί σοι, εὐχαριστικῶς προφέρων τὴν ἀλήθειαν καὶ καθ' η ν οὐδεὶς ο μοιος θεοῦ μετὰ τὰ κακὰ ζωοποιοῦντος καὶ πᾶσαν τὴν ἑπομένην εὐεργεσίαν τελοῦντος. πρὸς τὸ ἐξομολογήσασθαι τὴν ἀλήθειαν ἐν σκεύει ψαλμοῦ καὶ ἐν κιθάρᾳ ψάλαι ὑπισχνεῖται τῷ θεῷ ὑπάρχοντι ἁγίῳ τοῦ ̓Ισραήλ. α γιος δὲ τοῦ ̓Ισραὴλ λέγεται ὡς ἁγιάζων αὐτόν· ω σπερ γὰρ ἐὰν λέγωμεν θεοῦ ἁγίους ει ναι παριστῶμεν τοὺς πρὸς αὐτοῦ ἁγιαζομένους, ου τως α γιον αὐτὸν λέγοντες τίνος τὸ ἁγιαζόμενον σημαίνομεν. καὶ ο τι τοῦθ' ου τως ε χει, ἐπίστησον τῷ περὶ Χριστοῦ λεγομένῳ Ος ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· γέγονε γὰρ σοφία τοῖς σοφοῖς, δικαιοσύνη τοῖς δικαιουμένοις, ἁγιασμὸς καὶ ἀπολύτρωσις τοῖς ἁγιαζομένοις καὶ ἀπολυτρουμένοις. οὐκ ἐνταῦθα μόνον α γιος τοῦ ̓Ισραὴλ ὁ θεὸς ει ρηται ἀλλὰ καὶ ἐν τῷ Παρωξύνατε τὸν α γιον τοῦ ̓Ισραήλ, δῆλον ο τι οἱ ἁμαρτάνοντες. Λυτροῦται ἡ λογικὴ ψυχή, λύτρον δεδωκότος τοῦ ̓Ιησοῦ ὑπὲρ αὐτῆς τὴν ἑαυτοῦ ψυχὴν καὶ αὐτὴν δηλονότι λογικὴν ου σαν. ο νπερ γὰρ τρόπον λυτρούμενος τὰ σώματα τῶν ἀνθρώπων σῶμα ὁμοούσιον αὐτὸς ὑπὲρ αὐτῶν δέδωκεν, ου τως λυτρούμενος λογικὰς ψυχὰς λογικὴν ψυχὴν ὑπὲρ αὐτῶν ε θηκεν. 748 Ps 71 αργ Ου τος ὁ ψαλμὸς οὐ διενέγκοι τῷ πατρὶ τοῦ ̔Ροβοὰμ Σολομῶνι ἀλλὰ τῷ πνευματικῷ ου τω καλουμένῳ διὰ τὴν τοῦ ὀνόματος μετάληψιν· ἑρμηνεύεται γὰρ ̔Ελλήνων φωνῇ εἰρηνικός. τίς δὲ ου τος ὑπάρχει η ὁ λέγων ̓Ιησοῦς Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν; περὶ τούτου ὁ θεολόγος γράφει Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ τὸ Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς, λύσας τὴν ε χθραν τὴν διαιροῦσαν Ελληνας ἀπὸ τῶν ̔Εβραίων ω στε μίαν ποίμνην καὶ ε να λαὸν ἐξ ἐθνῶν καὶ ̓Ιουδαίων συστῆναι. ου τως εἰρηνικὸς δεικνύμενος διὰ τῶν ε ργων ω ν ἐτέλεσεν ἐκ τοῦ ∆αυίδ ἐστιν ὁ κατὰ σάρκα γεννηθεὶς ἐκ παρθένου. 142 γέγραπται γοῦν περὶ αὐτοῦ Βίβλος γενέσεως ̓Ιησοῦ Χριστοῦ υἱοῦ ∆αυίδ. 749a Ps 71,2 Κρίνειν δὲ τὸν λαόν σου ἐν δικαιοσύνῃ (τὸν ἐκ περιτομῆς δηλονότι) καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ου τοι δέ εἰσιν οἱ ἀπὸ ἐθνῶν τῷ εὐαγγελίῳ προσερχόμενοι πτωχοὶ ὠνομασμένοι διὰ τὴν ἐξ ἀπιστίας καὶ κακίας πενίαν. εἰ δὲ δύνανται πτωχοὶ ει ναι θεοῦ οἱ μέτριοι τὴν γνώμην κατὰ τὸ Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, συνεπίσκεψαι. 750 Ps 71,3 Προστάττει τοῖς μεγαλοφυεστέροις δι' ἀρετῆς υ ψος ο ρεσι καὶ βουνοῖς καλουμένοις πρὸς τὸν λαὸν εἰρήνην ἀναλαβεῖν. καὶ εἰ μὲν ο ρη καὶ βουνοὶ ἀρχάγγελοι καὶ α γγελοι τυγχάνουσι, πᾶν τὸ τῶν ἀνθρώπων γένος λαός ἐστι πρὸς ου ς εἰρηνεῦσαι καλοῦνται, ἐπείπερ ̓Ιησοῦς διὰ τοῦ αι ματος τοῦ σταυροῦ εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς πρότερον διαστασιαζόντων τῶν ἐπὶ τῆς γῆς διὰ κακίαν πρὸς τοὺς ἐν τοῖς οὐρανοῖς. ἐπεὶ τοίνυν ὁ σταυρωθεὶς ῃ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.