Fragmenta in Psalmos · §u33-rem-close

Unit 33 rem close

Rem CLOSEOUT: Unit 33 CLOSEOUT.

Greek

καλουμένων δι' η ν ει χον ἐξ ἀσεβείας μελανίαν ἐνώπιον τοῦ βασιλέως προσπιπτόντων μεταγνώσεως τρόπῳ, οἱ τοῦ βασιλέως ἐχθροὶ ̓Ιουδαῖοι γοῦν λείξουσιν. ευ δὲ καὶ τὸ φάναι ἐνώπιον αὐτοῦ προσπίπτειν τοὺς Αἰθίοπας· γνησίαν ὑποταγὴν δηλοῖ τὸ ἐπίπροσθεν τοῦ τὰ κρυπτὰ ὁρῶντος βασιλέως προσπίπτειν. δυνατὸν καὶ τῶν ἐχθρῶν τοῦ θεοῦ αι σθησιν μετανοίας φαίνεσθαι διὰ τοῦ χοῦν λείχειν· γονυπετούντων γὰρ ἡ ἐνέργεια. Μεταλαμβάνεται δὲ Θάρσεις εἰς τὸ κατασκοπεῖν χαράς, κατασκοπούντων χαρὰν τῶν ἀρετῆς καὶ εὐσεβείας φίλων, ι ν' ἀκοῦσαί ποτε δυνηθῇ ε καστος αὐτῶν Ει σελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. τῶν ου τω θεωρητικῶν πρὸς τὴν χαρὰν τὸ βλέμμα ἐχόντων, οἱ κρατοῦντες βασιλεῖς δῶρα οι σουσιν τοὺς ἀρχομένους. καὶ νῆσοι δὲ προσάγονται. ψυχαὶ δέ εἰσιν αυ ται, ἑδραίως καὶ ἀμετακινήτως ε χουσαι κα ν ἐπαφρίζει καὶ τρικυμίας ἡ θάλασσα ἐπεγείρει. πρὸς ταύτας ὁ σωτὴρ λέγει ̓Εγκαινίζεσθε, νῆσοι, πρός με, ἀνανεούμεναι τῇ καινότητι τοῦ πνεύματος, φέρουσαι τὸν νέον α νθρωπον τὸν κατὰ θεὸν κτισθέντα. πρὸς τούτοις τοῖς βασιλεῦσι καὶ οἱ τῶν ̓Αράβων καὶ Σαβᾶ προσοίσουσι δῶρα τοὺς πρὸς τὴν ἑσπέραν τοῦ βίου τοῦ φαύλου ἐρχομένους ὡς σκοτισθῆναι ἀπ' αὐτῶν τὸ φῶς τῶν ἀσεβῶν. Καὶ δύναιτ' α ν μετασχηματιζόμενον εἰς α γγελον φωτὸς ψευδῶς καὶ μέχρι τοῦ ἀπατῆσαι η λιον ο ντα· Αραβες γὰρ δυσμαὶ καὶ ἑσπέρας ἑρμηνεύονται. μετὰ τούτων τῶν ̓Αράβων καὶ ἑτέρων πλειόνων μετάνοια προσφέρεται Σαβᾶ· μεταλαμβάνεται δὲ τὸ ο νομα εἰς τὸ ἐπιστροφή. ∆υνατὸν ἐκλαβεῖν προσκυνοῦντας αὐτὸν καὶ δῶρα προσφέροντας τοὺς διδασκάλους πάντων τῶν ἐθνῶν ἀποστόλους καὶ μαθητὰς καὶ τοὺς τούτων διαδόχους· προσφέρουσι γὰρ τοὺς κερδαινομένους ὑπ' αὐτῶν ἀνθρώπους δῶρα τῷ θεῷ. εἰ δὲ καὶ ε καστος τῶν πιστῶν δῶρα φέρει πράξεις ἐπαινετὰς καὶ ἀληθὲς φρόνημα, ὡς βασιλεῖς προσάγουσι τὰ οἰκεῖα δῶρα τῷ μόνῳ καὶ ἑνὶ παμβασιλεῖ. 757a Ps 71,14b Γράφεται δὲ καὶ ε ντιμον τὸ ο νομα αὐτοῦ ἐνώπιον αὐτῶν τοῦ τοσούτων κακῶν αὐτοὺς ἀπαλλάξαντος. 758 Ps 71,15b Μαθόντες οἱ α γιοι α νδρες ὡς οὐδεὶς τῶν γενητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατεχούσης κακοπραγίας, πάντων ἐκκλινάντων καὶ α μα ἀχρειωθέντων περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυναστοῦ καὶ σωτηρίας αἰωνίου αἰτίου ἐσομένου, συνεχῶς καὶ ἀδιαστάτως εὐχὴν τῷ πατρὶ ἀνέπεμπον, ὁτὲ μὲν λέγοντες ∆εῖξον ἡμῖν, κύριε, τὸ ε λεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν, ὁτὲ δὲ ̓Εξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. περὶ δὲ τῆς ἀποστολῆς αὐτοῦ καὶ ἐν ἀρχῇ τοῦ παρόντος 144 ψαλμοῦ προσηύχοντο λέγοντες ̔Ο θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. 759a Ps 71,15c ∆οξολογοῦσί τε αὐτὸν δι' ο λης ἡμέρας η τοι τοῦ ἐνεστῶτος αἰῶνος η τοῦ πεφωτισμένου βίου τῶν εὐλογούντων. 760a Ps 71,16a Ακρα τούτων τῶν ὀρέων αἱ ἐκβάσεις τῶν προαναφωνήσεών εἰσιν ἐφ' α φθάσας ὁ προφητευόμενος στήριγμα γέγονεν ἐν τῇ γῇ. 761 Ps 71,16bc Ου ς γὰρ ἐκαρποφόρησεν ̓Ιησοῦς διὰ τῆς ἐπιδημίας πιστοὺς ἀνθρώπους, καὶ πλῆθος καὶ μέγεθος πράξεων καὶ θεωρημάτων ε χουσιν· μαρτύριον δὲ τούτου τὸ ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. ου τω γοῦν πληθυνθέντος καὶ ὑπεραρθέντος τοῦ καρποῦ τοῦ στηρίγματος τῶν ο λων, ἐξανθήσουσιν ἐκ τῆς πόλεως τῆς ̔Ιερουσαλὴμ οἱ ἀπιστήσαντες τῷ σωτῆρι ̓Ιουδαῖοι ὡς ἐκ τῆς γῆς χόρτος, διὰ τὸ εὐμάραντον καὶ ταχὺ ἀποξηραίνεσθαι ου τως ὠνομασμένοι καὶ μάλα δικαίως. ἐπεὶ σὰρξ τῷ φρονήματι γεγόνασιν ἀπιστήσαντες τῷ σωτῆρι καὶ δόξαν παρ' ἀλλήλων λαμβάνοντες ἀλλὰ μὴ τὴν παρὰ θεοῦ μόνου διδομένην ζητοῦντες, ἐξανθήσουσιν οι α τῆς γῆς χόρτος· Πᾶσα γὰρ σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς α νθος χόρτου. οὐ γὰρ ἀνθήσειν ει πεν ἀλλ' ἐξανθήσειν. Ευ δὲ καὶ τὸ ̓Εκ πόλεως καὶ μὴ ἐν πόλει ἐξανθῆσαι οι α χόρτος τοὺς περὶ ω ν ὁ λόγος. ε ξω γὰρ τῆς πνευματικῆς πόλεως ̔Ιερουσαλὴμ βίῳ καὶ φρονήματι σπεύσαντες ει ναι ὡς ὁ εὐμάραντος καὶ ξηραινόμενος ταχὺ χόρτος ἐξηράνθησαν, τοῦ ε νδον ἐν τῇ πόλει μένοντος οὐδὲν τοιοῦτο πεισομένου· Οὐ σαλευθήσεται γὰρ εἰς τὸν αἰῶνα ὁ κατοικῶν ̔Ιερουσαλήμ. 762 Ps 71,17c–19a Αἱ εὐλογηθεῖσαι ἐν αὐτῷ φυλαὶ ου σαι τὰ ε θνη μακαρίζουσιν τὸν εὐλογήσαντα λέγουσαι Εὐλόγητος κύριος ὁ τοῦ διορατικοῦ γένους θεός, ο ς μόνος θαυμάσια πεποίηκεν ἐλευθερώσας ἡμᾶς ἀπὸ εἰδωλολατρείας καὶ δαιμόνων ἀλιτηρίων θεραπείας· θαυμάσιον γὰρ ἀληθῶς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.