Fragmenta in Psalmos · §u33-rem-mid

Unit 33 rem mid

Rem mid: Unit 33; lemma continues; reading with the letter.

Greek

ἀμνὸς τοῦ θεοῦ τέθυται, ι ν' αι ρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου λυθείσης τῆς ἁμαρτίας τῶν ἐπὶ γῆς, εἰρηνοποιεῖται τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, γινομένης χαρᾶς ἐν τοῖς οὐρανοῖς ε μπροσθεν ἀγγέλων ἐπὶ τοῖς μετανοοῦσιν ἀπὸ ἁμαρτίας. εἰ δὲ Μωυσῆς καὶ οἱ προφῆται σημαίνονται διὰ τῶν ὀρῶν καὶ βουνῶν, πρὸς τὸν λαὸν τὸν ἀπὸ ἐθνῶν ἀπιστεύσαντα εἰρήνην ἀναλαβέτωσαν εἰδότες ο τι αὐτοὶ περὶ τῆς κλήσεως ταύτης προανεφώνησαν. Ει τ' ἐπεὶ καὶ τῶν ἀρετὴν ἐχόντων οἱ μὲν μᾶλλον, οἱ δ' η ττον αὐτὴν ε χουσιν, τοὺς μᾶλλον ε χοντας ὡς ἐπὶ πλεῖον διαρθέντας πράξει καὶ γνώσει τῆς ἀληθείας ο ρη λεκτέον τῶν ὑποδεεστέρων χρηματιζόντων βουνῶν. 751 Ps 71,4 Εργον δὲ τοῦ λαβόντος τοῦ θεοῦ τὸ κρίμα καὶ τὴν δικαιοσύνην τὸ κρίνειν τοὺς πτωχοὺς τοῦ λαοῦ. Ου τοι δέ εἰσιν οἱ τῷ γράμματι καὶ τῇ σκιᾷ τοῦ νόμου ἐπανέχοντες, ἀεὶ πτωχοὶ ὠνομασμένοι τῷ μὴ ἐσχηκέναι τὸν κατὰ πνευματικὸν νόμον ὀξὺ βλέποντα πλοῦτον, ἐχόντων αὐτὸν τῶν ἀπὸ ̓Ιουδαίων πιστευσάντων ω ν εἰσι καὶ οἱ ἀπόστολοι. πρὸς τούτῳ καὶ σωτηρίαν φέρει ἐπὶ τοὺς υἱοὺς τῶν πενήτων· ου τοι δέ εἰσιν οἱ ἐξ εἰδωλολατρίας ἐπὶ τὴν πίστιν τοῦ ̓Ιησοῦ ἐληλυθότες, τῶν γεννησάντων αὐτοὺς κατὰ δεισιδαιμονίαν πενήτων ο ντων. διὸ οὐκ αὐτοὺς καταμείναντας ἐν τῇ πολυθέῳ πλάνῃ ἀλλὰ τοὺς υἱοὺς αὐτῶν μεταγνόντας σώσει. τούτων ῥυσθέντων καὶ σωθέντων πρὸς τοῦ κριτοῦ καὶ σῶσαι ἐληλυθότος ταπεινοῦται ὁ πάντας καταδυναστεύων ἐν συκοφαντίᾳ ὡς ὑπὸ πόδας τῶν ἁγίων συντριβῆναι. Πρὸς γὰρ τὸν δίκαιον ει ρηται Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, καὶ πρὸς α νδρα δὲ (πάντα δὲ συκοφάντην), εἰ λέγοιτο, ̓Αποστρέψει συκοφαντίας. 752 Ps 71,5 Ταὐτὸν τῷ Παραμενεῖ τῷ ἡλίῳ ο πρὸς αὐτὸν εἰρημένον Σὺ ει ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸ Πρὸ τῆς σελήνης γενεὰς γενεῶν ταὐτὸν τῷ Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. λέγεται τὸ Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ περὶ τῆς σαρκὸς η ς η νωσεν ἑαυτῷ τῆς ἐμψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ· συμπαραμένει γὰρ τῷ ἡλίῳ τῆς δικαιοσύνης διὰ τὴν ἀδιαίρετον ε νωσιν. ἀλλὰ καὶ πρὸ τῆς σελήνης τῆς ἀναλογίαν ἐχούσης πρὸς τὸν νοητὸν η λιον ὑπάρχει γενεὰ γενεῶν τῷ δι' αὐτοῦ καὶ ἐν αὐτῷ ἱδρῦσθαι τὴν ἐκκλησίαν συγκειμένην ἐκ πάντων τῶν γενεὰν ἐχόντων ἀνθρώπων. ου τοι γὰρ ἐκ γενεᾶς καὶ γενεᾶς κατὰ διαδοχὴν υ παρξιν ε χουσιν. παρίσταται ἐκ τοῦ Αισματος τῶν ᾀσμάτων ὡς σελήνη ἡ ἐκκλησία· χρηματίζει ου τως· Τίς αυ τη ἐκκύπτουσα ὡσεὶ ο ρθρος, καλὴ ὡς σελήνη ἐκλεκτή; 753a Ps 71,6 Ωσπερ ὁ ὑετὸς ἐπὶ τῆς γῆς ἐρχόμενος εὐκαρπίας αι τιος, ου τως ἡ ἐπιδημία τοῦ σωτῆρος πρὸς τοὺς ἀνθρώπους γενημάτων δικαιοσύνης ε νεκα γεγένηται. ῥητέον δὲ ὡς ὁ μὲν πόκος τὸν ̓Ισραὴλ σημαίνει, ἡ δὲ γῆ τὰ ε θνη δηλοῖ. ἐπεὶ πρότερον ἐπὶ πόκον κατῆλθεν, ει τ' ἐκεῖθεν ἐπὶ τὴν γῆν. ἀπειθήσαντος γὰρ τοῦ ̓Ισραὴλ ὡς μὴ δέξασθαι τὸν ἐληλυθότα, μετάβασις ἐπὶ τὴν γῆν τοῦ ὑετοῦ γέγονεν ὡς πάντας τοὺς ἐπ' αὐτῆς ἀνθρώπους ὑγραίνεσθαι, μᾶλλον δὲ ποτίζεσθαι ἐκ τῶν σταγόνων ἐπὶ τῷ ἀγαγεῖν καρποὺς πνευματικούς. 754 Ps 71,7 ̓Εν ταῖς ἡμέραις τοῦ 143 ἐπιδημήσαντος σωτῆρος ἀνατελεῖ οι α φῶς δικαιοσύνη πρακτικὴ ἀρετὴ ου σα καὶ σὺν αὐτῇ ἡ διὰ πίστεως ̓Ιησοῦ εἰς τοὺς ζῶντας εὐαγγελικῶς συνισταμένη καὶ ἡ κατάλληλος εἰρήνη πλῆθος ε χουσα πολὺ ὡς παρατείνεσθαι μέχρι τῆς συντελείας τοῦ κόσμου. τοῦτο γὰρ σημαίνει ἡ τῆς σελήνης ἀνταναίρεσις. 755 Ps 71,7b ̓Ελέγομεν τὴν σελήνην τὴν ἐκκλησίαν δηλοῦν. ἡ γὰρ σελήνη νόθον ἐξ ἡλίου δέχεται φῶς καὶ οὐχὶ οι κοθεν ε χει, ὡς ἡ ἐκκλησία ο σον ἐστὶν ἐπὶ γῆς ἐκ μέρους γινώσκει καὶ οὐ γνησίως ο λη πεφώτισται λήγουσα ποτὲ ἐσομένη κατὰ τὸν η λιον ο τε τὸ τέλειον ... ...λήγουσα οὐχ ο λη γνησίως πεφώτισται σχήσεως, τότε τοῦτο γενομένη κατὰ τὸν η λιον, ο ταν τὸ τέλειον καὶ πρόσωπον πρὸς πρόσωπον ε λθῃ. ῳ γὰρ λόγῳ καταργεῖται τὸ ἐκ μέρους γινώσκειν, ἐνστήσει τῆς ἀνυπερβλήτου γνώσεως. ου τως ἀναιρεθήσεται ἡ σεληνιακὴ κατάστασις τῆς ἐκκλησίας κατὰ τὸν η λιον τῆς δικαιοσύνης ἐσομένης, ἐκλαμψάντων ὡς ὁ η λιος τῶν συμπληρούντων τὴν ἐκκλησίαν δικαίων ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἑαυτῶν. κατα...... ἐν τῷ Αισματι τῶν ᾀσμάτων ἡ τελειότης τῆς νύμφης· ἡ ἐκκλησία δ' αὐτὴ μετὰ πολλὴν προκοπὴν κατὰ τὸν η λιον ε σται. Τίς γὰρ αυ τη, φησίν, ἡ ἐκκύπτουσα ὡσεὶ ο ρθρος, ἀρχὴν φωτισμοῦ ε χουσα μεθ' η ν ἀρχὴν ὡς σελήνη πλησιφαὴς ἐσομένη; αυ τη γὰρ ἡ ἐκλ... * μεθ' ο ὡς η λιος θάμβος ε σται. 756 Ps 71,9–11a Νοήσεις ου τως· τῶν ἀπὸ ἐθνῶν Αἰθιόπων

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.