Fragmenta in Psalmos Unit 34 opening
Unit 34.
Lemma-led open — ε καστον τῶν ὑπὲρ τῆς κλήσεως τῶν ἐθνῶν γεγονός. Προσκείμενον δὲ τὸ Μόνος μὴ ταραττέτω σε·
Greek
ε καστον τῶν ὑπὲρ τῆς κλήσεως τῶν ἐθνῶν γεγονός. Προσκείμενον δὲ τὸ Μόνος μὴ ταραττέτω σε· οὐ γὰρ ἐναντιοῦται τῷ Οὐ δύναται ποιεῖν ὁ υἱὸς οὐδέν, ἐὰν μὴ βλέπῃ τὸν πατέρα ποιοῦντα· α γὰρ α ν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. τὸ γὰρ Μόνος καὶ ο σα τοιαῦτα ἐπὶ θεότητος λαμβανόμενα δηλοῖ πατέρα καὶ υἱόν, ὡς ἐκ τοῦ προφήτου παρίσταται· ε νθα ει ρηται πρὸς τὸν πατέρα Καὶ οἱ Σαβαεῖν α νδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται, ο τι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ε στι θεὸς πλὴν σοῦ· σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃ δειμεν, θεὸς τοῦ ̓Ισραὴλ σωτήρ. Τίς δὲ ἡ δόξα η ς τὸ ο νομα εὐλογεῖται η η ν κατώρθωσεν ἐπιδημήσας ἐπιδόξους καὶ ἐπιτιμίους ποιήσας ἐξ ἀτίμων καὶ ἀδόξων τοὺς μετανοήσαντας ἀνθρώπους; δυνατὸν δόξαν αὐτοῦ φάναι καὶ ο ν ἀνεδέξατο ἀοίδιμον θάνατον ὑπὲρ τῆς τῶν ο λων σωτηρίας· τὸ γὰρ ̓Ιησοῦς οὐδέπω ἐδοξάσθη, καὶ τὸ Τὸν ἠλαττωμένον βλέπομεν ̓Ιησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον *** Εἰ δὲ κἀκείνη δόξα αὐτοῦ ἐστιν η ς εὐλογεῖται τὸ ο νομα αὐτοῦ εἰς τὸν αἰῶνα περὶ η ς γράφει Παῦλος Οὐκ α ξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, ἐπίστησον. μάλιστα γὰρ ταύτην καὶ τὴν περὶ αὐτῆς ἀπαγγελίαν εἰς ἀεὶ ὑμνούμενον εὑρίσκομεν, Πέτρου φήσαντος· τάδε λέγει ὁ μάρτυς τῶν αὐτοῦ παθημάτων Καὶ ὁ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός. 763a Ps 72,1.2 Καὶ ὁ ̓Ισραὴλ δὲ ὁρῶν τὸν θεὸν ἑρμηνεύεται. διὸ καὶ νοοῦντες ο ν ὁρῶσιν ι σασιν ο τι ἀγαθός ἐστιν. κα ν τι γοῦν σκυθρωπόν τε καὶ ἀηδὲς τοῖς ἀνθρώποις παρέχει, ι σασιν ὡς συμφερόντως καὶ πρὸς σωτηρίαν ποιεῖ τοῦτο, καὶ οὐ σαλεύονται τὰ διαβήματα α η σαν διαβεβηκότες καὶ προκόψαντες. 764 Ps 72,6b–9 ̓Επεὶ μὴ μόνῃ πρακτικῇ κακίᾳ ἀλλὰ καὶ ἀσεβείᾳ ἐνέχονται οἱ περὶ ω ν ὁ λόγος, ἀκολούθως περιβέβληνται ἀδικίαν καὶ τὴν καθ' ο λου ἠθικὴν κακίαν καὶ σὺν ταύτῃ ἀσέβειαν ἀσεβῶς περὶ πάντων τῶν δογμάτων φρονοῦντες. ευ δὲ καὶ τὸ εἰπεῖν 145 ἐξελεύσεσθαι τὴν ἀδικίαν αὐτῶν ὡς ἐκ στέατος, τότε ἐξερχομένης ο ταν πρακτικῶς ἐπιτελῆται μηκέτι ἐν μόνοις τοῖς λογισμοῖς μένουσα. ∆ιήλθοσαν εἰς διάθεσιν καρδίας. κατὰ κακίαν πρότερον διαθέντες, οὐ μόνοις ἑαυτοῖς ε στησαν τὸ κακὸν καὶ α λλοις βλαπτικοὶ ποθοῦντες ει ναι· ο θεν μετὰ τὸ διελθεῖν εἰς διάθεσιν κακίας διανοηθέντες ἐν πονηρίᾳ ἐλάλησαν ἀπατηλῶς ὡς ἀγαθά. ̓Επήρθησαν, φησίν, ὡς καὶ κατὰ θεοῦ λαλεῖν α δικα καὶ τὴν δημιουργίαν αὐτοῦ καὶ τὴν πρόνοιαν διαβάλλειν, ὁποῖοί τινές εἰσιν οι τῇ φορᾷ τῶν ἀστέρων ἀνατιθέντες τὰ προαιρέσει γινόμενα, οι καὶ θεοποιοῦντες τὰ α στρα καὶ τὴν κτίσιν παρὰ τὸν κτίσαντα εἰς οὐρανὸν ε θεντο τὸ στόμα αὐτῶν. κατεσπάσθησαν, μᾶλλον κατερίφθησαν ὡς τὴν γλώτταν αὐτῶν η ν κατὰ τοῦ ὑψίστου ἠκόνησαν διελθεῖν ἐπὶ τῆς γῆς, ὡς πάντας τοὺς ἀκούοντας εἰδέναι ο τι ματαίως καὶ ἀσεβῶς κατὰ τοῦ θεοῦ καὶ τῆς προνοίας αὐτοῦ φιλοσοφοῦσιν. 765a Ps 72,10 Τῶν ἀσεβῶν ὑπερήφανα λελαληκότων, ὁ τοῦ θεοῦ λαὸς ἀφορμὴν ευ ρεν ἐπιστροφῆς, φωτεινῶν ἐθέλων ἀπολαύσασθαι θεωριῶν α ς ἡμέρας ὁ λόγος καλεῖ. τὸ δὲ ̓Ενταῦθα ε νθα ὁ λέγων τοῦτο θεὸς ὁποῖον τὸ λεχθὲν Μωυσῇ Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. 766 Ps 72,11–13 Οἱ ἐκβάλλειν θέλοντες τὴν πρόνοιαν καὶ ἀδικίαν εἰς τὸ υ ψος λαλήσαντες τοιούτους προφέρουσι λόγους· πῶς γνῶναι θεὸν δυνατὸν τὰ ἀνθρώπινα; μὴ γὰρ αἰσθητικὴν ε χει ὀργανικὴν δύναμιν; μὴ γὰρ τύπους τῶν ὁρωμένων καὶ ἀκουομένων δέχεται ἡ νόησις αὐτοῦ, ι να καὶ γνοὺς * διάθηται προνοητικῶς α μα καὶ βασιλικῶς α γων αὐτὰ ῃ βούλεται; εἰπόντες δὲ πρότερον Πῶς γνώσεται ὁ θεός; ὁμολογοῦσι γινώσκειν * τὸν θεόν, ἀγνοοῦσι δὲ τὸν τρόπον τῆς γνώσεως. μετὰ ταῦτα δὲ καὶ ἀγνοεῖν αὐτὸν λέγουσιν εἰπόντες Εἰ ε στι γνῶσις ἐν τῷ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.