Fragmenta in Psalmos · §u34-rem-early

Unit 34 rem early

Rem early: Unit 34; lemma and argument toward the thesis.

Greek

ὑψίστῳ; πεπλάνηνται δὲ νομίζοντες αὐτὸν ε χειν διάθεσιν τὴν κατὰ ποιότητα. πατὴρ γὰρ σοφίας καὶ ἀληθείας καὶ θείας ἐπιστήμης ἐστίν. ει ρηται γοῦν Θεὸς γνώσεων κύριος, καὶ ̔Ο διδάσκων α νθρωπον γνῶσιν, καὶ Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων. καὶ πῶς ω ν καὶ διδάσκει καὶ δίδωσι λείπεται, νεμεσητικοῦ δὲ πάθους τὸ θέλειν ε καστον τῶν πρὸς ἀξίαν τυγχάνειν, τοῦ ἀληθῶς σοφοῦ τὴν εὐπραγίαν η δυσπραγίαν οὐκ ἐν ἡδέσιν η λυπηροῖς τιθεμένου, ἀλλὰ τὴν μὲν ἐν ἀρετῆς κτήσει καὶ εὐσεβείας, τὴν δὲ τῇ τούτων στερήσει; ἐπεὶ τοίνυν ἑκατέροις συμβαίνει ἀηδῆ τε καὶ λυπηρά, οὐκέτι ὡς εὐσεβέσιν η ἁμαρτωλοῖς τοῖς μὲν ταῦτα, τοῖς δὲ ἐκεῖνα συμβαίνει. ο περ διὰ τοῦ προκειμένου κατασκευάζεται, ὡς α ν μετὰ τὸ λεχθῆναι τὰ ταράττοντα λύσις εὐσεβὴς ἐπενεχθῇ, τοιοῦτον ἐν τῷ Μαλαχίᾳ φησὶν ὁ θεός· ̓Εβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν καὶ ει πατε ̓Εν τίνι κατελαλήσαμέν σου; καὶ ει πατε Μάταιος ὁ δουλεύων θεῷ· καὶ ἰδοὺ μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες α νομα, ἀντέστησαν θεῷ καὶ ἐσώθησαν, οὐδὲν ἡμῶν πλέον ἐχόντων τῶν δουλευόντων αὐτῷ, καίτοι ἱκέται προπορευόμενοι τοῦ προσώπου αὐτοῦ. πρὸς δὲ τοὺς ταῦτα λέγοντας ἐπάγει μεθ' ε τερα Ει πατε Πᾶς ποιῶν πονηρά, καλὸν ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν. 767 Ps 72,14 ...περὶ τῆς μελλούσης αἰῶνος ὡς κολασθήσονται α νομοι καὶ ἀσεβεῖς, τῶν δικαίων ἐπαγγελίας θείας ληψομένων. ∆υνατὸν ἐκλαβεῖν Καὶ ἐγενήθην μεμαστιγωμένος ο λην τὴν ἡμέραν νοήσει τοιαύτῃ· εἰρηκὼς Αρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ τὰ ἑξῆς, γνοὺς ὡς οὐκ ε δει ταραχθέντα τοῦτ' εἰπεῖν, ἐμαστίχθην ὑπὸ τοῦ τῆς εὐσεβείας λογισμοῦ ο λην τὴν ἡμέραν ἐλεγχόμενος καὶ ἐπιτιμώμενος ὑπ' αὐτοῦ. 768 Ps 72,19b Συνᾴδει τῷ προκειμένῳ καὶ τὸ Ει δον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβανοῦ καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ η ν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. 769a Ps 72,20b.21a Τὴν εἰκόνα γὰρ τοῦ χοϊκοῦ ἐξουδένωσεν ὁ θεὸς οὐκ ἐῶν εἰσελθεῖν εἰς τὴν ἐπουράνιον πόλιν· τοῦτο γὰρ τῶν ἐχόντων τὴν εἰκόνα τοῦ ἐπουρανίου. γράφεται δὲ καὶ ο τι Ηὐφράνθη ἡ καρδία μου, παυσαμένη δηλονότι τῆς ἐπὶ τῷ μὴ νομίζειν πρόνοιαν ταραχῆς καὶ 146 μεταβάλλουσα πρὸς θάτερα. 770 Ps 72,22b.23a Καλῶς τὸ Κτηνώδης ἐγενόμην παρὰ σοί. ὡς γὰρ πρὸς τὸν πατέρα τῆς σοφίας καὶ θεὸν τῆς γνώσεως πάντες οἱ γενητοὶ ἀγνοοῦντές εἰσιν, κατὰ τὸ εἰρημένον ὑπὸ Μωυσέως, ο τε ει δεν τὸν θεὸν λόγον, ̓Εγὼ α λογός εἰμι· πῶς γὰρ οὐ συγκρίσει λόγου καὶ ὁ λογιώτατος α λογος εὑρίσκετο; ταύτῃ ει ρηται πάλιν ὑπ' αὐτοῦ Μωυσέως Οὐ εἰμι ἱκανὸς πρὸ τῆς χθὲς καὶ τρίτης ἀφ' ου η ρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. οὐ γὰρ ἁπλῶς ει πεν ἰσχνόφωνον καὶ βραδύγλωσσον καὶ τὸ μὴ ἱκανὸν ει ναι ἑαυτῷ πρὶν ** λόγιος γὰρ ** ἀλλὰ μετὰ ** τοῦ ̓Αφ' ου η ρξω λαλεῖν τῷ θεράποντί σου *** Ταύτῃ καὶ ὁ ̓Αβραὰμ πρὸς τὸν κτίστην ει πεν ̓Επεὶ ἠρξάμην λαλεῖν πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός, ο περ ἠγνόει πρὶν λαλῆσαι θεῷ Παρίσταται δὲ διὰ τοῦ ̓Εγενήθην, ὡς οὐδ' ἁμαρτίαν ἐταράττετο ἐπὶ τοῖς ἀνθρώποις, ἀλλ' ο τι οὐχ ου τως αὐτὰ θεωρεῖ ὡς ἐπιφέρων αὐτὰ τῇ αὐτοῦ σοφῇ προνοίᾳ. οὐ τοῦ τυχόντος δ' ε στι τὸ εἰπεῖν ̓Εγὼ διαπαντὸς μετὰ σοῦ, η μόνου τοῦ τεταγμένως καὶ ὁμαλῶς ἀρετὴν καὶ εὐσέβειαν ε χοντος τοῦ ἐκ διαστημάτων κατορθοῦντος. 771 Ps 72,27.28 ̓Επεὶ μὴ ἐν τόπῳ ὁ θεὸς, τοπικῶς οὐδεὶς αὐτοῦ διίσταται, ἀλλὰ σχέσει καὶ διαθέσει τοῦ ἀδίκου καὶ πονηροῦ μακρὰν νοουμένου τοῦ δικαίου καὶ ἀγαθοῦ καὶ πάντων αἰτίου· καὶ ἐπεὶ τὸ ἐγγίζειν αὐτῷ ἀρετῆς ἀναλήψει σῴζει τὸν πλησιάζοντα, τὸ ἀφίστασθαι αὐτοῦ τῷ κακίαν καὶ ἀσεβείαν ἐσχηκέναι ἀπώλειαν φέρει. ταὐτὸν τὸ μακρύνεσθαι θεοῦ τῷ ἁμαρτάνειν. εἰκότως ου ν ει ρηται ο τι ̓Ιδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπολοῦνται, οὐχ οἱ μακρύναντες τῷ μὴ τοὺς ἡμαρτηκότας ἀπόλλυσθαι τῷ ἁμαρτάνειν τέλος ἐπιβάλλοντας διὰ μετανοίας. ταύτῃ καὶ ̔Ο ποιῶν ἀλλ' οὐχ ὁ ποιήσας τὴν ἁμαρτίαν δοῦλός ἐστιν αὐτῆς. Πολλῶν κινησάντων μακροὺς καὶ πλείονας λόγους περὶ τῆς τοῦ ἀγαθοῦ οὐσίας, διὰ βραχυλογίας ὁ σοφὸς παρέστησεν αὐτοῦ τὴν υ παρξιν, εἰπὼν κυρίως ἀγαθὸν ει ναι τὸ προσκολλᾶσθαι τῷ θεῷ καὶ ἐπ' αὐτῷ τίθεσθαι τὴν ἐλπίδα. ει ρηται δὲ η δη ὡς ἀρεταὶ καὶ εἰς τὴν τελειότητα εἰσαγωγαὶ αἱ πύλαι τῆς Σιών εἰσιν, θυγάτηρ δὲ Σιὼν πᾶσα γινομένη ἡ γενηθεῖσα κατ' αὐτὴν καὶ πρὸς αὐτῇ ψυχὴ χρηματίζουσα. 772a Ps 73,1b Πυνθάνεται τίς ἡ αἰτία τοῦ ὑποπεσεῖν τοῖς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.