Unit 34 rem close
Rem CLOSEOUT: Unit 34 CLOSEOUT.
Greek
πεπληρῶσθαι δὲ οι κων ἀνομιῶν ῥητέον τοὺς ἐσκοτισμένους ἐν τῇ γῇ· ου τοι γὰρ ἐν τῇ γῇ προσπελάζουσι· διὸ ε χουσι σκῆνος γήϊνον βίον, πολυφρόντιδα νοῦν σκοτισθέντες δι' α γνοιαν. 778a Ps 74,1.2 Εἰ τὸ φθεῖραι καὶ διαφθεῖραι πολλαχοῦ παρὰ τῇ θείᾳ γραφῇ τὸ ἁμαρτάνειν ἐστίν, ἀφθαρσία καὶ τὸ ε χειν αὐτὴν ἀρετὴν σημαίνει· ̔Η χάρις γάρ φησι μετὰ τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν ̓Ιησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. καὶ ἐπεὶ τὸν ἀρξάμενον ε ργου ἀγαθοῦ ἐπιτελέσαι αὐτὸ δεῖ τουτέστιν ἀγαγεῖν αὐτὸ εἰς πέρας, Εἰς τὸ τέλος μὴ διαφθείρῃς ει ρηται, μέχρι τέλους φεύγων τὴν φθοράν, ι να μὴ μείνῃ τις ἐν αὐτῇ ἀλλ' ἐν ἀφθαρσίᾳ μείνῃ. μέγα δὲ τοῦτο τὸ κατόρθωμα, ο θεν Ψαλμὸς ᾠδῆς ἐπὶ τῇ συμπληρώσει αὐτοῦ ἀναπέμπεται. Εἰς τὸ τέλος φθάσαντες τοῦ μὴ διαφθεῖραι, κατωρθωμένης ἀφθαρσίας, εὐχαρίστως ἐξομολογησόμεθά σοι, θεέ, ὡς αἰτίῳ τῶν ὑπαρξάντων καὶ κατορθουμένων ἀγαθῶν· σὺν σοὶ γὰρ καὶ ἐκ σοῦ βεβαιοῦται ταῦτα. καὶ ἐπὶ τοῖς κατορθωθεῖσιν ἀγαθοῖς προσλαβεῖν καὶ ε τερα βουλόμεθα· ου πω γάρ 148 ἐσμεν τέλειοι· ἐξομολογησόμεθα μὲν περὶ τῶν ὑπαρξάντων, ἐπικαλεσόμεθα δὲ τὴν προσηγορίαν σου ὑπὲρ τοῦ α λλα λαβεῖν. ̓Εὰν δὲ ω σι τέλειοι οἱ ἐξομολογούμενοι καὶ ἐπικαλούμενοι, ἐξομολογοῦνται ὑπὲρ ω ν πλήρη εἰλήφασιν ἐπικαλούμενοι ὑπὲρ φυλακῆς αὐτῶν, ο πως παραμένῃ αὐτοῖς μέχρι τέλους τὰ δοθέντα παρὰ τοῦ οὐρανίου πατρὸς τοῖς αἰτήσασιν αὐτόν. 779a Ps 74,4b Καὶ ∆ίδυμος δὲ ὁμοίως τούτοις ἐξηγήσατο. 780a Ps 74,4.5a Τὸ κατοικεῖν τὴν γῆν ὡς ἐπίπαν ἀντὶ ψόγου λαμβάνεται ω σπερ τὸ παροικεῖν ἐπὶ ἐπαίνου· Οὐαὶ γάρ φησιν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ̓Απὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. φαύλου τοιγαροῦν ο ντος τοῦ κατοικεῖν τὴν γῆν, παχύνεσθαι συμβαίνει ἐκ τοῦ φρονεῖν τὰ ἐπὶ γῆς καὶ ποιεῖν τὰ κατηριθμημένα τῆς σαρκὸς ε ργα καὶ τὸ ὑποκεῖσθαι τῷ φρονήματι αὐτῆς τυγχάνοντι ε χθρᾳ εἰς θεὸν διὰ τὸ κατοικεῖν τὴν γῆν. ταύτην τὴν ἐκ κακίας προσγενομένην παχύτητα καθ' η ν ἐπαχύνθη ἡ καρδία τοῦ ἐγκαλουμένου λαοῦ ἐκτήκει ἡ διάπυρος τοῦ σωτῆρος διδασκαλία, περὶ η ς ει πεν ο τι Πῦρ η λθον βαλεῖν ἐπὶ τὴν γῆν. καὶ ἐπεὶ μὴ μόνον ἐκ τοῦ τήκοντος ἀναλωθῆναι δεῖ τὴν κακίαν ἀλλὰ καὶ ἐκ προαιρέσεως τῶν ἐνεχομένων, προστάττεται πνεύματι πράξεις τοῦ σώματος θανατοῦν καὶ πνεύματι περιπατεῖν, ι να Σαρκὸς ἐπιθυμίαν μὴ τελέσητε. Στύλους δὲ αὐτῆς τῆς τακείσης γῆς τοὺς ευ τονον καὶ φρόνημα ἀληθὲς ε χοντας λέγει η τοὺς κήρυκας τῆς ἀληθείας, ου ς στερεοῖ ὁ ἐν τάξει τῇδε ου σῃ ἱδρύων αὐτοὺς ἐν τῷ οι κῳ τοῦ θεοῦ σωτήρ. 781a Ps 74,4.5a Στερεώσας τῆς ἐκκλησίας τοὺς στύλους τοῖς λοιποῖς παρῄνεσα μὴ παρανομεῖν. λέγοιτο δ' α ν πρὸς τὸ καταστασιάσαν τάγμα καὶ κατεπαρθὲν τοῦ Χριστοῦ, δι' ου ς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. πλὴν καὶ τοῖς καθ' ο λης οἰκουμένης ε θνεσι διὰ τῶν ἀποστόλων ἐμαρτύρατο μὴ παρανομεῖν μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ θεοῦ τῇ πολυθέῳ προσέχοντας πλάνῃ. Ανωθεν δὲ τὸ κατοικεῖν τὴν γῆν ὡς ἐπίπαν ἐπὶ ψόγου λαμβάνεται ὡς ἐν ἐπαίνῳ τὸ παροικεῖν. Οὐαὶ γάρ φησιν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ̓Απὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. παχύνεται γὰρ ὁ φρονῶν τὰ ἐπὶ τῆς γῆς καὶ ποιῶν τὰ τῆς σαρκὸς ε ργα η ς τὸ φρόνημα ε χθρα εἰς θεὸν διὰ τὸ κατοικεῖν τὴν γῆν, κατὰ τὸ ̓Επαχύνθη ἐπλατύνθη ἐλιπάνθη· ὁποῖοι η σαν οἱ τὸ στέαρ αὐτῶν συγκλείσαντες ἐν τῇ γῇ καὶ περὶ ω ν ει ρηται ̓Εξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Τὴν δὲ τοιαύτην ἐκ κακίας παχύτητα ἐκτήκει ἡ διάπυρος τοῦ σωτῆρος διδασκαλία εἰπόντος Πῦρ η λθον βαλεῖν ἐπὶ τῆς γῆς. ἀλλ' ἐπεὶ καὶ ἐκ προαιρέσεως ἀναλωθῆναι δεῖ τὴν κακίαν καὶ οὐκ ἐκ μόνου τοῦ τήκοντος, προσταττόμεθα τὰς πράξεις τοῦ σώματος θανατοῦν καὶ πνεύματι περιπατεῖν, ι να σαρκὸς ἐπιθυμίαν μὴ τελέσωμεν. Στερεοῖ δὲ τῆς γῆς τῆς τακείσης τοὺς στύλους τοὺς ευ τονον βίον καὶ ἀληθὲς ε χοντας φρόνημα, μᾶλλον δὲ τῆς ἀληθείας τοὺς κήρυκας περὶ ω ν ει ρηται Στῦλοι οὐρανοῦ ἐπετάσθησαν, πτερωθέντες πτεροῖς οὐρανίοις ὡς λέγεσθαι περὶ αὐτῶν Οι ος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. γέγραπται δὲ καὶ περὶ πάσης τῆς ἐνδόξου ἐκκλησίας η ς παρέστησε Χριστὸς ἑαυτῷ Στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. πάντας ου ν τοὺς στύλους τούτους στερεοῖ ὁ ἐν τάξει τῇδε ου σῃ ἱδρύων αὐτοὺς ἐν τῷ οι κῳ τοῦ θεοῦ σωτὴρ λέγων Τὸν οι κον τὸν α γιόν μου θεμελιώσω. 782a Ps 74,7b Ερημον
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.