Fragmenta in Psalmos · §u34-rem-mid

Unit 34 rem mid

Rem mid: Unit 34; lemma continues; reading with the letter.

Greek

περιεστηκόσι, ι να κωλύσαντες αὐτὴν συναπερχόμενα σχῶσι καὶ τὰ αὐτῆς ε νεκα παρόντα. ̓Απωθεῖται ὁ θεὸς τὸν ἁμαρτάνοντα, ἐκείνου πρότερον ἀποσχοινίσαντος ἑαυτόν· Τὸν γὰρ ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλλω ε ξω, ει πεν ὁ κύριος. 773a Ps 73,1c ̓Οργὴν τοῦ θεοῦ καὶ θυμὸν μὴ καθ' ἡμᾶς νόμιζε· α παγε τῆς ἀτοπίας. περὶ γὰρ τὸν θεὸν οὐδὲν πάθος ἀνθρώπινον ἀλλὰ τὴν ὑπερβάλλουσαν ἀποστροφὴν διὰ τῶν εἰρημένων αἰνίττεται λέξεων η ν ὑπομένειν φησὶ πρόβατα νομῆς αὐτοῦ. νομὴ δὲ τοῦ θεοῦ τὰ λόγια τοῦ πνεύματος, νόμος οι ον καὶ προφῆται, ἐν οι ς καθάπερ ποιμὴν πρόβατα τοὺς δικαίους νέμει. 774a Ps 73,13.14 Πρὸς θεωρίαν ἀνηγμένην θάλασσα πᾶς ὁ τῶν ἀνθρώπων βίος λαμβάνεται. τοῦτον ἐν τῇ δυνάμει ἑαυτοῦ ὁ θεὸς ἐκραταίωσεν ὡς ἐκ πλείονος χειμῶνος καὶ σφοδροτάτης ζάλης εἰς εὐδίαν καὶ γαλήνην ἀγαγεῖν, ι ν' οἱ πατοῦντες αὐτὴν ὡς διὰ ξηρᾶς βαδίζωσι κατὰ τὰ λεχθέντα ̔Ο μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν. πλειόνων ου ν δρακόντων πολλὰς κεφαλὰς ἀλλὰ καὶ ἑνὸς πολλὰς κεφαλὰς συνέθλασεν ἐπὶ τοῦ υ δατος ὁ σωτήρ, υ δατος νοουμένου τῆς κακίας η τῶν ἀστάτων καὶ τεταραγμένων πραγμάτων τοῦ βίου. ἐν τῷ τοιούτῳ γὰρ υ δατι ἐνεργοῦσι βλαπτικῶς οἱ δράκοντες, καὶ ὁ τούτων ὑπερέχων ει ς περὶ ου γέγραπται ὡς βασιλεὺς ει η πάντων τῶν ἐν τοῖς υ δασι καὶ ὡς ἐν θαλάσσῃ διατρίβει. Αυ τη γὰρ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· δεικνὺς τὴν ταραχὴν τῶν πραγμάτων καὶ τὴν κακίαν λέγει ̓Εν ταύτῃ ζῷα μικρὰ μετὰ μεγάλων ἐννήχεται καὶ διαπορεύεται πλοῖα ἐπὶ τῷ ἐμπαίζειν τῷ ἐν αὐτῇ δράκοντι εἰς τοῦτο πεπλασμένῳ. Πλείονες ου ν δράκοντες ω ν συντρίβονται αἱ κεφαλαὶ οἱ 147 α ρχοντές εἰσι τοῦ αἰῶνος τούτου οἱ ἐπαγγελλόμενοι σοφίαν καὶ σὺν αὐτοῖς ἀρχαὶ καὶ ἐξουσίαι κοσμοκράτορες τοῦ κόσμου τούτου καὶ προσέτι πνευματικὰ πονηρίας καὶ πᾶς ὁ τῶν δαιμόνων καὶ ἀντικειμένων δυνάμεων ο χλος, κεφαλαὶ δὲ τούτων τῶν δρακόντων μαντεῖαι γοητεῖαι οἰωνισμοὶ καὶ ο σα συντελεῖ πρὸς εἰδωλολατρίαν ἀλλὰ καὶ ψευδοδοξίαι καὶ πράξεις ἐναγεῖς. μόνου τοῦ σωτῆρος ε ργον συντρίβειν τῶν εἰρημένων δρακόντων τὰς κεφαλάς. οὐκ α λλοθεν ἀλλ' ε νθα ἰσχύειν ἐδόκουν. Ει τ' ἐπεὶ μὴ μόνας τὰς κεφαλὰς τοῦ δράκοντος συνέθλασεν ἀλλὰ καὶ ο λον αὐτὸν ἐνέκρωσεν, βρῶμα τοῦτον παρέσχεν λαοῖς τοῖς Αἰθίοψιν. οὐ γὰρ α λλους ε δει ἐμφορεῖσθαι τῶν σαρκῶν καὶ μερῶν αὐτοῦ η τοὺς λαοὺς τῶν Αἰθιόπων δι' α γνοιαν σκότους καὶ νυκτὸς ο ντας υἱούς. ὡς γὰρ τὰς ̓Ιησοῦ σάρκας τροφὴν ἀληθινὴν ου σαν τρέφονται πάντες οἱ τοῦ φωτὸς υἱοὶ ὡς ἐξ αὐτῆς τῆς χρήσεως τῆς βρώσεως φωτιζομένους ὑπὲρ χιόνα λευκαίνεσθαι, ου τω τὰ τέκνα τοῦ σκότους Αἰθίοπες κατὰ τὸν ε σω α νθρωπον ο ντα τραφήσονται τὰς σάρκας τὰς δρακοντείους (τὰ κακίας καὶ ψευδοδοξίας ει δη), ο ταν παραδοθῶσι ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν καὶ προσέτι εἰς πάθη ἀτιμίας καὶ ἀδόκιμον νοῦν. 775a Ps 73,17b Ηρξατο ἀπὸ τοῦ ε αρος τῆς ἐξαριθμήσεως πρὸς δήλωσιν τοῦ ἀπὸ ε αρος α ρχεσθαι τὸν ἐνιαυτόν, ἀρχομένου τοῦ μηνὸς τῶν νέων ἀπὸ ἐαρινῆς ἰσημερίας, ο ν μηνῶν ἀρχὴν καὶ πρῶτον ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ ἀπήγγειλε Μωυσῆς. 776a Ps 73,18 ̓Εχθρὸς ὀνειδίζων τὸν κύριον ὁ διάβολος, α φρων δὲ λαὸς ὁ τῶν α λλων ἀοράτων καὶ πονηρῶν δυνάμεων ο χλος. 777a Ps 73,18–21 ̓Ωνείδισε τὸν σωτῆρα Χριστὸν ἐχθρὸς Καϊαφᾶς ὁ ἀρχιερεύς, παρώξυνε δὲ τὸ ο νομα αὐτοῦ λαὸς α φρων ὁ τῶν ̓Ιουδαίων κεκραγὼς Αρον α ρον σταύρωσον αὐτόν. Οὐκ ἀληθὲς τὸ προκείμενον αἰσθητῶν θηρίων λαμβανομένων. πολλοὶ γὰρ τέλειοι α νδρες, μάρτυρες τῆς ἀληθείας, ἐβρώθησαν ὑπὸ θηρίων. λεκτέον τοίνυν ὡς οὐ παραδοθήσεται ψυχὴ ἐξομολογουμένη θηρσὶν ἐκείνοις, περὶ ω ν γέγραπται Πρόβατον πλανώμενον ̓Ισραήλ· λέοντες ἐξῶσαν αὐτόν. τούτων τῶν λεόντων τὰς μύλας συνέθλασεν ὁ κύριος. ει ς τούτων ὁ Σατανᾶς ἐστιν, ὡς Πέτρος ὁ ἀπόστολος γράφει ̔Ο ἀντίδικος ὑμῶν διάβολος περιπατεῖ ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ. Πένητες δὲ τοῦ θεοῦ ει ναι δύνανται οἱ αὐτοῦ ε νεκα ἀπεσχημένοι πλούτου κατὰ τοὺς εἰπόντας ̓Ιδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, ἑτέρως πενήτων αὐτοῦ τυγχανόντων τῶν ἐν ψευδοδοξίᾳ κακίας πλοῦτον ἀποβαλόντων. εἰ δὲ αὐτοὶ τοῖς πτωχοῖς τῷ πνεύματι τυγχάνουσιν οἱ ὀνομαζόμενοι νῦν θεοῦ πένητες, ἐπίσκεψαι. Μετὰ ταῦτα παρακαλεῖ τὸν θεὸν ἐπιβλέψαι τὴν διαθήκην η ν διέθετο τοῖς ἀμφὶ τὸν ̓Αβραὰμ πατράσιν, ι να μὴ τέλεον τοὺς ἀπὸ τοῦ σπέρματος αὐτοῦ ἐγκαταλείψῃ·

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.