Fragmenta in Psalmos · §u35-open

Fragmenta in Psalmos Unit 35 opening

Unit 35.

Lemma-led open — δέ φησιν ἀρετῆς καὶ εὐσεβείας. σημεῖον δὲ τῆς πονηρίας αὐτῶν τὸ διὰ θυσιῶν αὐτοὺς ἀποτροπι

Greek

δέ φησιν ἀρετῆς καὶ εὐσεβείας. σημεῖον δὲ τῆς πονηρίας αὐτῶν τὸ διὰ θυσιῶν αὐτοὺς ἀποτροπιάζεσθαι ὡς διαβλάπτοντας, εἰ μὴ λοιβὴν καὶ καπνὸν καὶ κνῖσαν λάβοιεν· ἀλλ' οἱ εὐσεβεῖς θεὸν εἰδότες τοῦ φρονεῖν εἱμαρμένην καὶ γοητείαν ἐλεύθεροι. 783a Ps 74,7.8 ̔Ομοίως καὶ ∆ίδυμός φησιν. Οἱ πιστοὶ εὐσεβεῖς ο ντες ι σασιν ὡς οὐκ ἐξ ἀνατολῆς καὶ δύσεως α στρων οὐδὲ πονηρῶν ἐπιμελητῶν ἀλλ' ἐκ θεοῦ α γεται τὰ τῆς προνοίας ε ργα· Αὐτὸς καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, ἐγείρει ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνίστησι πένητα. ̓Επίστησον δὲ εἰ οι όν τε καὶ περὶ τοῦ ἀπὸ 149 ἐθνῶν καὶ ἐκ περιτομῆς λαοῦ λαβεῖν τὸν στίχον, ταπεινωθέντος τοῦ ἐκ περιτομῆς καὶ ὑψωθέντος τοῦ ἀπὸ ἐθνῶν. 784 Ps 74,9 ̓Εναντίωμα δοκεῖ σημαίνεσθαι ἐκ τοῦ πλῆρες ει ναι τὸ ποτήριον κεράσματος, ἀκράτου οι νου ο ντος ἐν αὐτῷ. οὐκ ἀντίκειται δὲ τὸ α κρατον τῷ κεράσματι· ἡ γὰρ α κρατος φωνὴ ὁμώνυμος, δηλοῦσα ποτὲ αὐτὸν τὸν οι νον ὡς μὴ διαφέρειν οι νον η α κρατον εἰπεῖν, α λλοτε παριστᾷ τὸν ἀμιγῶς ε χοντα πρὸς υ δωρ οι νον. παριστᾷ δὲ καὶ τρίτον σημαινόμενον, ο ταν κράματος γενομένου ἐξ οι νου καὶ υ δατος ἐπικρατοῦντος τοῦ οι νου α κρατον λέγωμεν τὸ κρᾶμα. τὸ τρίτον τοίνυν σημαινόμενον δηλοῖ τὸ προκείμενον ῥητόν, τοῦ θεοῦ καταμιγνῦντος τῷ κράματι τῷ πρὸς τοὺς κρινομένους ε λεον καὶ χρηστὴν πρόθεσιν ω στε μὴ ἐπαξίως τιμωρηθῆναι οι ς ε δρασεν ὁ κολαζόμενος, οὐδενὸς α ν ὑφισταμένου εἰ τὰς γενομένας ἁμαρτίας παρατηρούμενος ὁ θεὸς ἐπήγαγε τὸ κρίμα καθὸ κολάζεται ὁ ἠνομικώς. Τοῦτο τὸ ποτήριον ἐν τῇ χειρὶ τοῦ θεοῦ κλίνεται ἐξ α λλου εἰς α λλο τῷ πολλάκις τὸν κολαστέον δι' α ἐποίησεν κακὰ ἐκ μετανοίας δικαιοῦσθαι καὶ τὸν δόξαντα πρὸς ὀλίγον ει ναι ἀγαθὸν μεταπίπτειν. πλὴν εἰ καὶ κλίνει ἐκ τούτου εἰς τοῦτο, οὐκ ἐκχεῖ εἰς τοὺς ἀνθρώπους ὁ τρυγίας ἀλλ' εἰς τοὺς ἁμαρτωλοὺς τῆς γῆς ει ς τε τὸν διάβολον καὶ τοὺς ἀλιτηρίους δαίμονας. 785a Ps 74,10.11 ̓Ελεγχθέντων τῶν κατὰ τοῦ θεοῦ α δικα λαλούντων καὶ τῶν ἑπομένων τελεσθέντων, ἐγὼ εὐχαριστῶ μὴ ὑπεύθυνος εὑρεθείς τινι τῶν ἐγκληθέντων· ο θεν καὶ ἀγαλλιῶ καὶ ψαλῶ εἰς τὸν αἰῶνα τῷ θεῷ τοῦ πατριάρχου ̓Ιακὼβ ἰσχὺν δεδωκότι μοι ὡς ἐκείνῳ ἐπὶ τῷ συγκλάσαι πάντα τῶν ἁμαρτωλῶν τὰ κέρατα οι ς ἐχρῶντο κατὰ τῶν ἀσθενεστέρων τυγχάνοντες ταῦροι κερατισταί. τίνες δὲ ου τοι ἐδηλώθη ἐν τῷ ̔Η συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. εἰπὼν δὲ τοῦτο οὐκ ἐπήνεγκεν Καὶ ὑψωθήσεται τὰ κέρατά μου, ἀλλὰ Τοῦ δικαίου. σύνηθες τοῦτο τοῖς ἁγίοις διὰ προσοῦσαν ἀτυφίαν· καὶ διδάσκουσιν ὡς ὑπάρξαι παντὶ ἀνθρώπῳ ἐν Χριστῷ ο ντι δικαίῳ συντρίψαντι τῶν ἁμαρτωλῶν τὰ κέρατα τὸ ὑψωθῆναι τὸ κέρας αὐτοῦ. Ευ δὲ καὶ τὸ φάναι πληθυντικῶς μὲν τοὺς ἁμαρτωλοὺς ω ν τὰ κέρατα συντρίβεται, ἑνικῶς δὲ τὸν δίκαιον ου ὑψοῦται τὰ κέρατα. πλῆθος γὰρ πᾶς ἁμαρτωλὸς τῷ μὴ συνυπάρχειν ἀλλήλαις τὰς κακίας ω σπερ τὰς ἀρετὰς ἀντακολουθούσας ἀλλήλαις εὑρίσκεσθαι διὰ τὸ ει ναι μεσότητας. κα ν τοίνυν πολλοὶ α νθρωποι δικαιοσύνην ε χωσιν (αυ τη δέ ἐστιν ἡ καθόλου ἀρετή), ἑνικῶς δίκαιος καλοῦνται. 786a Ps 75,2 Οὐ ταὐτὸν τὸ γινώσκεσθαι καὶ τὸ γνωστόν, γνωστοῦ ο ντος καὶ τοῦ ἀγνοουμένου ο ταν γνωσθῆναι δυνατῶς ε χῃ. ο ντος τοιγαροῦν τρόπῳ τῷ λεχθέντι ἐν τῇ ̓Ιουδαίᾳ τοῦ θεοῦ γνωστοῦ, ἀκολούθως ἐν τῷ οἰκοῦντι τὴν ̓Ιουδαίαν ̓Ισραὴλ μέγα ἐστὶ τὸ ο νομα αὐτοῦ, φημὶ δὲ τοῦ γνωστοῦ. 787a Ps 75,3.4 Παντὶ τρόπῳ ἀποδιωκτέον τὴν τῶν παθῶν ταραχὴν καὶ τὸν τῶν κακιῶν πόλεμον, ι ν' εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ε χοντες τόπος γενώμεθα θεοῦ. ου τω γὰρ καὶ κατοικητήριον αὐτοῦ ἐσόμεθα, σκοπευτικοὶ τῆς ἀληθείας καὶ ἀρετῆς προθέμενοι ει ναι· τὸ γὰρ κατοικητήριον αὐτοῦ ἐν τῇ ἀποδοθείσῃ Σιὼν τυγχάνει. ̓Αναχθήσεται τὰ εἰρημένα εἰς τὴν ἁγίαν ἐκκλησίαν ου σαν τόπον θεοῦ ἐν εἰρήνῃ ἱδρυμένην καὶ τὸ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.