Unit 35 rem early
Rem early: Unit 35; lemma and argument toward the thesis.
Greek
κατοικητήριον αὐτοῦ. Ψάλατε γάρ φησι τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. καὶ ἐπεὶ μὴ ἐκ δυνάμεως ἡμῶν ἀλλὰ χάριτι θεοῦ κατώρθωται ταῦτα, αὐτῷ τὴν αἰτίαν τῆς εἰρήνης ἀναφέρων ὁ λόγος φησὶν ̓Εκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ο πλον καὶ ῥομφαίαν καὶ πόλεμον. ου τω γὰρ εἰρήνη ὑπῆρκται ἐν ῃ ὁ τόπος τοῦ θεοῦ ἐστιν, συντριβέντων τῶν κρατούντων τῶν τόξων ἀφ' ω ν ὁ πονηρὸς πέμπων τὰ πεπυρωμένα βέλη αὐτοῦ ἐνεποίει πάθη καὶ α τακτα κινήματα, ω ν καὶ αι τιος η ν. σὺν τοῖς εἰρημένοις τόξοις καὶ τὰ συγγενῆ ο πλα καὶ ῥομφαία συντρίβεται καὶ σὺν 150 αὐτοῖς οἱ χρώμενοι πόλεμος καλούμενοι· Συντρίβων γὰρ πολέμους ὁ κύριός ἐστιν. 788a Ps 75,5–7 Καὶ οἱ α γιοι δὲ α νδρες ο ρη αἰώνια σκοποῦντες, λοιπὸν τὰ μὴ βλεπόμενα καὶ αἰώνια, ἀφ' ω ν φωτίζει θεὸς διαφόρως τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ, πρὸ μὲν τῆς ἐπιδημίας διὰ προφητῶν καὶ Μωυσέως, μετὰ δὲ ταύτην δι' ἀποστόλων καὶ εὐαγγελιστῶν ὡς τοὺς φωτιζομένους γίνεσθαι φῶς, λέγοντος Παύλου ̔Ο θεὸς ὁ εἰπὼν ̓Εκ σκότους φῶς λάμψαι ε λαμψεν ἐν ταῖς καρδίαιςἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ. Τὸ θαυμαστῶς δὲ τῷ φωτίζειν προσέθηκεν, ο τι τῶν α λλων γνῶσιν ἐπαγγελλομένων καὶ ταύτῃ φωτίζειν θεὸς παραδοξότερον εἰς γνῶσιν καὶ σοφίαν α γων δι' ἀποκαλύψεών τε καὶ ὀπτασιῶν φωτίζει θαυμαστῶς ἀπὸ τῶν εἰρημένων ὀρῶν. εἰ δὲ καὶ ̓Ιουδαίας ου σης, ὡς ει ρηται τῆς γραφῆς, ο ρη ταύτης αἱ ὑψηλαὶ θεωρίαι καὶ τὰ δόγματα τῆς θεοσεβείας, καὶ ἀπὸ τούτων θαυμαστῶς φωτίζει θεὸς τοὺς ἐρχομένους εἰς ἐπίγνωσιν ἀληθείας. πολλαχοῦ δὲ τῆς γραφῆς ο ρη νοητὰ καὶ οἱ α γγελοι ἀφ' ω ν πάλιν φωτίζει θεὸς ἀποστέλλων αὐτοὺς εἰς διακονίαν διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. ἑκάστῃ δὲ τῶν ἐκδόσεων ἁρμόσει τὸ ̓Εγγίσατε ο ρεσιν αἰωνίοις, ὑπὸ θεοῦ τοῖς ποθοῦσιν εὐσέβειαν προσταττόμενον, τῶν μέντοι συνετῶν ἐκ τῆς παρούσης αὐτοῖς ἀρετῆς ὠφελουμένων. Σύνεσις γὰρ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν. οἱ ἀσύνετοι ὑπὸ παθῶν τε καὶ κακίας ταράττονται, ἐσθότε καὶ ὑπὸ ἀπατεώνων αἰσθητῶν καὶ ἀοράτων, κατὰ τὸ ̓Εσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. ταὐτὸν γὰρ τὸ σκοτισθῆναι καὶ ταραχθῆναι· δηλοῖ γὰρ ἑκάτερον α γνοιαν, ἐπ' ἀμφοτέρων σκοτιζομένου τοῦ νοῦ. Θεὸς δὲ λέγεται ̓Ιακὼβ τοῦ ἀσκητικοῦ καὶ ἀνδρείου καὶ δικαίου πρὸς ε λεγχον τοῦ διὰ ῥαθυμίαν ἰδίαν τούτων ἐκπίπτοντος ὑπευθύνου ἐπιτιμίοις καθισταμένου.† Ει ρηταί τισιν ὡς ὀχήματα καὶ ι πποι τῶν ψυχῶν τὰ σώματα. ἐν τούτοις τοῖς ι πποις ἐπιβᾶσαι φιληδόνως ἀρχὴν τοῦ καθεύδειν δέχονται, καθελκόμενοι εἰς υ πνον ψεκτὸν τῶν ὑποπιαζόντων τὸ σῶμα καὶ δουλαγωγούντων σὺν ἐπιστήμῃ τοῖς ι πποις ἐπικαθημένων. ε στι γοῦν ἰδεῖν ἐν τῇ γραφῇ τὸν ἐπιβάτην ὡς ἐπὶ τὸ πλεῖστον ψεκτῶς ὠνομασμένον, ὡς καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ ἀπειλὴ θεοῦ· Καὶ πατάξω πάντα ι ππον ἐν ἐκστάσει καὶ τὸν ἐπιβάτην ἐν παραφρονήσει· καὶ παρὰ Μωυσῇ Ιππον καὶ ἀναβάτην ε ρριψεν εἰς θάλασσαν– καὶ ἱππέα ἐπαινετῶς παραλαμβανόμενον· ει πε γοῦν πρὸς τὸν ̓Ηλίαν ̓Ελισσαῖος Πάτερ, α ρμα ̓Ισραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ πρὸς τὸν σωτῆρα ἀπαγγέλλεται ̓Επίβηθι ἐπὶ τοὺς ι ππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. 789a Ps 75,8 Οὐδεὶς οι ός τέ ἐστιν τῶν πενήτων ὀργιζομένῳ θεῷ ἀντιστῆναι φόβον ἐμποιοῦντι τοῖς κρινομένοις τῷ μηδὲν παρορᾶν ο σον ἐπὶ τῷ καρδιογνώστην ει ναι. φασὶν γοῦν οἱ τὸν λόγον πρὸς αὐτὸν ὡς πρὸς κριτὴν ε χοντες ̓Εὰν ἀνομίας παρατηρήσῃ, κύριε κύριε, τίς ὑποστήσεται; Πλὴν εἰ καὶ μηδεὶς ἀντιστῆναι τῇ ὀργῇ αὐτοῦ δυνήσεται ο ντος φοβεροῦ, ἀλλ' ου ν αὐτὸς διὰ προσοῦσαν ἀγαθότητα σὺν ἐλέει καὶ κρίνει· Ελεος γὰρ καὶ κρίσιν ᾳ σομαί σοι, κύριε. ̓Εξ οὐρανοῦ ἀκουτίζει κρίμα κρίνων τῷ προνοίας λόγῳ πρὸς τὸ ε καστον ὑπὸ ι διον συμφέρον γενέσθαι. συνᾴδει τῷ προκειμένῳ τὸ ἐν προφητείᾳ τοῦ ̓Αμὼς ου τως ε χων· Κύριος ποιῶν εἰς υ ψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ε θηκεν. καθὸ γὰρ ἐν οὐρανῷ ἐστιν, ἐν υ ψει ποιεῖ πᾶν κρίμα· καθὸ δὲ ἀκουτίζει ἐξ οὐρανοῦ κρίσιν ἐκπέμπων αὐτὴν τοῖς ἐπὶ γῆς, δικαιοσύνην εἰς γῆν ε θηκεν ου σαν τέλος τῶν κριμάτων. 790a Ps 75,11 ̓Ενθύμιόν ἐστι τὸ κρυπτὸν τοῦ ἀνθρώπου. ὁ τοῦτο καθαρεῦον ε χων εὐχαρίστως ἐξομολογήσεται τῷ θεῷ. τότε ἑορτάσει ἐν τῷ πράττειν τὰ ὠφελοῦντα, καὶ φρονεῖν τἀληθῆ δυνήσεται. εἰ δὲ καὶ τὸ ̓Εξομολογήσεται τὴν ἐπὶ ἁμαρτήμασιν ἐξαγόρευσιν δηλοῖ, νόησις τοῦ προκειμένου ε σται τοιαύτη· ἐπεὶ οὐκ ἐν μόναις πράξεσι καὶ λόγοις καθαρεύειν δεῖ τὸν θέλοντα ει ναι τελείως α γιον, καὶ περὶ ἐνθυμήματος βραχυτάτου ἐξομολογεῖσθαι δεῖ κακίζοντα ἑαυτόν. τοῦτο
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.