Unit 35 rem close
Rem CLOSEOUT: Unit 35 CLOSEOUT.
Greek
τὸν ̓Εφραίμ), προκαταλαμβάνοντες ταύτας τὰς φυλακὰς πάντες οἱ ἐχθροὶ ἐπιθήσονται· Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν. 794a Ps 76,6 Τούτων συμβάντων μοι, φησίν, διήγειρα ἐμαυτὸν πρὸς τὸ μνημονεῦσαι τῶν α νωθεν καὶ πολλῶν προκαταλαβουσῶν περιστάσεων (οὐ μόνον ἐμὲ ἀλλὰ καὶ τοὺς κατ' ἀρετὴν πατέρας μου) ἀφ' ω ν πασῶν ὁ κύριος ἐρρύσατο ἐμέ τε κἀκείνους· ἐφ' ῳ καὶ εὐθυμότερος γέγονα πρὸς τὸ ὑπομεῖναι εἰς τέλος, ι να α θλου τῶν τοιούτων ἀγώνων σωτηρίας τύχω· ̔Ο γὰρ ὑπομείνας εἰς τέλος, ου τος σωθήσεται. διαλογησάμενος γὰρ τὰς ἀρχαίας ἡμέρας καὶ τὰ αἰώνια ε τη μνησθεὶς καὶ μελετήσας, ευ ρον πολλάκις ἐμαυτόν τε καὶ τοὺς λοιποὺς ἀνθρώπους εἰς ἀπορίαν τοιαύτην ἐμπεσόντας, ὡς ἀπογνῶναι τὴν σωτηρίαν καὶ πᾶσαν ἐλπίδα καταλεῖψαι· ἀλλὰ πεποιθήσεως ἐπὶ θεὸν γεγενημένης, πᾶσα εὐπορία ἐν τοῖς καταλαβοῦσιν ἀπόρεις ἀναπέφανται. μνημονεύσῃς εἰς τὰ προκείμενα τῆς ̔Εβραϊκῆς πληθύος ἐλθούσης παρὰ τὰς ο χθας τῆς θαλάσσης· οὐδεμιᾶς γὰρ ἐκεῖ ὑπολειπομένης ἐλπίδος χρηστῆς, ἐξαίφνης ὁ θεὸς ἐν στενοῖς πλάτος καὶ ἐν ἀπόροις εὐπορίαν παρέσχεν. 795a Ps 76,7 Παντὸς τοῦ βίου τούτου διὰ τὴν ἐπιπολάζουσαν α γνοιαν τῶν πραγμάτων νυκτὸς ὀνομαζομένου, οὐ κατὰ τοὺς α λλους ἀνθρώπους υ πνῳ καὶ κάρῳ ἐμαυτὸν παραδέδωκα ἀλλὰ πρὸς νηφαλεότητα καὶ γρήγορσιν διαναστήσας ἐμαυτόν· Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ νυκτὸς μεθύουσιν. Μετὰ τῆς καρδίας μου, τουτέστι τοῦ νοῦ μου, αὐτὸς ἐμαυτῷ διαλεγόμενος περὶ τῶν πρακτέων καὶ φύσεων τῶν πραγμάτων (γνοῦς γὰρ ο τι πρόσκαιρα τὰ παρόντα) ε μαθον ο τι τέλος ε ξει τὰ περιστηκότα πονηρά. ἐσκάλευον δὲ σὺν γεωργικῇ τέχνῃ τὸ πνεῦμά μου, σπείρειν εἰς αὐτὸ βουλόμενος, ι να ἐξ αὐτοῦ θερίσω ζωὴν αἰώνιον· ̔Ο σπείρων γὰρ εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Οὐ νομιστέον δὲ συνωνύμως εἰρῆσθαι τὸ πνεῦμα, ἀλλ' ὁμωνύμως ἐπὶ τῆς παρούσης λέξεως καὶ τῆς πρότερον τεθείσης· ἐκεῖ μὲν γὰρ ἡ ψυχὴ πνεῦμα ἐλέγετο, ἐνταῦθα δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἰ γὰρ καὶ ἐνταῦθα τὸ πνεῦμα ἀντὶ τῆς ψυχῆς λέγεται, τίς ὁ σκάλλων τὸ πνεῦμα αὐτοῦ καὶ ἀδολεσχῶν μετὰ τῆς καρδίας αὐτοῦ; οὐ γὰρ οι όν τέ ἐστι τὸ σῶμα ταῦτα ποιεῖν. Ψυχὴ ου ν ἐστιν ἡ καὶ κυρίως α νθρωπος ου σα καὶ ἀδολεσχοῦσα μετὰ τοῦ νοῦ καὶ σκαλεύουσα τὸ πνεῦμα τὸ τῷ νῷ συνεζευγμένον· Προσεύξομαι γὰρ τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 796a Ps 76,8–10 Φθορὰ γὰρ α ν ει η τὸ ἐκστῆναι τῆς κατὰ φύσιν ἀγαθότητος, οὐκέτι τῆς οὐσίας μενούσης, εἰ τῶν κατὰ φύσιν ὑπαρχόντων τι ἀφαιρεθείη αὐτῆς. πρότερον γὰρ εὐδοκοῦντα βοηθεῖν καὶ ἐπινεύοντα τοῖς αἰτουμένοις ει δον αὐτόν, ο τε ∆ιελογισάμην ἡμέρας ἀρχαίας. α ρ' ου ν μέχρις ἐκείνων ε στη ἡ χρηστότης αὐτοῦ, οὐκέτι προστιθέντος αὐτοῦ εὐδοκῆσαι; α παγε. ου τε γὰρ τὸ ε λεος αὐτοῦ ἀποκόπτει ἀπὸ τῆς προτέρας γενεᾶς, οὐ φθάνον ἐπὶ τὴν ἐσομένην. τοῦτο γὰρ οἰομένων ἐστὶ τέλος ε ξειν τὸ ε λεος αὐτοῦ, εἰ ε ν τινι μὲν γενεᾷ εὐεργετοίη καὶ ἐλεοίη, ε ν τινι δὲ μή. οὐδὲ γὰρ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι, ω σπερ οὐδὲ τὸ πῦρ καὶ τὸ φῶς ἐπιλήσεται τοῦ φωτίζειν καὶ θερμαίνειν. κα ν γὰρ διὰ πρόσκαιρον ὀργὴν διὰ ἁμαρτίαν συμβᾶσαν δόξῃ συνέχειν τοὺς οἰκτιρμοὺς αὐτοῦ, ἀλλ' οὐκ εἰς τὸ ἀεὶ συσχεθήσονται. 797a Ps 76,11 Εἰ καὶ πολλὰ θλιβερὰ περὶ ἐμὲ γεγενημένα τάραχον ἐνέβαλέ μοι ῳ 153 ἠκολούθησε τὰ διηγηθέντα ἐν πάσαις ταῖς προκειμέναις λέξεσιν, ἀλλὰ καὶ ἐπιστήσας τοῖς πράγμασιν ἐθεώρησα μὴ εἰς τοὺς αἰῶνας ἀπωθούμενον τὸν θεὸν μηδὲ τὰ α λλα α κατείλεκται ποιοῦντα, ὡς α λλην ἀρχήν με τρόπον τινὰ ζωῆς καταβαλέσθαι· ἐπὶ πᾶσιν γὰρ οι ς διεξελήλυθα ει πον τὸ Νῦν ἠρξάμην, πάντων τῶν ταραξάντων με καὶ φοβησάντων μεταβαλόντων ὡς θαρσαλέον με τοῦ λοιποῦ γενέσθαι. Αυ τη ου ν ἡ μεταβολὴ κατὰ ποιότητα ου σα (ἐκ διαθέσεως γὰρ εἰς διάθεσιν μεταβέβηκα) ἀλλοίωσίς ἐστιν, οὐκ α λλου αὐτὴν ἐνεργήσαντος η τῆς δεξιᾶς τοῦ ὑψίστου. αυ τη γὰρ καὶ τὰς ἐννοίας ταύτας παρέσχεν καὶ συνήργησεν εἰς τὸ ἀλλοιωθῆναί με. 798a Ps 76,13b Αυ τη ἡ ἀδολεσχία ὁμοία τῇ α νωθεν ἀγαθή· τὸ πολλάκις γὰρ τὰ θαυμάσια τοῦ θεοῦ λέγειν τινὰ καλόν ἐστιν. 799a Ps 76,14a ̓Επεὶ ἐνοικεῖ καὶ ἐμπεριπατεῖ ἐν τοῖς ἁγίοις ὁ θεός, ἐν ἑκάστῳ τῶν ἁγίων ε χει τὴν ἰδίαν ὁδόν, ἐπιπορευόμενος τῇ ἑκάστου αὐτῶν διανοίᾳ. ἐπειδὴ δὲ ὁ λόγος αὐτοῦ ὁδὸς ει ρηται ( ̓Εγὼ γάρ εἰμι, φησίν, ἡ ὁδός),
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.