Unit 35 rem mid
Rem mid: Unit 35; lemma continues; reading with the letter.
Greek
151 δηλοῦσθαι δύναται ἐκ τοῦ ̓Απὸ τῶν κρυφίων μου καθάρισόν με. ̓Εὰν ου ν καὶ περὶ τοῦ ου τως ε χοντος ω σθ' ὑπονοεῖσθαι μὴ α ρα ὑπάρχῃ ἐξομολόγησις γένηται, ἑορτάσει λοιπὸν τὸ ἐγκατάλειμμα τοῦ ἐνθυμίου τοῦ ἀνθρώπου εὑρεθὲν πάσης κακίας ἐκτός· η τῷ ἀπειλῆφθαι τὴν περὶ αὐτοῦ ἀμφιβολίαν, ἀναδειχθείσης καθαρότητος, ἑορτάζει ὁ α γιος, οὐ ποτὲ μέν, ποτὲ δὲ οὐ, ἀλλ' ἀδιαστάτως καὶ ἀεὶ γινώσκων τὴν ἀλήθειαν καὶ ἐνεργῶν κατὰ δικαιοσύνην. αυ τη γὰρ κυρίως ἑορτὴ κατὰ τὸν ἀπόστολον εἰρηκότα Ωστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 791a Ps 75,13 Φοβερὸς ω ν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς τὸν Φαραὼ κατεπόντισεν, τὸν Ναβουχοδονόσορ τῶν ἀνθρώπων ἐδίωξεν ἀλλοιώσας αὐτοῦ τὸ φρονοῦν ὡς μετὰ θηρίων τὴν διατριβὴν ε χειν, ἀφῄρηκε πνεῦμα ἀπὸ Σαοὺλ ο τε ἐξουθενήσας τὸν Σαμουὴλ τὴν τοῦ θεοῦ διαθήκην παρέβη· ει ρηται γὰρ ὡς ̓Απέστη πνεῦμα κυρίου ἀπὸ Σαούλ, καὶ ε πνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ κυρίου, κρίσει καὶ ψήφῳ ἐπιπεμφθὲν αὐτῷ. Εἰ δὲ καὶ περὶ ἐκκλησιαστικῶν ἀρχόντων ἐκδεκτέα ταῦτα, ἐπίστησον τῇ θεοπνεύστῳ γραφῇ. ε φη γὰρ πρὸς τοὺς Μιλήτου πρεσβυτέρους ὁ Παῦλος καλέσας αὐτοὺς Προσέχετε ἑαυτοῖς καὶ τῷ ποιμνίῳ ἐν ῳ ὑμᾶς ε θετο τὸ πνεῦμα τὸ α γιον τοῦ θεοῦ ἐπισκόπους, καὶ μεθ' ε τερα Καὶ ἐξ ὑμῶν ἀναστήσονταί τινες λαλοῦντες διεστραμμένα, δηλαδὴ τὸ θεῖον πνεῦμα τοῦ φοβεροῦ τούτους ἀφαιρουμένου κριτοῦ. 792a Ps 76,2–4 Οτε δὲ πόρρω διέστηκεν ὁ λέγων τοῦ πρὸς ο ν ὁ λόγος, ἐπιτεταμένης χρεία φωνῆς. ἐπεὶ τοίνυν τοῦ ποιήσαντος ἡ γεννητὴ οὐσία κεχώρισται, κραυγῆς τῆς κατὰ διάνοιαν δεῖ. θεὸν δὲ καλεῖ τῷ πάντα πεποιηκέναι, κύριον δὲ τῷ δεσπόζειν τῶν ἐξ αὐτοῦ γεγονότων. λέγοι δ' α ν καὶ θεὸν μὲν τὸν πατέρα, κύριον δὲ τὸν υἱόν. ̔Ημέρα δὲ τῷ λέγοντι θλίψεως η πᾶς ὁ βίος αὐτοῦ η γουν αἰὼν ὁ ἐνεστηκὼς ἐν ῳ πρὸς τὸ ῥυσθῆναι ζητεῖ τὸν θεὸν ὡς α ν τις ἰατρὸν ἐπὶ νόσῳ διενοχλούσῃ καλῶν. ζητεῖ δὲ πράξει καὶ διαθέσει, μὴ ἀπατώμενος κατὰ τοὺς τῶν περιστατικῶν ἀγνοοῦντας τὸ τέλος, ὡς ὁ Σαοὺλ πρὸς ἐγγαστρίμυθον ἀπελθὼν ἠπατήθη. ὁ δὲ α γιος ο σον ἐνοχλεῖται ζητεῖ τὸν θεὸν ἐν τῇ τῶν περιστατικῶν ἀγνοίᾳ καλουμένῃ νυκτί, κατὰ τὸ παρ' ̔Ησαΐᾳ ... ̓Απηνήνατο πρός τινος θνητοῦ παρακληθῆναι ἡ ψυχή μου, αὐτάρκους ου σης πρὸς πᾶσαν παραμυθίαν τῆς περὶ θεοῦ μνήμης. εἰς τοῦτο λήψει καὶ τὸ ἐν ̔Ησαΐᾳ ̓Εν θλίψει τοῦ κυρίου ἐμνήσθην. Κατὰ μὲν τὴν τῶν πολλῶν συνήθειαν ψεκτόν τι δηλοῖ ἡ ̓Ηδολέσχησα φωνή, κατὰ δὲ τὴν γραφὴν καὶ ἐπὶ ἐπαινετοῦ κεῖται· η γουν πρὸς τὸν θεὸν γνησίως προσευχομένη Αννα, καλουμένη ἀπὸ παιδαρίου τοῦ ἱερέως ἐπιμένειν τῇ εὐχῇ, ἀποκρίνεται ̓Εκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα ε ως τοῦ νῦν· καὶ περὶ τοῦ ̓Ισαὰκ δὲ ο τι ̓Εξῆλθεν ἀδολεσχῆσαι εἰς τὸ πεδίον. ἐπὶ ψεκτοῦ παραλήψῃ δὲ τὸ ∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας. ει ποτε γοῦν λέγοιτο ἡ λέξις αυ τη ἐν τοῖς θείοις λογίοις, τῇ ἀκολουθίᾳ καὶ τῷ λέγοντι προσώπῳ ἐπιστήσαντες τὴν φωνὴν ληψόμεθα η ἐπὶ βελτίονος η ἐπὶ κακοῦ. νῦν τοίνυν καὶ τὸ πρόσωπον καὶ ἡ λέξις ἐπαινετὰ ου τὸ πνεῦμα ὠλιγοψύχησεν δηλοῦν τὴν ψυχήν· ου τω γὰρ καὶ Στέφανος ε λεγε Κύριε ̓Ιησοῦ, δέξαι τὸ πνεῦμά μου· ὀλιγωρήσας δὲ διὰ τοὺς ἐπικειμένους ἐχθροὺς ἐπέδωκεν ἑαυτὸν τῷ θεῷ. 793a Ps 76,5 Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου. α λλη γραφὴ φέρεται ου τω ε χουσα· Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου. Πολλῶν φυλακῶν περὶ ἐμὲ τυγχανουσῶν, ἐφύλαττον τὴν λέγουσαν ἐντολὴν Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. προκατελάβοντο αὐτὰς τὸ ο σον ἐπὶ τῷ ὠλιγοψυχηκέναι με πάντες οἱ ἐχθροί μου· οὐ γὰρ ει ς ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες α μα ἐπλήσθησαν κατ' ἐμοῦ. διὸ καὶ ἐπικρατεστέρους αὐτοὺς γενομένους ἑωρακὼς ἐν προπαθείᾳ τινὶ γεγένημαι ὡς τάραχον ὑπομεῖναι, ἀλλ' οὐκ ἐφθεγξάμην τι ταραχῶδες οὐδ' ἐν διαθέσει τινὶ 152 τεθορυβημένῃ γεγένημαι· ε στη γάρ μοι τὰ τῆς κρίσεως τῆς προπαθείας οὐδ' ο λως ἐν τῷ παθητικῷ φόβῳ γεγενημένῳ. ἐφθεγξάμην γοῦν οὐδὲν ω ν οἱ δειλωθέντες φιλοῦσι λέγειν. Εἰ δὲ ἀρρενικῶς οἱ φύλακες λέγοιντο, ἐρεῖ ο τι πάντας τοὺς λογισμούς, ου ς ε δει με στῆσαι περὶ ἐμαυτὸν ἐπὶ τῷ φρουρεῖν με, ε φθασαν πάντες οἱ ἐχθροί μου ἀντὶ τῶν φυλαττόντων ὀλεθρίους καὶ ἐπιβλαβεῖς ὑποβάλλοντες λογισμούς. ταῦτα δὲ περὶ ἀοράτων ἐχθρῶν λεγέσθω. Εἰ δὲ καὶ φυλακαὶ οἱ τῆς νυκτὸς μερισμοὶ λέγονται (εἰ συμβαίη, φησίν, ο λην τὴν νύκτα υ πνου ἐμπλησθῆναι κατὰ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.