Fragmenta in Psalmos · §u36-open

Fragmenta in Psalmos Unit 36 opening

Unit 36.

Lemma-led open — ε στι δὲ ὁ λόγος αὐτοῦ ἐν οὐδενὶ φαύλῳ καθὸ ὁδός ἐστιν, ἀλλ ἐν μόνοις τοῖς ἁγίοις εἰκότως

Greek

ε στι δὲ ὁ λόγος αὐτοῦ ἐν οὐδενὶ φαύλῳ καθὸ ὁδός ἐστιν, ἀλλ' ἐν μόνοις τοῖς ἁγίοις εἰκότως ει ρηται ἡ ἐγκειμένη φωνή. 800a Ps 76,14b Τὸ μέγα ἐπὶ νοητῆς οὐσίας καθ' ὑπεροχὴν δυνάμεως ἀλλ' οὐ κατὰ ποσὸν λέγεται. οὐδεὶς ου ν ου τω μέγας εὑρίσκεται θεὸς ὡς ὁ ἡμέτερος. θεοὺς δὲ λέγει οὐ τὰ ἀγάλματα οὐδὲ τὰ δαιμόνια (ἑκάτερα γὰρ ταῦτα θεοὶ λέγονται), ἀλλ' ἐκεῖνοι πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ γενόμενος ἐθεοποίησεν αὐτούς. οὐ γὰρ θεότητος ου τοι παρεκτικοὶ ἀλλὰ μέτοχοι. Λέγεται δὲ ἡ παροῦσα λέξις πρὸς τὸν σωτῆρα, ὡς τὰ ἑξῆς δηλώσει, μεγάλου ο ντος θεοῦ καὶ πατρός, ἐπεὶ υἱὸς τοῦ μεγάλου θεοῦ ὑπάρχει. 801 Ps 76,15a Μετὰ τοῦ α ρθρου λέγεται θεὸς ὁ σωτήρ, ι να δειχθῇ ε τερος ἐκείνων τῶν πρὸς ου ς ει ρηται ̓Εγὼ ει πα Θεοί ἐστε· ο θεν οὐδεὶς αὐτῶν ὡς ὑπερέχων τῶν ὁμογενῶν μετὰ τοῦ α ρθρου ει ρηται θεός. τοιοῦτόν ἐστι καὶ τὸ ̔Ο μονογενὴς θεὸς ὁ ω ν εἰς τὸν κόλπον τοῦ πατρός, τῷ μόνος ει ναι κατ' οὐσίαν θεός· οὐδεὶς γὰρ τῶν ἑτέρων μονογενὴς ἀλλὰ μεθ' ὁμογενῶν ἐστι θεός. κατὰ τὴν αὐτὴν θεότητα τῷ μονογενεῖ θεῷ καὶ ὁ πατὴρ θεός ἐστιν. ει ρηται γοῦν πρὸς τὸν σωτῆρα (μιᾶς ου σης θεότητος αὐτοῦ καὶ τοῦ πατρός) ̓Εν σοὶ ὁ θεός ἐστιν, καὶ οὐκ ε στι θεὸς πλὴν σοῦ· σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃ δειμεν. πῶς γὰρ εἰ ὁ θεὸς ἐν αὐτῷ ἐστιν, οὐκ ε στι θεὸς πλὴν αὐτοῦ καὶ αὐτὸς ὁ θεός ἐστιν, εἰ μὴ νοοῖμεν πατρὸς καὶ υἱοῦ τὴν αὐτὴν θεότητα ὡς ε να θεὸν ει ναι πατέρα καὶ υἱόν, υἱόν τε καὶ πατέρα μὴ ε να; ὁ γὰρ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς πατρὸς υἱός· ο θεν καὶ τὸ ̓Εγὼ καὶ ὁ πατὴρ ε ν ἐσμεν, τοῦ ̓Εγὼ καὶ ὁ πατὴρ ἀκολούθως ἐν τῷ Εν ἐσμεν λεγομένου, οὐκέτι λέγοντος τοῦ υἱοῦ ̓Εγὼ καὶ ὁ θεός· α λλος γὰρ υἱοῦ ὁ πατήρ, οὐκ α λλος δὲ θεὸς τῷ τὴν αὐτὴν ει ναι θεότητα τοῦ γεννήματος καὶ τοῦ γεννήτορος. 802 Ps 76,15b.16 ̓Εγνώρισε τὴν δύναμιν αὐτοῦ ὁ σωτὴρ ἐν ἀμφοτέροις τοῖς λαοῖς, τῷ ἀπὸ ἐθνῶν καὶ τῷ ἐκ περιτομῆς, παράδοξα καὶ θαύματα πολλὰ ἐν αὐτοῖς ποιήσας· ∆ύναμις γὰρ παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. ἀλλὰ καὶ ἐν τῷ βραχίονι αὐτοῦ (λέγω δὴ τῇ ἐνεργείᾳ καὶ πράξει αὐτοῦ) ἐλυτρώσατο τὸν ι διον λαὸν τὸν ἐκ τῶν δύο ἑνωθέντα, χάριτι θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου δοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· Τῷ γὰρ τιμίῳ αι ματι αὐτοῦ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατρωπαραδότου. Λαοὶ δέ εἰσιν ἐν οι ς ἐγνώρισε τὴν δύναμιν αὐτοῦ, ου ς καὶ η νωσεν εἰς ε να λαὸν ο ν ἐλυτρώσατο, υἱοὶ ̓Ιακὼβ καὶ ̓Ιωσήφ, τῶν ἐκ περιτομῆς πιστευόντων χρηματιζόντων υἱῶν ̓Ιακώβ, τῶν δὲ ἀπὸ ἐθνῶν υἱῶν ̓Ιωσήφ. ̓Ιωσὴφ γὰρἑρμηνεύεται Κυρίου πρόσθεσις· προσέθηκε γὰρ ἀληθῶς ὁ θεὸς τοῖς σῳζομένοις ἐκ τῆς περιτομῆς τοὺς ἀπὸ ἐθνῶν πιστεύοντας. Τὸ δὲ ̓Εγνώρισας οὐ τὸ ἀρχὴν τοῦ γινώσκεσθαι ε χον σημαίνει ἀλλὰ τὸ ἐπιγινωσκόμενον καὶ ἀναγνωριζόμενον· εἰπὼν γὰρ ̔Ο ποιῶν θαυμάσια, ἀναγνωρίζει ταῦτα διὰ τούτων τῶν ῥημάτων. 803a Ps 76,19c–21 Τοῦ σωτῆρος ἐπὶ γῆς ὀφθέντος, σάλον καὶ τρόμον ἡ γῆ ὑπέμεινεν τουτέστι τὰ ἐπὶ γῆς πράγματα, τῶν παρὰ πᾶσιν νόμων καὶ δεισιδαιμόνων 154 θεῶν α μα τοῖς χρηστηρίοις δι' ω ν ἠπάτων οἱ δαίμονες ἀνατρεπομένων· ἀλλὰ καὶ τῶν ἀνθρώπων τοῖς γηΐνοις διὰ προπαθείας ἡνωμένων μετατιθεμένων τῷ Χριστῷ λόγῳ, κλόνον καὶ τρόμον ὑπέμενεν ἡ γῆ. Καὶ τὴν θάλασσαν δέ, τὸν παρόντα βίον, μόνος ̓Ιησοῦς θεὸς ω ν ω δευσεν ὡς ι χνη καὶ τεκμήρια καταλειπεῖν τῆς ὁδοῦ, ο πως ἐπακολουθήσωσιν οἱ βουλόμενοι αὐτῷ ε πεσθαι· Αἱ τρίβοι σου γάρ φησιν ἐν υ δασι πολλοῖς, καὶ τὰ ι χνη σου οὐ γνωσθήσεται, διὰ τὸ ἀκατάληπτον ει ναι τὸν τῆς πορείας αὐτοῦ λόγον. ̔Ωδηγήθη δὲ τὰ Χριστοῦ πρόβατα ὑπὸ θεοῦ ἐν πράξει (συμβολικῶς χειρὶ ὀνομαζομένῃ) τοῦ πνευματικοῦ νόμου καὶ τοῦ ἱερατικοῦ λόγου. Χριστὸς δὲ ἡμῖν ἀμφότερα γεγένηται αὐτὸς ω ν ὁ πνευματικὸς νόμος, τῆς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.