Unit 36 rem early
Rem early: Unit 36; lemma and argument toward the thesis.
Greek
πνευματικῆς τελετῆς τοῦ θεοῦ μυσταγωγὸς καὶ ἀρχιερεὺς ὁ μέγας τοὺς οὐρανοὺς διεληλυθώς. σημαίνει δὲ Μωυσῇ τὸν νόμον, ̓Ααρὼν δὲ τὸν ἀρχιερέα· διὸ καὶ ἀδελφοὶ τυγχάνουσιν, υἱοὶ τυγχάνοντες τῆς θείας προνοίας γεννησάσης τοῦτον τὸν νόμον καὶ τὸν κατάλληλον αὐτῷ ἀρχιερατικὸν λόγον· βουλήσει γὰρ αὐτῆς ἀνθρώποις ὑπῆρκται τὰ ἀγαθὰ ταῦτα. 804 Ps 77,1a Νόμον ἐπὶ τοῦ παρόντος δύναται καλεῖν πᾶσαν τὴν παλαιὰν γραφήν. εἰ δὲ σημαίνοιτο ὁ προστακτικὸς καὶ ἀπαγορευτικὸς λόγος ἐκ τῆς νόμος φωνῆς κατὰ τὸν προκείμενον στίχον, προσέχειν ἐντέλλεται τῷ νόμῳ, ο πως κατωρθωμένα τὰ η θη ε χωσιν οἱ τὴν πρόσταξιν εἰληφότες αἱρούμενοι τἀγαθὰ καὶ φεύγοντες τὰ φαῦλα. 805 Ps 77,3 Ταῦτα οἱ Χριστοῦ νοῦν ε χοντες η κουσαν καὶ συνῆκαν πνευματικῶς· οὐ γὰρ ἐκρύβη ἀπ' αὐτῶν τῶν πατέρων κατ' ἐπιστήμην διηγησαμένων αὐτοῖς. καὶ αὐτοὶ δὲ ου τοι τοῖς τέκνοις ἑαυτῶν γεννηθεῖσιν ὑπ' αὐτῶν διὰ παιδεύσεως ἐφανέρωσαν τὰ ἀπ' ἀρχῆς προβλήματα, ο πως καὶ εἰς τὴν ἑξῆς αὐτῶν γενεὰν γνωστὰ καὶ μὴ κεκρυμμένα τυγχάνῃ. 806 Ps 77,8δ ̔Ο γὰρ μετὰ τοῦ θεοῦ πνεύματι γινόμενος ἐξ αὐτοῦ τοῦ συνεῖναι θεῷ πιστοῦται καὶ βεβαιοῦται κατὰ πνεῦμα. πνεῦμα δὲ τὴν διάνοιαν ἐνταῦθα εἰρῆσθαι νομιστέον κατὰ τὸ περὶ τῆς παρθένου λεχθέν, ο πως ῃ ἁγία πνεύματι καὶ σώματι· πνεῦμα γὰρ ἐν τούτοις τὴν γνώμην αὐτὴν καὶ τὴν διάθεσιν καλεῖ, ἀφ' η ς ἡγιασμένης συμβαίνει καὶ τὸ σῶμα ἁγιάζεσθαι ἐνεργείαις ἁγιαστικαῖς ὑπηρετούμενον. εἰ δὲ καὶ αὐτὴ ἡ ψυχὴ πνεῦμα καὶ ἐνταῦθα καλεῖται, συνεπίστησον. 807 Ps 77,17–22 Πρὸ τῆς ἀντιλογίας δεδόμενον η ν τὸ μάννα, ὁ ψαλμὸς μετὰ τὴν ἀντιλογίαν φησὶ καὶ τὸ μάννα καὶ τὸ κρέας δεδόσθαι. ἀλλὰ τοῦτο οὐκ α ν ει η ζήτημα. ἐπισυνάπτει γὰρ τὰ ἐν διαφόροις χρόνοις ὁ ψαλμός, μίαν ἀντιλογίαν ἐν διαφόροις χρόνοις γεγενημένην συνάγων ὑπὸ μίαν αἰτίαν. εἰ γὰρ δὴ τὴν πρώτην ἀντιλογίαν τις οι ητο τὴν πρὸ τῆς ποιήσεως τῆς σκηνῆς τὴν ἐν δευτέρῳ μηνὶ τῆς ἐξόδου, οὐκ ἐν καιρῷ τὴν ἱστορίαν ἐκείνην τῷ ψαλμῷ παρατίθησιν· ου πω γὰρ τότε τὸ ἐκ τῆς πέτρας υ δωρ ἐτύγχανε δεδόμενον, οὐδὲ μὴν τιμωρία ἡ τοῦ πυρὸς ἐπηκολούθησεν, α τε δὴ καὶ πρωτοπείροις ου σι καὶ οὐκ ἀπεικότως ἀπιστοῦσιν ε τι πρὸς τὴν παράδοξον δόσιν τῆς τροφῆς καὶ ὀλιγοψύχως ε χουσι διὰ τὸ μὴ παραχρῆμα τῆς ἀφθονίας τυγχάνειν. διὸ οὐδὲ Μωυσῆς ἀπέκαμεν ἐπὶ ταῖς τοῦ λαοῦ μικροψυχίαις. ἐν δὲ τῇ δευτέρᾳ περὶ τῶν κρεῶν ἀντιλογίᾳ χαλεπῶς η δη φέρει καὶ Μωυσῆς· εἰκότως δὲ καὶ ἡ παρὰ θεοῦ τιμωρία τηνικαῦτα αὐτοῖς ἐπῄει, καὶ πυρὶ κατεφλέγοντο. δέον πιστεύειν ἐκ τῶν προυπηργμένων μὴ πιστεύοντες τῇ θείᾳ δυνάμει, καὶ δέον ἐλπίζειν τὴν ἀπ' αὐτοῦ σωτηρίαν οὐκ ἐλπίζοντες. 808 Ps 77,17–25a ̔Ρητέον δὲ καὶ κατὰ ἀναγωγὴν ω δε· ἐν τῇ ἐρήμῳ τοῦ υἱοῦ ε νθα πολλὴ ἐπικρατεῖ α γνοια τῶν πραγμάτων. διελὼν καὶ διαιρήσας τὸν στερρότατον αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ποτισμὸς πολὺς τοῖς εὐεργετουμένοις γεγένηται ὡς παραβληθῆναι τὸ ῥέον υ δωρ διὰ τὸ ἀπερίγραφον κατὰ βάθος καὶ πλάτος ἀβύσσῳ. τὸ γὰρ ἐξαχθὲν ἐκ ταύτης τῆς πέτρας υ δωρ ὡς 155 ποταμοὶ κατηνέχθη. ποταμοὶ δὲ περὶ ω ν ὁ σωτὴρ ̔Ο πιστεύων εἰς ἐμέ, καθὼς ει πεν ἡ γραφή, ἐκ τῆς πνευματικῆς αὐτοῦ κοιλίας (τῆς κατὰ τὸν ε σω α νθρωπον) ῥεύσουσιν υ δατος ζῶντος· ε λεγε δέ, φησὶν ὁ συγγραφεύς, τοῦτο περὶ τοῦ πνεύματος ου ε μελλον λαβεῖν οἱ πιστεύοντες. Τούτων γὰρ τῶν ποταμῶν τὸ υ δωρ ἐξάγεται ἐκ πέτρας περὶ η ς ὁ Παῦλός φησιν Επινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα η ν ὁ Χριστός. αὐτὸς ου ν ὁ Χριστός, καθὸ πέτρα ἐστί, περὶ τοῦ υ δατος τῶν ποταμῶν ει πεν Οτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν πάντα. Καὶ προσέθεντο ε τι τοῦ ἁμαρτάνειν αὐτῷ, οὐ πάντων τῶν ἁμαρτανόντων θεῷ ἁμαρτανόντων ἀλλὰ μόνων τῶν γνόντων αὐτοῦ τὸ θέλημα καὶ μὴ ποιούντων αὐτό. ἀμέλει καὶ ∆αυὶδ οὐκ ἀγνοῶν τοῦ θεοῦ τὸ βούλημα ε φη Σοὶ μόνῳ η μαρτον. η τάχα τῶν ἐν ἠθικοῖς ἁμαρτανόντων ἡ ἁμαρτία εἰς ἀνθρώπους γίνεται, τῶν δὲ θεὸν καὶ τὴν πρόνοιαν κακολογούντων ἡ ἁμαρτία ἀσέβειά τις ου σα εἰς θεὸν ἀνατρέχει. ̓Εὰν γὰρ ἁμάρτῃ τις εἰς α νδρα, καὶ προσεύξεται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον τὸν θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; ̓Αμέλει γοῦν ἐπιφέρεται ο τι τὸν υ ψιστον παρεπίκραναν ἐν ἀνύδρῳ στερόμενοι τῶν πνευματικῶν ὑδάτων· ἀπεστράφησαν γὰρ τὸ ἀπὸ τῆς προειρημένης πέτρας υ δωρ. ἐν ἀνύδρῳ δὲ τυγχάνοντες οὐδὲν τῶν γλυκαινόντων τὴν χρηστότητα τοῦ θεοῦ ε δρασαν. γλυκαίνει δὲ αὐτὴν τὰ κατ' ἀρετὴν καὶ σοφίαν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.