Fragmenta in Psalmos · §u36-rem-close

Unit 36 rem close

Rem CLOSEOUT: Unit 36 CLOSEOUT.

Greek

θάνατον· εἰς τοῦτον τὸν θάνατον συγκλείσας καὶ τὰς ἀλόγους αὐτῶν δυνάμεις κτήνη τροπικῶς ὀνομαζομένας. πρὸς ἀγαθοῦ γὰρ αὐτοῖς ε σται ἀποβαλεῖν καὶ τὰ κτήνη αὐτῶν τὴν φαύλην ζωήν, τουτέστι τὴν ἐμπαθῆ κίνησιν. Καὶ βαθύτερον δὲ νοήσεις· ἐπεὶ γὰρ ὁ ψυχικὸς α νθρωπος κατὰ ψυχὴν ἀλλ' οὐ κατὰ πνεῦμα ζῇ, οὐ φείδεται τῶν ου τω λεγομένων ψυχῶν αὐτῶν, ι ν' ἀπολέσας τὴν ψυχικὴν κατάστασιν αὐτῶν εἰς πνευματικὴν ε ξιν αὐτοὺς ἀγάγῃ. ο τι δὲ οὐκ ἀεὶ τὸ ο νομα τῆς ψυχῆς οὐσίαν σημαίνει, σαφῶς παρίσταται ἐκ τοῦ Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν. οὐ γὰρ τὸ σῶμα κτησάμενον ψυχὴν λέγει πονηρὰν ἀλλὰ τὴν οὐσίαν ῃ συμβέβηκε τὸ πρᾶγμα καθ' ου κεῖται νῦν ἡ ψυχὴ λέξις. καὶ ἡ συνήθεια δὲ ψυχὴν καλὴν καὶ φαύλην ε χειν τινὰς λέγουσα συμφέρεται τῷ προκειμένῳ σημαινομένῳ. ̔Η δεκάτη δὲ πληγὴ τοῖς Αἰγυπτίοις ἐπαχθεῖσα θάνατος η ν τῶν παρ' αὐτοῖς πρωτοτόκων ἀπὸ ἀνθρώπου ε ως κτήνους. τάχα ου ν ἐπὶ τῶν ἀνθρώπων τῶν πρῶτον τεχθέντων κυριολεκτοῦσαν τὴν πρωτότοκον φωνὴν ἐπὶ τῶν ἀλόγων ζῴων ἀπαρχὴν πόνων τὴν πρωτότοκον ει πε. ἀπαρχὴ γὰρ πόνων τῶν ζῳοτροφούντων τὰ πρωτότοκα. συμφέρομαι δὲ εἰς τοῦτο ει ναι τὸ δηλούμενον· ἐκ προσθήκης τῆς λεγούσης ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰ πρωτότοκα τῶν ἀλόγων ἀνῃρέθη, ο πως ζημίᾳ ὑποπέσωσιν οἱ κεκτημένοι, ἀλλὰ καὶ τὰ ἀνθρώπων πρωτότοκα ὑπεβλήθη θανάτῳ ἐπὶ τῷ πειραθῆναι συμφορᾶς τοὺς τούτων γονέας. πρὸς γοῦν τοὺς μὴ παιδευομένους μηδ' αυ μετανοοῦντας ἐπὶ τοιούτοις θεηλάτοις Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, ει ρηται, παιδείαν οὐκ ἐδέξασθε. καὶ ου τοι δὲ οἱ πρωτότοκοι η τοι ἐπιτιμίαν ε σχον τὸ θανεῖν τῶν σφῶν ἁμαρτιῶν η οὐδὲν ἐβλάβησαν, εἰ παιδεύσεως α λλων ε νεκα ὑπέπεσον θανάτῳ· ἀδιάφορον γὰρ τὸ τεθνάναι καὶ ἐξ ἀνάγκης συμβαῖνον, πρὸς δ' ἀλήθειαν ἀνεξερεύνητα τὰ κρίματα τοῦ θεοῦ. Πρὸς ἀναγωγήν· ἐπεὶ πνευματικῶς Αι γυπτος καλεῖται πᾶς ὁ περὶ γῆν τόπος, οἱ ἐν τούτῳ διατρίβοντες Αἰγύπτιοι προσαγορεύονται. χάριτι θεοῦ τοίνυν τούτων τῶν Αἰγυπτίων τὰ πρῶτα γεννήματα τῆς ψυχῆς αὐτῶν ἀναιρεῖται, α γνοια καὶ κακία τυγχάνοντα. πρὸ γὰρ τῶν 157 ἀρετῶν καὶ ἐπιστημῶν τῶν ὠφελίμων τέκνων τῶν διανοιῶν κακία καὶ α γνοια ὑφίσταται· διὸ καὶ πρωτότοκά τις ταῦτα ὀνομάζων οὐχ ἁμαρτάνει. ἀλλὰ καὶ τῶν κατὰ τὰς ἐπιτηδεύσεις τῶν κατὰ ἀρετὴν ἐπιστήμην ἐνεργειῶν φαῦλα τυγχάνοντα ε στιν ἀναιρετέα. παντὶ γὰρ τῷ κατὰ τέχνην καὶ ἐπιστήμην ἐνεργοῦντι οὐκ εὐθὺς τὸ ευ ποιῆσαι η πρᾶξαι παραγίνεται, ἀλλὰ μετὰ τὸ ἀνεπιλήπτως ἐνεργῆσαι τὸ ἀμέμπτως ἐνεργῆσαι παραγίνεται. Τὸ δ' ἐν τοῖς σκηνώμασιν αὐτῶν προσκείμενον δηλοῖ περὶ ψυχῶν τὰ προκείμενα λέγεσθαι ε τι τοῖς σώμασι συμπεπλεγμένων· σκηνώματα γὰρ ψυχῶν τὰ σώματα. 811 Ps 77,54 ̔Αγιάσματος ο ρος ἡ διῃρημένη καὶ ὑψηλοτάτη ἀρετή ἐστιν, οὐχ ἡ διανοητικὴ μόνον ἀλλὰ καὶ ἡ πρακτική. μόνος δὲ εἰς ταύτην γνησίως εἰσάγει ὁ μόνος τέλειος διδάσκαλος ̓Ιησοῦς. τότε ου ν ἁγιάζονται οἱ ἐν τῷ ο ρει γινόμενοι, ο ταν ὑπὸ κυρίου ἀχθῶσιν εἰς αὐτό. τοῦτο δὴ τὸ ο ρος οὐχ ἡ τυχοῦσα ἀλλ' ἡ δεξιὰ τοῦ θεοῦ δύναμις οὐκ α λλη τοῦ μονογενοῦς ̓Ιησοῦ τυγχάνουσα κέκληται αὐτό. κτῆμα γὰρ ἀληθῶς ̓Ιησοῦ πᾶσα ἀρίστη γνώμη καὶ θεωρητικὴ τῆς ἀληθείας ε ξις, ο θεν καὶ οἱ ταύτας τὰς διαθέσεις κτώμενοι κτήματα τοῦ κυρίου καλοῦνται. 812 Ps 77,61 Τάχα δὲ καὶ τεθνηκυίας αὐτὰς ἐν τοσαύτῃ φορᾷ θεηλάτων κακῶν ἐμακάρισαν μᾶλλον η ε κλαυσαν. 813 Ps 77,66 Εἰς τὰ ὀπίσω αὐτοὺς ἐπάταξεν, ο πως μὴ ε μπροσθεν καὶ πρόσω ὠμότητος ἐλάσσωσιν ἀλλ' ἀναχαιτίσωσιν ἀπὸ τῆς ἀπανθρώπου καὶ πονηρᾶς ε ξεως αὐτῶν· οὐδένα γὰρ βούλεται ὁ θεὸς ἐν κακοῖς προκόπτειν, κηδόμενος δὲ αὐτῶν καὶ ο νειδος αἰώνιον παρέσχεν αὐτοῖς. ὀνειδίζονται δὲ οἱ ἁμαρτωλοὶ καὶ οὐ πρὸς α λλων μόνον ἀλλὰ καὶ ὑφ' αὑτῶν, ο ταν αι σθωνται ω ν δεδράκασι κακῶν. λέγει γοῦν πρός τινας ὁ θεὸς Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν καὶ ἀπὸ ὀνειδισμοῦ ο λην τὴν ἡμέραν. οἱ γὰρ ἐπὶ τοῖς χειρίστοις καυχώμενοι εὐεργετοῦνται, ο ταν αἰσχυνθῶσι καὶ ὀνειδισθῶσιν ἐφ' οι ς ἐσεμνύνοντο. 814 Ps 77,72 Τὸ τῆς ἀκακίας ο νομα οὐκ εὐήθειαν ἐνταῦθα σημαίνει ἀλλὰ στέρησιν κακίας καὶ τὸ α δολον. ο σοι ου ν τῶν ἀρχομένων μιμοῦνται ἀκακίαν τοῦ διδασκάλου, ποιμαίνονται ὑπ' αὐτῆς. ο πως δὲ μὴ ἐπιπλάστως τὸ α κακον ἐπιτηδεύων νομισθῇ ἀλλὰ ἀπὸ βελτίστης ε ξεως, ἐπιτελούμενον καρδίας ἀκακίαν ε χειν αὐτὸν ε φη. ̔Ωδήγησε δὲ καὶ α λλους τῇ τῶν χειρῶν αὐτοῦ συνέσει.

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.